================================================================================ Ἀπόσπασμα Fragment Ἑρμόλοχος ὁ λυρικός by Hermolochus the Lyric Poet ================================================================================ ἀτέκμαρτος ὁ πᾶς βίος οὐδὲν ἔχων πιστὸν πλανᾶται συντυχίαις· ἐλπὶς δὲ φρένας παραθαρσύνει· τὸ δὲ μέλλον ἀκριβῶς οἶδεν οὐδεὶς θνατὸς ὅπαι φέρεται· θεὸς δὲ πάντας †ἐν κινδύνοις θνατοὺς† κυβερνᾶι· [5] ἀντιπνεῖ δὲ πολλάκις εὐτυχίαι δεινά τις αὔρα.