================================================================================ Ἀνακρεόντεια Anacreontea Γεώργιος ὁ Ἀλεξανδρεύς by George of Alexandria the Grammarian ================================================================================ ================================================================================ Τί εἴποι ἡ Ἀφροδίτη τῆς Ἀθηνᾶς φυτευσάσης ἐλαίαν, καὶ ἀνελ‐ ================================================================================ ================================================================================ θόντος ῥόδου; ================================================================================ [1] — — — — — — — [1] — — — — — — — [1] Ὁ Ἔρως χάριν συνάπτων πόρε μοι ῥόδον Κυθήρῃ, ἵνα σὺν πόθοις χορεύω Ἑλικῶνι, σὺν βελέμνοις. [5] Φλογερὸν βέλος τινάσσει τὸ γένος τὸ τῶν Ἐρώτων. Ἀπ’ ἐμῶν ῥόδων προῆλθες, ἀπ’ ἐμοῦ φέρεις τὸ κάλλος, ἵνα σε πλέον τὸ κέντρον [10] ῥοδέοις φυτοῖς δαμάσσῃ. Ἄχρι τὶς μάθῃ, τὸ κρεῖσσον ἀγνοῶν δοκεῖ κακίζειν· ὅτε δὲ χρόνῳ νοήσῃ, [15] Τὸ καλὸν φύσει μαθοῦσα, μάθε καὶ πόθεν τὸ κρεῖσσον. Τὸ ῥόδον πάλιν προλάμπει Χάριτας κλάδοις χαράσσον· ὃ γὰρ ἡ φύσις προσεῦρεν [20] τὸ ῥόδον μόνον προσεῦρεν. Γλυκερὸν ῥόδον προῆλθεν, γλυκερὴν χάριν κομίζει, κοτίνου δὲ πικρὸν ἄνθος γλυκεροῖς κλάδοις καλύπτει. [25] Φύσεως μόνην κρατοῦσαν Παφίην ἔδειξε πάσης δροσόεν ῥόδον κρατῆσαν στιβαρῶν κλάδων ἐλαίης. Τὸ ῥόδον φυτῶν τὸ κάλλος [30] παλάμαις τεαῖς λαβοῦσα, Παφίης μελῶν, Ἀθήνη, ἐρατοὺς χοροὺς μετέρχου. Παφίην μόνην Ἀθήνης κρατέειν ῥόδον διδάσκει. [35] Δότε μοι ῥόδον φυτεύσω, ἵνα καὶ ῥόδον προέλθῃ, ὅτε δὲ τραπῇ πρὸς ἄλλο, τότε Παλλάς ἐστι κρείσσων. Τί λέγουσιν Ἀφροδίτην [40] βυθίοις ἁλὸς γενέσθαι, ὅτε καὶ πλέον με γαῖα διὰ τοῦ ῥόδου σεβίζει; Ἔτι παρθένος καλεῖσθαι τάχα νῦν θέλεις, Ἀθήνη· [45] μάθε τοὺς πόθους Κυθήρης ἵνα καὶ ῥόδου κρατήσῃς. Ἀρετῆς πόσης μετέσχεν, ὅτ’ ἂν εἰς ῥόδον μετῆλθεν τὸ φυτὸν τὸ τῆς Κυθήρης [1 (50)] ὅτε τὴν ἄκανθαν εἷλξεν. Πρόφασις πέλει ποθούντων τὸ ῥόδον τὸ τῆς Κυθήρης. Πάλιν ὁ χρόνος κομίζει γλυκερὸν φάος χορείης, [55] λογικοῖς λόγοις κρατοῦντες, τελετῆς νόμον τεκόντες. Σταχυηκόμος δὲ γαῖα, ἅτε Κύπριδος τὸ ἄνθος, νοτερὴν ἄνοιγε βῶλον, [60] ῥόδον οὐ στάχυν φέρουσα. Λιβάνου κλέος Κυθήρη, Χαρίτων ὅπου τὰ τόξα· Μαραθὼν ἔρως Ἀθήνης, σοφίης ὅπου τὰ τόξα· [65] Ὁ γέρων Ἔρως χορεύει ῥόδον εἰς χάριν συνάπτων. Ἐδάης τὰ νῦν, Ἀθήνη. καλύκων σθένος Κυθήρης, ῥόδα Κύπριδος χορεύει, [70] ὅτι Παλλάδος κρατοῦσιν. Παφίη, χόρευε μούνη, ὅτι καὶ μόνη διδάχθης κρατέειν σοφῆς Ἀθήνης φλογεροῖς ῥόδοις τυπείσης. [75] Φλογεροῖς ἐμοῖσι κέντροις βροτέη φύσις κρατεῖται· μάθε, Παλλάς, ἐξ Ἐρώτων, ὁπόσον σθένος Κυθήρης. Ἐδάης ῥόδου τὸ ἄνθος, [80] μάθε καὶ πόθου τὸ κέντρον. Πτόλις ἐστὶν Ἀφροδίτης μεγάλαι σοφῶν Ἀθῆναι, ὅτι Κύπριδος προσῆλθε [85] Ὅτε μῆλον ἔσχε Κύπρις, κλέος ἄφθιτον προσεῦρεν, πλέον ἄστατον δὲ μᾶλλον φθόνον ἐκ θεῶν ἁπάντων. Τὸ ῥόδον πλέος με μήλου [90] σοφὸν εἰς κλέος κομίζει. Βελέων Ἔρωτος οἶδεν τὸ ῥόδον πλέον με τέρπειν, ὅτι Παλλάδος κρατῆσαν Παφίῃ κλέος προσάπτει. [95] Ἄγαμαι φύσιν πετήλων, κάλυκας πλέον γεραίρω διὰ τῶν ῥόδων γὰρ ἄρτι σοφίης κρατοῦσα λάμπω. Παλάμαις ῥόδον λαβοῦσα [1 (100)] ποτὶ σὰς κόμιζε ῥῖνας, ἵνα τὴν χάριν λαβοῦσα ῥοδόεσσά τις φανείης. Τὸ φυτὸν τὸ τῆς Ἀθήνης Παφίης κάλυξ ἐτύχθη, [105] ἵνα τῶν ὅλων φανείη νοερῶς μόνη κρατοῦσα. Φλογερὸς πέφυκεν οἶστρος, φλογερώτερον δὲ τούτου καλύκων πέφυκεν ἄνθος [110] σοφίης ἄνασσα μάρτυς. Σοφίης ἄνασσαν ἄρτι τὸ ῥόδον φανὲν διδάσκει, ὅτι Κύπριδος τὰ πάντα. Ἔμαθεν τὰ νῦν Ἀθήνη [115] γλυκεροὺς κλάδους Ἐρώτων, ἔμαθεν σθένος Κυθήρης, φρονέει τὰ τῶν Ἐρώτων. Τρομέεις τὰ νῦν κρατοῦσα φλογεροῦ ῥόδου τὸ κέντρον· [120] Παφίης γάρ ἐστι τέκνον, ὅ σε τοῖς δόλοις δαμάζει. Πολέμων ἄνασσα Παλλάς, σθεναρῶν βελῶν κρατοῦσα, ῥοδέοις ὅπλοις ἐλήφθης, [125] ἐδάης μάχην Κυθήρης. Ἐδόκεις κρατεῖν, Ἀθήνη, ἔλαβες δὲ πεῖραν ἄρτι καλύκων λαβοῦσα κέντρον· πάλιν ἂν θέλῃς ἀνάπτω. [130] Τὸ γένος τὸ τῆς Κυθήρης μακάρων ὅλων ἀνάσσει. Βλέπε, Παλλάς, Ἀφροδίτης τὸ ῥόδον τὸ μικρὸν ἄνθος κραδίης τεῆς κρατῆσαν [135] δροσερὸν βέλος κομίζον. Κραδίην θεῶν ἰαίνει τὸ ῥόδον τὸ τῆς Κυθήρης· λάβε μικρὸν ἄρτι γεῦμα, ἵνα σὸν κέαρ κρατήσῃ. [140] Τὸ κράτος τὸ τῆς Ἀθήνης ὁ κάλυξ ἔδειξεν οὐδέν· ὅθεν ἀρτίως προλάμπων Παφίῃ δίδωσι χάρμα. Ὁ γλυκὺς κάλυξ ἐδείχθη [145] μεγάλης θεᾶς Ἀθήνης τελέως φυτοῦ κρατήσας. Κρατέουσα νῦν Ἀθήνης Παφίη θέλω κρατῆσαι Ζυγίης· μόνη γὰρ αὕτη [1 (150)] παλάμας ἐμὰς προφεύγει. Ῥόδον ἐκ φρενῶν Ἀθήνης [155] Βραδέως ἔγνως τὸ κρεῖσσον, βραδέως δὲ γνοῦσα, Παλλάς, ταχέως δίδου βεβαίαν κραδίαις τεαῖσι πίστιν. Πολέμοις κόμιζε μᾶλλον [160] σάκος ἐκ ῥόδων, Ἀθήνη, Δαναῶν ὅπως τις εἴποι· Παφίην ὁρῶμεν ἄλλην. Φρονέεις πλέον λαλοῦσα τὸ ῥόδον τὰ νῦν, Ἀθήνη. [165] Ὁ Ἔρως ὁ τῆς Κυθήρης, τὸ ῥόδον πάλιν Κυθήρης· κατέχω δύο κρατοῦντας· ὁ θέλων μάχην συνάψει. ================================================================================ Τί εἴποι ἡ Ἀφροδίτη τῆς Ἀθηνᾶς διὰ ῥόδου πεισθείσης βοηθῆσαι ================================================================================ ================================================================================ τοῖς Τρωσίν; ================================================================================ [1] Καλύκων χάριν λαβοῦσαν θεράπαιναν Ἀφροδίτην ῥοδέην δέδεξο, Παλλάς, ἵνα γνῷς πόθεν τὸ κρεῖσσον. [5] Σοφίης Ἔρως ὁ λάτρις, Χάριτες πάλιν σὺ οἴστρῳ· ἔχε, Παλλάς, Ἀφροδίτης γλυκερὴν ὅλην γενέθλην. Δαναοῖς, θέλεις, ἀμύνω, [10] Φρυγίοις πάλιν ἀρήγω· μερόπων τί μοι τὸ φίλτρον φιλίης τεῆς τυχούσῃ; Φέρε πάντα τῶν Ἐρώτων· τί δέ σοι χρέος στενάζειν; [15] ἐχέτω μάχην τὸ θνητόν, μακάρων πόθον τὸ φῦλον. Ἀγαπᾶν θεοῖς προσήκει, ἀπαθὴς φύσις γὰρ ὤφθη· τὸ πάθος πρέπει βροτοῖσιν, [20] χαλεπὴν ἔριν τελέσσαι Ποταμῶν θάλασσα πάντων δέχεται μόνη τὸ ῥεῦμα, Παφίη δὲ τῶν Ἐρώτων ἀρετὰς χάριν κομίζει. [25] Τὸ γένος τὸ τῶν Ἐρώτων κρατέει δοκοῦν λατρεύειν. Φρυγίοις ἔλαμψεν ὥρη ῥοδέης γέμουσα νίκης· σοφίη πόθοις ἐπείσθη [30] Δαναοὺς μόνους ὀρίνειν. Μέγα νῦν κλέος προσεῦρον. ξένα Παλλὰς ἔργα πτήσσει, ῥοδόεν στέφος κρατοῦσα [35] Διός ἐστιν Ἀφροδίτη, ὁ Ἔρως πάλιν Κυθήρης· ὁ θέλων Ἔρωτα νικᾶν Διῒ τὴν μάχην συνάψει. Ὅπερ οὖν πάρος δοκεύω, [40] γελόωσα νῦν δοκεύω· ὅπερ οὐ πόθος προσεῦρεν, Παφίης ῥόδον προσεῦρεν. ================================================================================ Τί εἴποι ὁ Ἄρης τῆς Ἀφροδίτης τρωθείσης ὑπὸ ἀκάνθης ῥόδου; ================================================================================ [1] Τὸ ῥόδον δύω τιτρώσκει, σὲ μὲν ἐς δέμας, Κυθήρη, ἐμέθεν δ’ ἔπληξεν ἦτορ, ὅτι σοι πόνους προπέμπει. [5] Φέρε τὴν ἄκανθαν ἕλξω ἀπὸ σῶν μελῶν, Κυθήρη, ἵνα μὴ πλέον τυπεῖσα μεταδῷς Ἄρηϊ κέντρον. Τὸ σὸν ἄνθος, ὦ Κυθήρη, [10] ἴσον ἐστὶ τῇ μελίσσῃ, ὅτι καὶ πόνους κομίζει φέρον ἡδονὴν τὸ κέντρον. Παφίην ῥόδον τιτρώσκει, τὸ ῥόδον δὲ νῦν τὸ πλῆττον [15] ποτέροις πόθοις ἐτρώθη, ὅτι Κύπριδι προσῆλθεν; Ῥοδέην ἄκανθαν εἴθε Κρονίδης Ἄρηα τεῦξεν, ἵνα σῶν μελῶν μετάσχω [20] γλυκερῷ βαλών σε κέντρῳ. Ἐπ’ ἐμὸν δέμας, Κυθήρη, φέρε σου βάδισμα πέμψον, ἵνα μὴ πάλιν σε πλήξῃ χλοεροῦ δένδρου τὸ κέντρον. [25] Μάθε τοῦ ῥόδου τὸ νύγμα, μάθε τῶν πόνων τὸ κέντρον, ἵνα τοῖς πόθοις κρατοῦσα ὑπὸ τῶν ῥόδων κρατύνῃ. Χθονίῳ βραχεῖ βελέμνῳ [30] Παφίην Ἔρως δαμάζει, γλυκερὸν βέλος φυτεύει ῥόδον, ὃ κρατεῖ ποθούντων. Ἀπὸ σῶν αἷμα μελῶν στάξε, Κυθήρη, γλυκερῶς ἡμετέρων ἔνδοθι κόλπων. [35] Τί ποθεῖς πόθων κρατοῦσα τὸν Ἄδωνιν οὐ ποθοῦντα, τὸν Ἄρην δὲ καὶ ποθοῦντα στυγέεις, καλὴ Κυθήρη; Βροτός ἐστιν, ὃν διώκεις, [40] Παφίη, τὰ νῦν ποθοῦσα· θεὸς οὖσα δὲ στενάξεις θεὸν ὄντα με στυγοῦσα. Ἐθέλω, θέλω δαμῆναι ῥοδόεντι σῷ βελέμνῳ· [45] μόνον, ὦ θεῶν κρατοῦσα, τέλεσον χάριν ποθοῦντι. Ὁ Ἔρως Ἄρην δαμάζει παρέχων πόνους Κυθήρῃ. Χαρίτων χάριν κομίζει [3 (50)] τὸ ῥόδον, τὸ πῦρ, τὸ κέντρον, τὸ βέλος τὸ τῶν Ἐρώτων, ὅ τι καὶ Κύπριν δαμάζει. Τὸ ῥόδον τάχα προῆλθεν φέρον ἐκ φθόνου τὸ τύμμα, [55] ὅτι μῆλον Ἀφροδίτη ἕτερον φυτὸν γεραίρει. Ὅτε καὶ Κύπρις δονεῖται, τότε καὶ ῥόδον ποθεῖται. Βελέων μάτην ἀνάσσω· [60] τί δέ μοι χρέος φαρέτρης, ὅτε τὴν ἐμὴν Κυθήρην ῥοδόεν βέλος δαμάζει; Ἔλαβεν Κύπρις τὸ τύμμα ἐπὶ γῆς, ἐγὼ δὲ κέντρον, [65] ὅτι τοὺς πόνους Κυθήρης ἔλαβον, ποθῶν Κυθήρην. Φαέθων Κύπριν δαμάζει, λέχος οἶδεν ἐξελέγχειν, ἔχον ἡλίου τὸ κέντρον [70] τὸ ῥόδον Κύπριν δαμάζει. Τὸ ῥόδον Κύπριν δαμάζει, ὅτι κάλλος εὗρε μεῖζον. Ὁ Ἔρως σε, Κύπρι, βάλλει, τὸ ῥόδον δὲ ταῖς ἀκάνθαις, [75] ἵνα πως λάβωσι πεῖραν ἀπὸ σοῦ θεῶν ἀνάσσειν. Κατὰ σοῦ τὰ τόξα τείνει, νόθον οὐ πέφυκε τέκνον ἀπὸ τῶν δρυῒ τραφέντων [80] πάλιν ἢ πέτρᾳ στραφέντων. Ὁ λέων φέρων τὸ κέντρον ἴδιον δέμας τιτρώσκει· Παφίη, ῥόδοισι βάλλεις γλυκερὸν σέθεν τὸ σῶμα. [85] Ἰδίοισιν ἀγριοῦται ὁ λέων τυπεὶς βελέμνοις· Παφίη δὲ ταῖς ἀκάνθαις πολὺ μᾶλλον ἠγριώθης. Γενεὴν τεὴν οἰδάσκεις, [90] ἵνα τῶν θεῶν κρατήσῃς. Γλυκερὸν ῥόδου τὸ τύμμα γλυκεροὺς πόνους προπέμπει, τὸ δὲ τύμμα σόν, Κυθήρη, φλογεροὺς πόνους προπέμπει. [95] Μέγα θαῦμα νῦν δοκεύω, ὑπὸ τοῦ ῥόδου κρατεῖται Παφίη, κρατοῦσα πάντων μερόπων θεῶν τε φύτλης· Παφίης, Ἔρως, ὁπλίζου [3 (100)] παλάμαις βέλος κομίζων, τὸ ῥόδον τὸ τῆς Κυθήρης ἀθετεῖ τὰ νῦν Κυθήρην. Βελέων ἄπειρον ὤφθη τὸ ῥόδον τὸ σόν, Κυθήρη, [105] τεὸν εἰ μάθῃ δὲ κέντρον, τρομερὸν νόον κομίσσει. Ὀλίγον ῥόδον Κυθήρης ὀλίγους δίδωσι μόχθους, ὁ δὲ βαιὸς Ἀφροδίτης [110] μεγάλους Ἔρως προπέμπει. Τὸ ῥόδον ῥόδον τιτρώσκει· τί καλὴ πέφυκε τέρψις; τὸ ῥόδον δὲ ποῖον εἴπω, ἀπορῶ μὰ τὴν Ἀθήνην. [115] Ἐδάης πόνων τὸ κέντρον, μάθε μὴ πόνοις με βάλλειν. Ὁ Ἔρως δίκαια πράττει, ὁρόων γὰρ Ἀφροδίτην νόον ἄστατον λαχοῦσαν, [120] ῥοδέοις ἔνυξε κέντροις. ================================================================================ Τί εἴποι ὁ Ἀπόλλων κατατρέχων τῆς Δάφνης ================================================================================ ================================================================================ καὶ ἐμποδισθεὶς εἰς ἄκανθαν ῥόδου; ================================================================================ [1] Γενεὴν ῥόδων φανεῖσαν δότε μοι δρέπειν μανένατα· τί μάτην δὲ τοῦτο πράττω; ὁ χρόνος φέρει γὰρ ἄλλα. [5] Κιθάρης μέλος δονήσω κραδίης πόνους συνᾴδων, ἐλαφρίζεται γὰρ οἶστρος, ὅταν ἐκ βάθους ἀνέλθῃ. Πτερόεις Ἔρως ὑπάρχων [10] μετέωρον αἶρε Φοῖβον, ἵνα μὴ τὸ μικρὸν ἄνθος ἀπὸ σοῦ δρόμου με παύσῃ. Χθόνα καὶ πόλον τοσοῦτον Φαέθων ἐγὼ κυκλεύω. [15] πόθεν οὖν, πόθεν κρατοῦμαι ἁπαλὴν κόρην πιέζειν; Λέγε μοι, ῥόδον Κυθήρης, τί τὸ τραῦμα μου βαθύνεις; πυρὶ πῦρ τί νῦν προσάπτεις [20] δροσερῆς Δάφνης στεροῦν με; Κύκνε, σὺ δραμὼν πτεροῖσι λέγε τῇ Δάφνῃ τρεχούσῃ, ἵνα μοι φίλημα πέμψῃ λεχέων, ἀφ’ ὧν στερεῖ με. [25] Φιλοκερτόμως με παίζειν ἐνόησα τὴν Κυθήρην. Ὁ Ἔρως τρέχειν διδάσκει, σύ, ῥόδον, τρέχοντα παύεις· γενεὴν μίαν λαχόντες [30] κατ’ ἐμοῦ διχῶς φρονεῖτε. Σύ, Κύπρις, πόθοις με θέλγεις, [35] Τὸ ῥόδον τὸ τῆς κυθήρης Παφίης πλέον δαμάζει· ὅτε γὰρ συνῆλθε Κύπρις, τὸ ῥόδον τότε φθονεῖ μοι. Ἀμελῶ πόθου κρατοῦντος· [40] τὸ ῥόδον πλέον με τέρπει, ὅτε καὶ Δάφνην ἐάσω. ================================================================================ Τί εἴποι ἡ Φαίδρα ὁρῶσα τὸν Ἱππόλυτον ἐστεμμένον ῥόδοις; ================================================================================ [1] Τὶ καλὸν χρόνον δοκεύω, Παφίην ὁρῶ τυχοῦσαν· ὁ ποθούμενος γὰρ ἄρτι ῥοδόεν στέφος κομίζει. [5] Ὀλίγην Ἔρωτος αἴγλην, Παφίη, ῥόδοισι μῖξον, ἵνα τοὺς πόνους νοήσας φλογερὸν λέγῃ φαρέτρην. Χαρίεις Ἄδωνι χαίροις, [10] διὰ σοῦ ῥόδον γὰρ ἄνθος φλογεροὺς πόνους προπέμπον κραδίην ἐμὴν ἰαίνει. Ῥόδον ἤθελον γενέσθαι, ἵνα μετρίως τυχοῦσα [15] ἐπικειμένη μετώποις μετεβαλλόμην φιλοῦσα. Χαρίτων φέρει τὰ τερπνά, ὅτε τις φιλῶν ποθεῖται. ================================================================================ Ἄλλο εἰς τὸν αὐτόν. ================================================================================ [1] Ἐπ’ ἐμοὶ πανδαμάτωρ ὅπλα κορύσσει, ἐπ’ ἐμοὶ πάντα βέλη νεῦρα τινάσσει, ὅτι παῖς Ἱππολύτης στέμμα Κυθήρης φορέων ἐν κροτάφοις ἀμφιπολεύει. [5] Χρονίων, Κύπρι, πόθων ἵλαθι Φαίδρης, φλογερῆς παῦσον ἐμῆς οἶστρον ἀνάγκης, ὅτι παῖς Ἱππολύτης στέμμα Κυθήρης φορέων ἐν κροτάφοις ἀμφιπολεύει. Κορυφαῖς ἀνθοφόροις παίξατε θῆρες, [10] βελέων παυσαμένων ἰοχεαίρης, ὅτι παῖς Ἱππολύτης στέμμα Κυθήρης φορέων ἐν κροτάφοις ἀμφιπολεύει. Μὰ τοὺς Ἔρωτας νῦν ἀριθμὸν γὰρ μέγαν χρεὼν ὀνομάζειν εἰκότως, βλέπουσά γε [15] τὸν χθὲς μὲν ἄκανθαν, σήμερον δὲ τοῦ ῥόδου ἔσχον ὑγίειαν τῶν ποθούντων φαρμάκων. Γλυκὺ Θησέως τὸ τέκνον βάλε καὶ λόγοις με, Κύπρι, ἵνα πᾶν μέλος συνᾴδῃ, [20] ἀκοή, φρένες σὺν ὄψει. Ὁ πόθος πόθοις ἐρίζει, ἀγαθὸν πέφυκε νεῖκος· φλέγε πῦρ, ἐγὼ κομίζω, φλέγε πῦρ, τὸ πῦρ τὸ καῖον. [25] Στεφάνους τί νῦν κομίζεις; ῥόδα φαιδρὰ δέξο, Φαίδρα· ἐὰν ὀκλάσῃς ἀφάσσων, τότε μανθάνεις τὸ κρεῖσσον. Ἀρετῆς πόθεν μετέστη [30] γενέτης τεὸς τοσαύτης; λαβύρινθε, μαρτύρει μοι, ὅτι τὸ κράτος Κυθήρης. Ἀνέμων πνοαῖς ἐρίζω, πελάγους βάθος διώκω, [35] λιμένας φίλους δοκεύσω· ἕνεκεν τίνος πλανῶμαι; Ὁ φιλῶν ὅτε στυγεῖται, ἀέρος σκιὰν διώκει, καμάτους φέρων ἀΰπνους. [40] Παφίης Ἔρωτα φεύγων, Παφίης ῥόδοις τί τέρπῃ; φιλέων ῥόδον Κυθήρης, [45] Παφίη, κρατοῦσα δεῖξον, ἵνα τοῖς τεοῖς βελέμνοις φιλίης γένοιτο τέρψις. Στυγέων Ἔρωτος ἔργα, φρένα σὴν ῥόδοις νοθεύεις· [6 (50)] ἐρατῆς γὰρ Ἀφροδίτης ἐρατὸν πέφυκεν ἄνθος. Βέλος ἄρχεται κομίζειν ὑπὸ Κύπριδος γελώσης, ἵνα γνῶ, πόσον δαμάζει [55] φλογερὸν βέλος Κυθήρης. Παφίη, χόλῳ μετρήσεις· ὁ χόλος πόθου με βάλλει, ὁ πόθος ῥόδοις με τήκει· πόσα τίς βέλη κομίσσει. [60] Φύσις οὐκ ἔμεινε, Κύπρι, τὰ σὰ μὴ φέρουσα κέντρα. ================================================================================ Ἐπιθαλάμια. ================================================================================ [1] Γάμιαι πνέουσιν αὖραι, μέλος ὀργάνων δονεῖται, τάχα παστὸν Ἀφροδίτῃ Χαρίτων πλέκουσι κῶμοι. [5] Ὁ δ’ ἔρως ὁ πάντα παίζων, ὁ γένος γένει συνάπτων ἀπ’ ἐλευθέρας φαρέτρας βέλος ἱμέρου τινάσσει. Ὁ γέρων πάρεστι Νεῖλος [10] κεφαλὴν ῥόδοις πυκάσσας, ἵνα σὺν νέοις χορεύσῃ [15] γλυκεραὶ πάρεισι Μοῦσαι Βρομίῳ γάμους τελοῦσαι. Ὅθεν ἄσμενος προῆλθον ἐπέων μέλος χαράξας, ἵνα σὺν νέοις χορεύσω [20] γαμίους νόμους τελέσσας. ================================================================================ Ἐπιθαλάμια. ================================================================================ [1] Ἀναβάλλομαι χορεύειν λιγυροῖς μίτοισι κρούων γαμικὸν μέλισμα σεμνόν, βιοτῆς χάρισμα πρῶτον. [5] Τί γάρ, εἰπέ μοι, τίς ὤφθης; κιθάρης μαθὼν ἀταρπόν, τόσον εἰς χρόνον μεθῆκας ἀγέραστα κέντρα πλήκτροις; Ἑλέτω πόθος δ’ ἐκείνης, [10] ἑλέτω μάκαρ λιγαίνειν φίλον εἰς λέχος κιόντα μετὰ σώφρονος συνεύνου. Ἀπὸ πασσάλου δ’ ἀκούσας χέλυν ὡς τάχος καθεῖλον, [15] ἐθέλω δὲ ταῦτα μέλπειν, ὅσα μοι βίος κελεύει. Πόθεν οὖν γένοιτο βαλβίς Ἑλικωνίδος μερίμνης; τίνα δ’ ὡς θέμις προσειπών [19] ******* [20] Ἄγ’ ἔλασσον ἢ τεκόντας γενέτην σὸν ἢ τεκοῦσαν, ἐπέων φέρουσαν εὖχος, [25] κόρον ἐκ χρόνου δὲ φεύγω, ὅτι θ’ ἥματος μί’ ὥρα χρόνος ἐστὶ τοῖς ποθοῦσιν. Μικρὸν οὖν κόρην προσειπών, μελέων ἐμῶν ἀφορμήν, [30] θαλίης μέλισμα πάσης ἀποπαύσομαι λιγαίνειν. Ἐρατὴ πέλουσα νύμφη, ἐρατοῦ δὲ καὶ γραφεῖσα φιλοσώφρονος συνεύνου, [35] πόσιν ἄξιον μετέρχῃ. Ὅθεν, ὦ μάκαιρα, χαίροις γεραροῖς ζυγεῖσα λέκτροις· τετελεσμένας δ’ ἐς ὥρας