# Περὶ τοῦ Κατὰ Ἰωάννην καὶ τῆς Ἀναστάσεως τοῦ *On the Gospel of John and Resurrection of Lazarus* **Author:** Ἱππόλυτος ὁ Ῥωμαῖος *Hippolytus of Rome* **Source:** markdown --- | Reference | Text | |-----------|------| | |
**Εἰς τὸν τετραήμερον Λάζαρον. βʹ.**
| | **5** | Ἀγαπητοί· ὥσπερ μήτηρ φιλό‐ τεκνος ἐπιδοῦσα τὴν θηλὴν τῷ νηπίῳ τέρπεται τοῦ παιδὸς ἐφέλ‐ κοντος τὴν ἁπαλὴν τροφὴν τοῦ γάλακτος· ἐπειδὰν δὲ ὁ θρόμβος | | **10** | τοῦ γάλακτος τυρωθεὶς ἐμφράξῃ τοὺς ὀχετοὺς τοῦ μαζοῦ, τότε δὴ καὶ τὸ παιδίον κλαυθμυρίζει, καὶ ἡ μήτηρ ὀδυνᾶται, τὴν μὲν προ‐ αίρεσιν τοῦ τρέφειν ἡπλωμένην | | **15** | ἔχουσα, τὴν δὲ τροφὴν μὴ ἐπιδι‐ δομένην ὁρῶσα· ὡσαύτως καὶ ἡμεῖς τῇ προτεραίᾳ τὴν θηλὴν τῆς δια‐ νοίας ὑμῖν ὑποβαλόντες ἐτερπό‐ μεθα ὑμῶν ἐφελκόντων τὸ γάλα | | **20** | τοῦ λόγου· ὅτε δὲ τὸ τῆς λήθης νέφος ὑποδραμὸν τῇ διανοίᾳ, τὸν λόγον, ἀνέκοψεν, τότε δὴ καὶ ὑμεῖς ἠγανακτήσατε ὡς ἀποστερούμενοι τῶν εὐαγγελικῶν διδαγμάτων τὰ | | **25** | νοήματα, καὶ ἡμεῖς ἐδυσφοροῦμεν, τὴν μὲν προθυμίαν τοῦ λέγειν ἐκ‐ τεταμένην ἔχοντες, τὸν δὲ νοῦν κω‐ | | **216** | Ἀλλ’ ἴσως τοῦτο συμβέβηκεν ἡμῖν, ἵνα γνῶμεν, ὅτι „οὔτε τοῦ θέλον‐ τος, οὐδὲ τοῦ τρέχοντος, οὐδὲ τοῦ διώκοντος, ἀλλὰ τοῦ ἐλεοῦντος | | **5** | θεοῦ“. δεῦρο τοιγαροῦν, ἐπειδήπερ θεὸς δίδωσι τοῖς λέγουσι χάριν, οὐ διὰ τὴν ἀξίαν τῶν λεγόντων, ἀλλὰ διὰ τὴν χρείαν τῶν ἀκουόντων, αὐτὸν παρακαλέσαντες, ἀπὸ τῶν | | **10** | ἀρτίως ὑμῖν ὑπαναγνωσθέντων εὐαγγελικῶν ἀναγνωσμάτων κατὰ δύναμιν τὸ πότιμον τῆς διδασκα‐ λίας ἀρυσώμεθα νᾶμα. | | **16** | „Ἦν τις ἀσθενῶν, φησίν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν κύριον | | **20** | μύρῳ, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. εἶπε δὲ ὁ Ἰησοῦς· οὐκ ἔστιν ἡ ἀσθέ‐ νεια αὕτη πρὸς θάνατον, ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ, ἵνα δοξασθῇ ὁ θεὸς δι’ αὐτῆς.“ Ἀνθυποφέρων | | **25** | λέγω „ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον, ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ“· οὐκ ἔστιν ἀσθένεια, ἀλλ’ εὐαγγελία· οὐκ ἔστιν ἀσθένεια, ἀλλ’ ἀσφάλεια. ὦ ἀσθένεια ἀρρωστούν‐ | | **30** | των ἰατρέ, πίστεως ὁδηγέ, θανά‐ του ἀντίπαλε, διαβόλου ἀντίδικε, σωτηρίας ἀρχηγέ. ὦ ἀσθένεια, ἀρε‐ τῆς θεμέλιε ἄρρηκτε, πίστεως δι‐ δάσκαλε, εὐσεβείας οἰκονόμε. ὦ | | **35** | ἀσθένεια πυρετοὺς ψυχῶν ἀποσο‐ βοῦσα, καὶ ἱδρῶτας βαπτίσματος δροσίζουσα, καὶ λαμπρὰς στολὰς | | **217** | οὐρανίου ἄρτου πάροχε, πίστεως λαμπαδοῦχε ἄριστε, διαβόλου παγὶς καὶ ἀνθρώπου σφραγίς. | | **8** | „Ὅτε δὲ ἤκουσεν, φησίν, ὁ Ἰησοῦς, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ | | **10** | δύο ἡμέρασ“. τί δὲ τὸ ἀναγκαῖον τοῦ ἐπιμεῖναι τὸν κύριον ἀκού‐ σαντα, καὶ μὴ εὐθὺς ἀπελθεῖν πρὸς τὸν ἀσθενοῦντα; ἀλλὰ πάν‐ τως ἐξεδέχετο τὸν θάνατον τοῦ | | **15** | Λαζάρου, ὅπως ἐν τῷ θανάτῳ μείζονα τῶν θαυματουργημάτων τὴν πίστιν τοῖς ὁρῶσιν ἐνδείξηται. μετὰ ταῦτα οὖν λέγει τοῖς μαθη‐ ταῖς ὁ Ἰησοῦς· „Λάζαρος ὁ φίλος | | **20** | ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν“. ἀληθῶς γὰρ ὁ τῶν ἀνθρώπων θάνατος ὕπνος παρὰ τῷ κυρίῳ λελόγισται. „πορεύ‐ ομαι, ἵνα ἐξυπνίσω αὐτόν“. τί γάρ; | | **25** | καὶ ἐνταῦθα ὢν ἀδυνατεῖς ζωο‐ ποιῆσαι τὸν νεκρόν; ἀλλ’ οὐχ οὕτω δέχονται τὴν χάριν οἱ Ἰουδαῖοι ἐμοῦ ἀπόντος· ἴσως γὰρ ἀναστάν‐ τος αὐτοῦ νομίσουσιν ἐκ συντυχίας | | **30** | τινὸς ἀναβιῶσαι τὸν Λάζαρον. αὐ‐ τὸς οὖν ἐγὼ παραγίνομαι, ὅπως παρόντος μου αὐτόπται γενόμενοι τῶν παρ’ ἐμοῦ γενομένων θαυμα‐ τουργημάτων, καὶ τὴν χάριν παρ’ | | **35** | ἐμοῦ δεξάμενοι, εἰς πίστιν βεβαίαν | | **218** | „Λάζαρος ὁ φίλος ἡμῶν κεκοί‐ μηται· ἀλλὰ πορεύομαι ἐξυπνίσαι αὐτόν. οἱ δὲ μαθηταὶ ἀκούσαντες εἶπον· κύριε, εἰ κεκοίμηται, σωθή‐ | | **5** | σεται“. οὐ τοσοῦτον δὲ θεοσεβῶς ἀπεκρίναντο, ὅσον ἰατρικῶς. ὕπνος γὰρ ληθαργικοὺς μὲν βλάπτει ἐπ‐ εκτεινόμενος, πυρετοὺς δὲ λύει μᾶλλον ἱδρώτων. ἐπειδὴ τοίνυν | | **10** | „ἔδοξαν οἱ μαθηταὶ λέγειν τὸν κύριον περὶ τῆς κοιμήσεως τοῦ ὕπνου, εἶπε μετὰ παρρησίας· Λά‐ ζαρος ὁ φίλος ἡμῶν ἀπέθανεν· καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε, | | **15** | ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν“. „ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ“ χαίρει νῦν ἐπὶ θανάτῳ φίλου; „χαίρω“, οὐ δι’ ἐμαυτόν, οὐδὲ διὰ τὸν τε‐ | | **20** | θνεῶτα, ἀλλὰ „δι’ ὑμᾶσ“· κέχρημαι γὰρ τῷ θανάτῳ πρὸς τὸν τῆς ὑμετέρας πίστεως θεμέλιον. ὦ θάνατος, Χριστοῦ ἀγαλλίασις. ὦ θάνατος, ζωῆς ἀνάπλεως. ὦ θά‐ | | **25** | νατος, θανάτου λυτήριον, „σωτη‐ ρίας ἀρχηγόσ“, πεπτωκότων ἀνά‐ στασις, καμνόντων ἀνάπαυσις, ἀσθενούντων ῥῶσις, δικαίων ἀνά‐ ψυξις· ὦ θάνατος διαβόλου κατά‐ | | **30** | λυσις, δαιμόνων καθαίρεσις, τοῦ πρωτοπλάστου Ἀδὰμ ἀνανέωσις. ὦ θάνατε, εὐφροσύνης συνεργέ, ἀφθαρσίας μηνυτά, χαρᾶς χορευτά. ἵνα δὲ ἐπιτεμὼν τῷ λόγῳ εἴπω; | | **35** | ἔρχεται Ἰησοῦς εἰς τὴν Βηθανίαν, | | **219** | ἀπήντησαν αὐτῷ αἱ ἀδελφαὶ Λα‐ ζάρου, προσπίπτουσι τοῖς γόνασι τοῦ κυρίου κλαίουσαι καὶ λέγουσαι· „κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν | | **5** | ἡμῶν ὁ ἀδελφόσ“. ἆρα γὰρ οὐκ ἦν ἐκεῖ; ἀλλὰ τῷ μὲν σώματι οὐκ ἦν ἐκεῖ, τῇ δὲ θεότητι οὐ μόνον ἐκεῖ, ἀλλὰ καὶ ἐν οὐρανοῖς. πῶς γὰρ ἐγίνωσκε τὸ πότε ἀπέθανεν | | **10** | ὁ Λάζαρος, εἰ μὴ παρὼν ἦν κατὰ τὴν ἀόρατον δύναμιν τῆς θεότη‐ τος; καὶ ἔλεγον· „κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφόσ“. εἶπε δὲ πρὸς αὐτὰς ὁ κύριος· πι‐ | | **15** | στεύσατε, καὶ ὄψεσθε τὴν δόξαν τοῦ θεοῦ διδάσκων ὅτι τῶν ἔργων τῶν ἀγαθῶν ἡ πίστις ἐστὶν ἀρχηγός. καὶ θεωρήσας αὐτὰς κλαίουσας, καὶ τοὺς παρόντας Ἰουδαίους, „ἐνεβρι‐ | | **20** | μήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτόν, καὶ εἶπεν· ποῦ τεθείκατε αὐτόν;“ τί ἐστι τὸ „ἐνεβριμήσατο τῷ πνεύματι“; ἔκδειξαι, ἀγαπητέ, καὶ μετ’ ὀλίγον εὑρήσεις τοῦ ζητου‐ | | **25** | μένου τὴν λύσιν. „ἐτάραξεν ἑαυ‐ τόν“, οὐχ ὡς ἡμεῖς ὑπὸ δειλίας ἢ λύπης ταρασσόμεθα, ἀλλ’ αὐτὸς „ἑαυτὸν ἐτάραξεν“, καὶ λέγει· „ποῦ τεθείκατε αὐτόν;“ ἆρα γὰρ ἠγνόει | | **30** | ποῦ τέθαπται, ὁ ἐγνωκὼς πότε τετελεύτηκεν; ἀλλὰ μιγνύει τὰ ἀν‐ θρώπινα ῥήματα τοῖς θείοις θαυ‐ ματουργήμασιν, ἵνα δείξῃ ὅτι καὶ ἄνθρωπος ἦν, καθὰ καὶ ὁ προφή‐ | | **35** | της λέγει· „καὶ ἄνθρωπός ἐστιν, | | **220** | δὲ προέταξεν ἵνα σημαίνῃ, ὅτι καὶ | | **224 (12)** | „Ποῦ τεθείκατε αὐτόν;“ ἡ δὲ Μαρία· „ἔρχου, φησίν, καὶ ἴδε, κύ‐ ριε. καὶ ἐδάκρυσεν ὁ Ἰησοῦσ“. τίς | | **15** | δὲ χρεία δακρύειν, ὃν ἔμελλεν ἀνι‐ στᾶν μετ’ ὀλίγον; ἀλλ’ ἐδάκρυσεν ὁ Ἰησοῦς, ἵνα τὸ συμπαθὲς καὶ τὸ φιλάνθρωπον περὶ τοὺς ὁμοφύλους ἡμῖν ὑποδείξῃ· ἐδάκρυσεν ὁ Ἰησοῦς, | | **20** | ἵνα τὸ „κλαίειν μετὰ κλαιόντων“ ἔργῳ μᾶλλον ἢ λόγῳ διδάξῃ· „ἐδά‐ κρυσεν ὁ Ἰησοῦσ“· ἐδάκρυσεν, οὐκ ἐπένθησεν, τὸ μὲν ἀδάκρυτον παν‐ τελῶς ὡς ἀπηνὲς καὶ ἀπάνθρωπον | | **25** | παραιτούμενος, τὸ δὲ φιλοπενθὲς ὡς ἀγενὲς καὶ ἄνανδρον διωθού‐ μενος· τάξιν δὲ ἐπιτιθεὶς τῇ συμ‐ παθείᾳ ἐδάκρυσεν. ἔρχεται ἐπὶ τὸ σπήλαιον, καὶ θεωρεῖ λίθον ἐπι‐ | | **30** | κείμενον τῷ μνήματι. κελεύει τοῖς παρεστῶσιν Ἰουδαίοις ἀποκυλῖσαι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ σπηλαίου. ὁ λέγων· „ἐὰν πίστιν ἔχητε ὡς κόκκον σινάπεως, ἐρεῖτε | | **35** | τῷ ὄρει τούτῳ· ἄρθητι καὶ βλή‐ θητι εἰς τὴν θάλασσαν, καὶ γενή‐ σεται ὑμῖν“· πῶς νῦν αὐτὸς ἀδυ‐ | | **225** | οὐχ ὡς ἀδυνατῶν τοῦτο ποιῶ, φησίν, ἀλλ’ ἵνα μὴ δόξωσι φαντα‐ σίαν εἶναι τὸ γινόμενον, ἐπιτάσσω αὐτοῖς τοῖς Ἰουδαίοις ἰδίαις χερσὶν | | **5** | ἀποκυλῖσαι τὸν λίθον, τὸ μέγιστον σημεῖον ἐμαυτῷ καταλιμπάνων· ἵνα αὐτοὶ μάρτυρες γένωνται τῶν ὑπ’ ἐμοῦ γενομένων σημείων. εἶτα μετὰ τὸ ἀποκυλῖσαι τὸν λίθον, | | **10** | ἀναβλέψας ὁ Ἰησοῦς εἰς τὸν οὐρα‐ νόν, εἶπεν „εὐχαριστῶ σοι, πάτερ, | | **226 (10)** | Πότε δὲ προσηύξατο; νῦν λάμ‐ βανε, ἀγαπητέ, τὴν πρὸ βραχέως ζητουμένην παρὰ σοῦ λύσιν τοῦ ῥητοῦ· ὅτε γὰρ ἐνεβριμήσατο τῷ πνεύματι, τότε προσηύξατο. „καὶ | | **15** | ταῦτα εἰπὼν ἔκραξε φωνῇ μεγάλῃ λέγων, Λάζαρε, δεῦρο ἔξω. καὶ εὐθέως ἐξῆλθεν ὁ τεθνηκὼς δεδε‐ μένος τὰς χεῖρας καὶ τοὺς πόδας κειρίαισ“. ὦ φωνῆς δύναμις ᾅδην | | **20** | διαρρήξασα, πύλας χαλκᾶς συντρί‐ ψασα, μοχλοὺς σιδηροῦς συνθλά‐ σασα, διάβολον καταστρώσασα, θά‐ νατον καταργήσασα, νεκρὸν ἀνε‐ γείρασα· ὦ φωνῆς δύναμις, τὰ διε‐ | | **25** | στῶτα μέλη εἰς ἓν συναγαγοῦσα καὶ ἀνορθοῦσα, καὶ τὸ ἐξ οὐκ ὄν‐ των εἰς τὸ εἶναι παραγαγοῦσα· ὦ φωνῆς δύναμις, τὸν τετραήμερον νεκρὸν ὡς ἐξ ὕπνου ἐγείρουσα καὶ | | **30** | τὸν „κειρίαις δεδεμένον“ ὡς εὔλυ‐ τον καὶ ὀξυδρομέα τοῦ τάφου προα‐ γαγοῦσα· ἐπίστησον, ἀγαπητέ, τὸν νοῦν σου τῇ φωνῇ, καὶ εὑρήσεις αὐτὸν τὸν λόγον τὸν λέγοντα ἐν | | **35** | τῇ κοσμοποιΐᾳ „γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ“, καὶ ἐγένοντο, τὸν αὐτὸν | | **227** | ἔξω“. καὶ οἱ ἀπορρεύσαντες ἰχῶ‐ ρες τῶν σαρκῶν τὰς κοτύλας πάλιν ἀνεπλήρουν, καὶ αἱ ἀποπεσοῦσαι τρίχες τὴν οἰκείαν τάξιν ἐπεγίνω‐ | | **5** | σκον, καὶ ἐν τοῖς μέλεσι κατεφυ‐ τεύοντο. „Λάζαρε δεῦρο ἔξω“· καὶ ὁ νεκρὸς ἀνίστατο, καὶ τεταρ‐ ταῖος ἴσος ἦν τῷ μήτε τὴν ἀρχὴν τεθνεῶτι. „Λάζαρε δεῦρο ἔξω“· | | **10** | καὶ ἡ ψυχὴ ἐκ τῶν καταχθονίων ἀνασπαστὸς ἐγίνετο, μὴ διαβόλου ἀντιλέγοντος, μὴ θανάτου ἀντι‐ παλαίοντος, καὶ χαίρουσα τὸ ἴδιον οἴκημα ἐπεγίνωσκεν. τούτων τῶν | | **15** | θαυματουργημάτων, ἀγαπητέ, τὸ θεῖον ἔργον θεωρήσας, τὴν ἀνά‐ στασιν μὴ ἀμφίβαλλε· γενέσθω σοι ἔσοπτρον ὁ Λάζαρος, καὶ ἐν ἐκείνῳ σεαυτὸν θεωρήσας, τὴν ἀνέγερσιν | | **20** | πίστευε. ἡ αὐτὴ γὰρ φωνὴ πάν‐ τας ἡμᾶς ἀναστήσει, ὥς που καὶ ὁ ἀπόστολος λέγει „σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρ‐ τοι“ τῇ χάριτι τοῦ κυρίου ἡμῶν | | **25** | Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς |