================================================================================ Περὶ λέξεως τῶν στίχων On the Expression of Verses Αἴλιος Ἡρωδιανός by Herodian of Alexandria ================================================================================ ================================================================================ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΤΗΣ ΛΕΞΕΩΣ ================================================================================ ================================================================================ ΤΩΝ ΣΤΙΧΩΝ. ================================================================================ [3] Στίχος ἐστὶ καὶ λέξεως δηλωτικῆς σύμμετρος καὶ μέγε‐ θος. εἴδη δὲ στίχων εἰσὶ ιβ· ἰσόχρονος, ἀπηρτισμένος, [5] ἀκέφαλος, λαγαρὸς, μείουρος, τραχὺς, μαλακοειδὴς, κακό‐ φωνος, λογοειδὴς, προκέφαλος, σφηκίας καὶ δολιχοῦρος. ἰσόχρονος μὲν οὖν ἐστὶ ὁ καὶ τὰ μεγέθη τῶν συλλαβῶν καὶ τοὺς πόδας ἀπὸ τῶν πρώτων ἄχρη τῶν ἐσχάτων ἔχων, οἷον, τώδ’ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν. ἀπηρτι‐ [10] σμένος δὲ, ὁ τὴν διάνοιαν πᾶσαν ἔχων ἐν ἑαυτῷ, οἷον, ὡς εἰπὼν ἐξέσσυτο φαίδιμος Ἕκτωρ. ἀκέφαλος δὲ ἐστὶν ὁ ἀπὸ βραχείας ἀρχόμενος, οἷον, ἐπειδὴ νῆας τὲ καὶ Ἑλλήσποντον ἕκοντο. λαγαρὸς, ὁ κατὰ μέσον τὴν συμπλοκὴν μὴ σώζων, τὴν θέσιν μὴ σώζων, οἷον, Νέ‐ [15] στωρα δ’ οὐκ ἔλαθεν ἡ ἀχὴ πίνοντα περ’ ἔμπης. μείου‐ ρος δὲ, ὁ κατὰ τὸ τέλος τὴν θέσιν μὴ σώζων, καὶ τὴν παρατέλει συλλαβὴν βραχεῖαν ἔχων, οἷον, Τρῶες δ’ ἐῤ‐ ῥίγησαν, ὅπως ἴδον αἰόλον ὄσφιν. τραχὺς δὲ ἐστὶ ὁ τὸν ῥῦζον τῶν φθόγγων συνιστὰς, ὡς, τριχθά τε [20] καὶ τετραχθὰ διατρυφθὴν κάππεσε χειρός. μαλα‐ κοειδὴς ἐστὶν ὁ λείως ἐπιπίπτων ταῖς ἀκοαῖς, οἷον, αἵ‐ ματεϊ οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι. κακόφωνος ἐστὶ ὁ τὰ πολλὰ φωνήεντα ἔχων, οἷον, φῄη ἀθερελοι‐ γὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ. λογοειδὴς δὲ ἐστὶ ὁ πεζό‐ [25] τερος τῇ συνθέσει, οἷον, ἵππους τε ξανθοὺς ἑκατὸν πεντήκοντα. προκέφαλος· ἢ οὐχ ἅλις, ὅτι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις. σφηκίας, οἷον, ἢ λάθετ’, ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ. δολιχοῦρος, οἷον, Κά‐ στορά θ’ ἱππόδαμον, καὶ πύξ ἀγαθὸν Πολυδεύκεα. ================================================================================ Τέλος. ================================================================================