# Ὅρκος Ἰατρικός *Medical Oath* **Author:** Ὅρκος ὁ Ἱπποκρατικός *Hippocratic Oath Anonymous* **Source:** markdown --- | Reference | Text | |-----------|------| | |
**ΟΡΚΟΣ ΙΑΤΡΙΚΟΣ.**
| | **1** | Αὐτὸν ἐν ἀχράντοισι μέγαν θεὸν ὄμνυμι φωναῖς· Οὔτε τινὰ ξεῖνον δηλήσομαι ἀνέρα νούσῳ, Οὔτε τιν’ ἐνδήμων, ὀλοφώϊα ἔργα τελειῶν, Οὔτε μέ τις δώροισι παραιβασίην ἀλεγεινὴν | | **5** | Ἐκτελέσειν πείσειε καὶ ἀνέρι φάρμακα δοῦναι Λυγρὰ, τάπερ κακότητα θυμοφθόρον οἶδεν ὀπάζειν, Οὔτε χάριν φιλίης ἑτέρῳ κατὰ νεῖμαι ὑποστῶ, Ἀλλ’ ὁσίας μὲν χεῖρας ἐς αἰθέρα λαμπρὸν ἀείρω, Καὶ κακίης ἀμόλυντον ἔχω κατὰ πάντα λογισμόν. | | **10** | Ἕρδειν κεῖνά γε μήσομ’ ἅπερ σόον ἀνέρα θήσει, |