# Ἀποσπάσματα *Fragments* **Author:** Ἡγήσιππος ὁ Μεκυβερναῖος *Hegesippus of Mecyberna* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **t1-3** | ΠΑΛΛΗΝΙΑΚΑ. | | **1** | Parthenius Erot. c. 6: Περὶ Παλλήνης. Ἱστο‐ ρεῖ Διογένης καὶ Ἡγήσιππος ἐν Παλληνιακοῖς. Λέγε‐ ται καὶ Σίθονα, τὸν Ὀδομάντων βασιλέα, γεννῆσαι θυγατέρα Παλλήνην, καλήν τε καὶ ἐπίχαριν, καὶ διὰ | | **5** | τοῦτο ἐπὶ πλεῖστον χωρῆσαι κλέος αὐτῆς, φοιτᾶν τε μνηστῆρας οὐ μόνον ἀπ’ αὐτῆς Θρᾴκης, ἀλλὰ καὶ ἔτι πρόσωθέν τινας, ἀπό τε Ἰλλυρίδος καὶ τῶν ἐπὶ Τανάϊ‐ δος ποταμοῦ κατῳκημένων· τὸν δὲ Σίθονα πρῶτον μὲν κελεύειν τοὺς ἀφικνουμένους μνηστῆρας πρὸς μάχην | | **10** | ἰέναι τὴν κόρην ἔχοντα, εἰ δὲ ἥττων φανείη, τεθνάναι· τούτῳ τε τῷ τρόπῳ πάνυ συχνοὺς ἀνῃρήκει. Μετὰ δὲ, ὡς αὐτόν τε ἡ πλείων ἰσχὺς ἐπιλελοίπει, ἔγνωστό τε αὐτῷ τὴν κόρην ἁρμόσασθαι, δύο μνηστῆρας ἀφιγμένους, Δρύαντά τε καὶ Κλεῖτον, ἐκέλευεν, ἄθλου προκειμένου | | **15** | τῆς κόρης, ἀλλήλοις διαμάχεσθαι, καὶ τὸν μὲν τεθνά‐ ναι, τὸν δὲ περιγενόμενον τήν τε βασιλείαν καὶ τὴν παῖδα ἔχειν. Τῆς δὲ ἀφωρισμένης ἡμέρας παρούσης, ἡ Παλλήνη, ἔτυχε γὰρ ἐρῶσα τοῦ Κλείτου, πάνυ ὠῤ‐ ῥώδει περὶ αὐτοῦ· καὶ σημῆναι μὲν οὐκ ἐτόλμα τινὶ | | **20** | τῶν ἀμφ’ αὐτὸν, δάκρυα δὲ πολλὰ ἐχεῖτο τῶν παρειῶν αὐτῆς, ἕως ὅτε τροφεὺς αὐτῆς πρεσβύτης ἀναπυνθανό‐ μενος καὶ ἐπιγνοὺς τὸ πάθος, τῇ μὲν θαρρεῖν παρεκε‐ λεύσατο, ὡς ᾗ βούλεται, ταύτῃ τοῦ πράγματος χωρή‐ σοντος· αὐτὸς δὲ κρύφα ὑπέρχεται τὸν ἡνίοχον τοῦ | | **25** | Δρύαντος, καὶ αὐτῷ χρυσὸν πολὺν ὁμολογήσας, πείθει διὰ τῶν ἁρματηγῶν τροχῶν μὴ διεῖναι τὰς περόνας. Ἔνθα δὴ, ὡς ἐς μάχην ἐξῄεσαν, καὶ ἤλαυνεν ὁ Δρύας ἐπὶ τὸν Κλεῖτον, καὶ οἱ τροχοὶ περιερρύησαν αὐτῷ τῶν ἁρμάτων, καὶ οὕτως πεσόντα αὐτὸν ἐπιδραμὼν ὁ Κλεῖ‐ | | **30** | τος ἀναιρεῖ. Αἰσθόμενος δὲ ὁ Σίθων τόν τε ἔρωτα καὶ τὴν ἐπιβουλὴν τῆς θυγατρὸς, μάλα μεγάλην πυρὰν νήσας καὶ ἐπιθεὶς τὸν Δρύαντα, ᾤετο συνεπισφάξειν καὶ τὴν Παλλήνην. Φαντάσματος δὲ θείου γενομένου καὶ ἐξαπιναίως ὕδατος ἐξ οὐρανοῦ πολλοῦ καταρραγέντος, | | **35** | μετέγνω τε καὶ γάμοις ἀρεσάμενος τὸν παρόντα Θρᾳ‐ κῶν ὅμιλον, ἐφίησι τῷ Κλείτῳ τὴν κόρην ἄγεσθαι. | | **3** | Dionysius Hal. A. R. I, 49: Οἱ μὲν γὰρ ἕως Θρᾴκης ἀγαγόντες αὐτὸν (sc. Αἰνείαν), ἐκεῖ λέγουσι τελευτῆσαι τὸν βίον, ὧν ἔστι Κεφάλων ὁ Γεργίθιος καὶ Ἡγήσιππος ὁ Περὶ Παλλήνης γράψας, ἄνδρες ἀρχαῖοι | | **5** | καὶ λόγου ἄξιοι. | | **t4** | ΜΙΛΗΣΙΑΚΑ. | | |