================================================================================ Ἀποσπάσματα Fragments Ἡγήσιππος ὁ κωμικός by Hegesippos the Comic Poet ================================================================================ [Ade tit] ΑΔΕΛΦΟΙ. [Ade 1] Βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς εἰρημέν’ ἐστίν. ἢ λέγων φαίνου τι δή καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτ’ ἐμέ. Β. οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύρε, [5] εὑρηκέναι πάντων νόμιζε μόνον ἐμέ. οὐ γὰρ παρέργως ἔμαθον ἐν ἔτεσιν δυσίν ἔχων περίζωμ’, ἀλλ’ ἅπαντα τὸν βίον ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα. εἴδη λαχάνων ὅς’ ἐστί, βεμβράδων τρόπους, [10] φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω· ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν, ἐπὰν τάχιστ’ ἔλθωσιν ἐκ τῆς ἐκφορᾶς, τὰ βάπτ’ ἔχοντες, τοὐπίθημα τῆς χύτρας ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν. [15] τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων. Α. φακῆν παρατιθείς, εἰπέ μοι, καὶ βεμβράδας; Β. τὰ πάρεργά μου ταῦτ’ ἔστιν· ἂν δὲ δὴ λάβω τὰ δέοντα, καὶ τοὐπτάνιον ἁρμόσωμ’ ἅπαξ, [20] ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε, ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτ’ ὄψει πάλιν· ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί· ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν [25] ἑστήξετ’ ἀχανής, προσπεπατταλευμένος, ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος τὴν ῥῖν’ ἕτερός τις προσδραμὼν ἀποσπάσῃ. Α. μέγας εἶ τεχνίτης. Β. ἀγνοεῖς πρὸς ὃν λαλεῖς· πολλοὺς ἐγὼ σφόδρ’ οἶδα τῶν καθημένων, [30] οἳ καταβεβρώκας’ ἕνεκ’ ἐμοῦ τὰς οὐσίας. [Phi tit] ΦΙΛΕΤΑΙΡΟΙ. [Phi 1] Ἐπίκουρος ὁ σοφὸς ἀξιώσαντός τινος εἰπεῖν πρὸς αὐτὸν ὅ τι ποτ’ ἐστὶ τἀγαθόν, ὃ διὰ τέλους ζητοῦσιν, εἶπεν ἡδονήν. εὖ γ’, ὦ κράτιστ’ ἄνθρωπε καὶ σοφώτατε· [5] τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐκ ἔστ’ οὐδὲ ἕν