================================================================================ Ὅτι Σπουδαῖον τὸ Καταφρονεῖν τῆς Θεοῦ Μακροθυμίας That It is Serious to Despise God's Clemency Ἰωάννης ὁ Χρυσόστομος by John Chrysostom Archbishop of Constantinople ================================================================================ ================================================================================ Δʹ. Τοῦ αὐτοῦ, ὅτι βαρὺ τῆς τοῦ Θεοῦ φιλανθρωπίας καταφρονεῖν. Ἐῤῥέθη δὲ τῆς τῶν μυρίων ταλάν‐ ================================================================================ ================================================================================ των ἀναγνωσθείσης παραβολῆς. Καὶ κατὰ Ἰουδαίων, τοῦ σεισμοῦ γενομένου. ================================================================================ [42] Ἡ μὲν τῆς Δεσποτικῆς φιλανθρωπίας ἀρτίως ἀκουο‐ μένη φιλοτιμία πολλὴν καὶ μυρίων ἁμαρτίας ταλάντων χρεοκοπίαν εἰργάσατο ἁμαρτωλοῖς δωρουμένη· πολλοὶ [45] δὲ πολλάκις τῆς Δεσποτικῆς κατασκιρτῶντες χρηστό‐ τητος, καὶ κακῶς ταῖς παρ’ αὐτῆς δωρεαῖς κεχρημένοι, τὸν τῆς φιλανθρωπίας κατασκευάζουσι πλοῦτον θησαυ‐ ρισμὸν ἑαυτοῖς τιμωρίας. Οὐ γὰρ σκορπίζων ἁπλῶς τοὺς οἰκτιρμοὺς ὁ Θεὸς, οὐδὲ νοσῶν ἀσωτίαν φιλοτιμίας, [64 . 17 (50)] τὸν τῆς φιλανθρωπίας ἐπιδείκνυται πλοῦτον, ἀλλὰ τῇ τῶν δωρεῶν δυσωπῶν ἀφθονίᾳ· ὅταν δὲ ἴδῃ μάτην αὐ‐ [64 . 18 (43)] ἀγαθῶν τὰς πηγὰς, κατέχει τῆς φιλανθρωπίας τοὺς ὄμβρους, ὀκνεῖ χαριζόμενος. Πόσοις ποτὲ τοὺς Ἰουδαίων [45] δήμους ἀγαθῶν ὑετοῖς ἐπικλύζων, ὡς εἶδεν ἀκάρπους πρὸς εὐχαριστίας καρποὺς, ὥσπερ ἐμπλησθεὶς τῆς ἐκεί‐ νων ἀγνωμοσύνης, ἐβόα· Ἐγένεσθέ μοι εἰς πλησμο‐ νήν. Τῆς ἐμῆς εἰς ὑμᾶς ὤφθητε, φησὶ, πρός με φιλαν‐ θρωπίας φιλονεικότεροι· ἔκαμνον ὑμῖν χαριζόμενος· [64 . 18 (50)] Ἐγένεσθέ μοι εἰς πλησμονήν. Εὐλόγως τῆς ἐπ’ αὐτοῖς μακροθυμίας ὁ κόρος· οὐ γὰρ εὑρίσκεται τρόπος τῆς