================================================================================ Ὁμιλία εἰς τὴν Γέννησιν τοῦ Χριστοῦ Homily on the Nativity of Christ, Possibly Part of Roman and Universal History Ἡσύχιος ὁ Μιλήσιος ὁ Ἰλλουστρίος by Hesychius of Miletus the Illustrious ================================================================================ ================================================================================ ΗΣΥΧΙΟΥ ΕΙΣ ΤΗΝ ΓΕΝΝΗΣΙΝ. ================================================================================ [1] Ἐν τῷ μβʹ ἔτει τῆς Βασιλείας Αὐγούστου, μηνὶ Δεκεμβρίῳ κεʹ, ἡμέρᾳ ϛʹ, ὥρᾳ ζʹ τῆς ἡμέρας, ἐγεννήθη ὁ Κύριος ἡμῶν Ἰη‐ σοῦς Χριστὸς τὸ κατὰ σάρκα ἐκ τῆς ἁγίας Παρθένου Μαρίας, ἔτους κατὰ Ἀντιοχεῖς ἀπὸ κτίσεως κόσμου, ἕως τῆς Χριστοῦ γεν‐ [5] νήσεως [καὶ σταυρώσεως] ϛʹ. Συνάγεται γὰρ ἀπὸ Ἀδὰμ ἕως Φα‐ λὲκ υἱοῦ Εβερ ἔτη τρισχίλια, καὶ ἀπὸ τοῦ Φαλὲκ ἕως μβʹ ἔτους τῆς Βασιλείας Αὐγούστου ἔτη ͵εϡξζʹ, καὶ λοιπὸν συνανεστράφη ὁ Σωτὴρ τοῖς ἀνθρώποις ἔτη λγʹ, ὡς γίνεσθαι ἀπὸ Ἀδὰμ ἕως τῆς Χριστοῦ Γεννήσεως [καὶ σταυρώσεως] ἔτη ͵ϛʹ πλήρη. Ο γὰρ Φαλὲκ, [10] κατὰ τὴν προφητείαν Μώσεως, τὸ ἥμισυ λέγεται τοῦ χρόνου τῆς Χριστοῦ ἐπιφανείας. Ὥσπερ γὰρ τὸν ἄνθρωπον τῇ ϛʹ ἡμέρᾳ πλά‐ σας ὁ Θεὸς, καὶ ἑξῆς ὑπέπεσεν τῇ ἁμαρτίᾳ, οὕτως καὶ τῇ ϛʹ ἡμέρᾳ τῆς χιλιάδος ἐπὶ τῆς γῆς ἦλθεν, καὶ ἔσωσεν αὐτόν. Τοῦτο γὰρ δηλοῖ καὶ ἡ θεία γραφὴ, λέγουσα· Ἡμέρα Κυρίου ὡς χίλια ἔτη. [15] Α τινα καὶ Κλήμης, καὶ Θεόφιλος, καὶ Τιμόθεος οἱ θεοφιλέστατοι χρονογράφοι ἐξέθεντο ὁμοφρονήσαντες, ὅτι τῇ ϛʹ χιλιάδι τῶν ἐνι‐ αυτῶν ἐφάνη ὁ Κύριος κατὰ τὸν ἀριθμὸν τῶν ϛʹ ἡμερῶν τῆς πλά‐ σεως τοῦ Ἀδὰμ, ῥυσάμενος τὸ γένος τῶν ἀνθρώπων. Ἕτεροι δὲ φασὶν ὅτι τῷ ͵εφʹ ἔτει ἦλθεν Κύριος· ἀλλ’ οὐ πολλοὶ συμφωνοῦ‐ [20] σιν εἰς τοῦτο, ἐν δὲ τῷ ϛʹ ἔτει πάντες οἱ ἀκριβεῖς συγγραφεῖς συμ‐ φωνοῦσιν περὶ τούτου τινὲς, ἀλλ’ ἡ προφητικὴ φωνὴ ἀληθεύει