# Ἐπιγράμματα *Epigrams* **Author:** Ἡλιόδωρος ὁ Ἐμεσηνός *Heliodorus of Emesa* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **9 . 485 (p1)** | ΗΛΙΟΔΩΡΟΥ | | **1** | Τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν, Νηρέος ἀθανάταν εἰναλίοιο κόραν, τὰν Διὸς ἐννεσίῃ Πηλέι γημαμέναν, τὰν ἁλὸς ἀγλαΐαν, ἁμετέραν Παφίην· | | **5** | ἃ τὸν δουριμανῆ, τὸν δ’ Ἄρεα πτολέμων, Ἑλλάδος ἀστεροπάν, ἐξέτεκεν λαγόνων, δῖον Ἀχιλλῆα, τοῦ κλέος οὐράνιον· τῷ ὕπο Πύρρα τέκεν παῖδα Νεοπτόλεμον, περσέπολιν Τρώων, ῥυσίπολιν Δαναῶν. | | **10** | ἱλήκοις ἥρως ἄμμι, Νεοπτόλεμε, ὄλβιε, Πυθιάδι νῦν χθονὶ κευθόμενε· δέχνυσο δ’ εὐμενέων τάνδε θυηπολίην, πᾶν δ’ ἀπέρυκε δέος ἁμετέρας πόλιος. τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν. | | **9 . 490 (p1)** | ΗΛΙΟΔΩΡΟΥ | | **1** | Παντάρβην φορέουσα πυρὸς μὴ τάρβει ἐρωήν· |