================================================================================ Χριστιανικαὶ ᾨδαί Christian Songs Ἄνώνυμος ὁ ὑμνογράφος by Latin Hymnographer Anonymous ================================================================================ [1] Στόμιον πώλων ἀδαῶν, [5] τοὺς σοὺς ἀφελεῖς παῖδας ἄγειρον, αἰνεῖν ἁγίως, ὑμνεῖν ἀδόλως ἀκάκοις στόμασιν [10] παίδων ἡγήτορα Χριστόν. βασιλεῦ ἁγίων, λόγε πανδαμάτωρ πατρὸς ὑψίστου, σοφίας πρύτανι, [15] στήριγμα πόνων αἰωνοχαρές, βροτέας γενεᾶς σῶτερ Ἰησοῦ· ποιμήν, ἀροτήρ, [20] οἴαξ, στόμιον, πτερὸν οὐράνιον παναγοῦς ποίμνης, ἁλιεῦ μερόπων τῶν σῳζομένων [25] πελάγους κακίας, ἰχθῦς ἁγνοὺς κύματος ἐχθροῦ γλυκερῇ ζωῇ δελεάζων. ἡγοῦ προβάτων [30] λογικῶν ποιμήν, ἁγίων ἡγοῦ βασιλεῦ παίδων ἀνεπάφων. ἴχνια Χριστοῦ ὁδὸς οὐρανία. [35] λόγος ἀέναος, αἰὼν ἄπλετος, [40] σεμνῇ βιοτῇ θεὸν ὑμνούντων, Χριστὲ Ἰησοῦ· γάλα οὐράνιον μαστῶν γλυκερῶν [45] νύμφης χαρίτων, σοφίας τῆς σῆς, ἐκθλιβόμενον οἱ νηπίαχοι ἀταλοῖς στόμασιν [1 (50)] ἀτιταλλόμενοι, θηλῆς λογικῆς πνεύματι δροσερῷ ἐμπιμπλάμενοι, αἴνους ἀφελεῖς, [55] ὕμνους ἀτρεκεῖς βασιλεῖ Χριστῷ, μισθοὺς ὁσίους ζωῆς διδαχῆς, μέλπωμεν ὁμοῦ, [60] πέμπωμεν ἁπλῶς παῖδα κρατερόν. χορὸς εἰρήνης οἱ χριστόγονοι· λαὸς σώφρων, [65] ψάλλωμεν ὁμοῦ [2] ⏑⏑– ⏑⏑– ⏑⏑– ⏑⏑– [⏑⏑– ⏑] ὁμοῦ πᾶσαί τ̣ε θεοῦ [5] λόγιμοι δ̣ο̣[ῦλα]ι̣. [ὅσ]α̣ κ̣[όσμος ἔχει] [............] [............] [πρ]υτανηω (?) [10] σιγάτω, μηδ’ ἄστρα φαεσ‐ φόρα λ̣[αμπ]έ̣[σ]θ̣ων, [ἀπο]λ̣ε̣ι̣[πόντω]ν̣ ρ̣[αδιναὶ προχοαί] [15] ποταμῶν ῥοθίων πᾶσαι. ὑμνούντων δ’ ἡμῶν [π]α̣τέρα χ’ ὑιὸν χ’ ἅγιον [20] πνεῦμα πᾶσαι δυνάμεις ἐπιφωνούντων· ἀμήν, ἀμήν· κράτος, αἶνος [ἀεί] [25] [καὶ δόξα θεῷ] δ̣[ωτ]ῆ[ρι] μ̣ό̣ν̣ω̣ πάντων ἀγαθῶν. [3] [Τηρεῖς σὺ τὸν] ἄρνα ἐπ’ ὤμου λαβὼν σῇ π̣ο̣ίμνη̣ ἑνώσας. Ὑιὸν νομέα νῦν ἐπέγνω̣, νῦν ἔσχα νομὴν πατρῴαν. Φοβερὰς δυνάμεις διοδεύσω μηδέν τι παθὼν ἀπὸ τούτων. †Χάρις τ̣εσυ̣† μάκαρ ἀποβλέψας ἀποφεύξομαι τῶν ἐπιβούλων. [5] Ψαλτήριά σοι ἀνεγείρω, ἁγίου̣〈σ〉 δὲ̣ χοροὺς χορεύσω. Ὦ Λόγε πατρὸς ἀπειρί̣τ̣ο̣υ̣, σοὶ δόξα, κράτος εἰς αἰῶνας. [4 (1a)] [Ἀ...]α̣.υν θ̣(εὸ)ν̣ α̣ν̣ειπ̣ος [1b] Ἀθανατ[..................] [1c] [Ἀθά]νατον ζωὴν ἵνα λάβῃς. [2a] Βαρὺν θεσμὸν ἔφυγες ἀνόμ̣ο̣υ̣ [2b] Βα[...............] [2c] [Β....]ι̣νικα̣υ̣τον πρὸς ἀγάπην. [3a] Γάμον ἤλυθες 〈ἐσ〉 βασιλῆος, [3b] Γάμον κ.ν̣.[..]λ̣.]......... [3c] [Γ....]. ἵνα μή ς’ ἀφε̣ν̣ίσῃς. [4a] Δυσὶ ῥήμασι μηκέτι λάλει, [4b] Δίχα τῶν ἐπισε̣ι̣[........] [4c] [Δ.............]ολας. [5a] Ἔρχονταί τινες προβατίνοις [5b] Ἐν σχήμασιν̣ ἔ̣σ̣ω̣θεν̣ λ̣[ύκοι] [5c] [Ἐπιγνώσεσθέ] τε μακρόθεν. [6a] Ζήτει ζῆσαι μεθ’ ἁγίων, [6b] Ζ[ή]τει ζωὴν ἵνα λάβῃ〈σ〉, [6c] Ζή[τει τὸ πῦρ ἵνα] φύγῃ〈σ〉. [7a] Ἣν ἔμαθες ἐλπίδα κράτει, [7b] Ἣν ὥρι[σ]έ σοι ὁ δεσπότη[ς] [7c] [Η............].λον. [8a] Θ(εὸ)ς ἤλυθε πολλὰ κομίσας, [8b] Θανάτο[υ] τριτόπ̣η̣μα̣ τελέσα[ς] [8c] [Θ.........].ετ̣ιρ̣η̣.α̣δ̣ο̣υς [9a] Ἰ(ησοῦ)ς ὁ παθὼν ἐπὶ τ̣ο̣ύτοις [9b] Εἰπὼν ὅτι ν̣ῶτα παρέχω, [9c] Ἵνα [μὴ] θαν[άτ]ῳ περιπέσῃ〈σ〉. [10a] Κάλ’ εἰσὶ τὰ θεσμὰ τοῦ θ(εο)ῦ· [10b] Κατὰ πάντα τύποις ὑπομέν̣[ει,] [10c] Καλὴν ζωὴν ἵνα λάβῃς. [11a] Λουσάμενος ἐν Ἰορδάνῃ, [11b] Λουσάμενος ἐνὶ τύποις [11c] Λ̣ο̣υ̣τ̣ρ̣ὸ̣ν̣ [τ]ὸ̣ καθάρσιον ἔχει. [12a] Μείνας ἐπειράζετ’ ἐν ὄρει, [12b] Μεγαλῶς δ’ ὑπὸ †π̣αο̣υν̣ο̣μου [12c] Μ...νη̣ς αὐτὸς εἴη. [13a] Νῦν ἔργασαι κληρονομίας, [13b] Νῦν καιρὸν ἔχ[ει]ς ὅτι [δίδως] [13c] Νῦ̣ν̣ τ̣οῖς πεινῶσι μεγάλως. [14a] Ξένους εἶπε θ(εὸ)ς διατρέφειν, [14b] Ξένους κα〈ὶ〉 μὴ δυν〈α〉μένους· [14c] [Ξένιζ]ε, τὸ πῦρ ἵνα φύγῃ〈σ〉. [15a] Ὃν ἔπεμψε πατήρ, ἵνα πάθῃ, [15b] Ὁ λαβὼν ζωὴν αἰ[ω]νί̣α̣[ν,] [15c] [Ὁ λαβὼν κ]ράτος ἀθανασίας. [16a] Παισὶν δ’ [ε]ὐηγγέλιζε λέγων· [16b] Πτωχοὶ βασιλ〈ε〉ίαν ε̣[....] [16c] [Π.....] εἶναι κληρονομίας. [17a] Ῥαπιζ[.....] ἐνί τύποις, [17b] Ῥοπὴν ἵνα παντὶ παρέχῃ, [17c] [Ρ..... θ]άνατον ἵν’ ὀλέσῃ, [18a] Σὺ θα[νὼν ἵ]ν’ ἀνάστασιν ἴδῃς, [18b] Σὺ τὸ φῶς ἵν’ αἰώνι[ο]ν ἴ[δῃς,] [18c] Σὺ θ(εὸ)ν] φώτων ἵνα λάβῃς. [19a] Τὰ [δ’] ἀ̣[νάπ]αυλα λυπομένων, [19b] Τὰ δὲ σκιρτήματ’ ἀ[θλίων,] [19c] [Τὸ δὲ πῦ]ρ φοβερὸν παρανόμοις. [20a] Ὑπὸ τὴ[ν] χάριν ἦλθες ἀκόπως· [20b] Ὑπάκουε πένησιν [ἀφθόνως,] [20c] [Ὑπερηφά]νως μηκέτι λάλει. [21a] [Φοβερὸν ἀδικοῦν]τι τὸ πῦρ, [21b] Φοβερὸν εἰς 〈τὸν〉 ἀεὶ χρόν[ον,] [21c] [Φοβερόν δὲ τ]ὸ πῦρ παρανόμοις. [22a] [Χ.....................] [22b] Χ(ριστὸ)ς καὶ στέμμαθ’ ἁγίω[ν,] [22c] [Χαλεπὸν δὲ τὸ] πῦρ παρανόμοις. [23a] [Ψ..................] [23b] [Ψάλλ]ων ψαλμοὺς μεθ’ ἁγίων [23c] Ψυχὴν [ὥσ]τε πάντοτε τρέφειν. [24a] [Ω.....................] [24b] Ὧν ἔμαθες μηκέτι λάθῃ, [24c] Ὧν εἶπεν σοι ἵνα λάβῃς. [25a] [..................] [25b] [.... θ]άνατον οὐκέτι δύνῃ.