================================================================================ Ἐπιστολή Letter Ἐπιστολαὶ τοῦ Καλάνου by Letters of Calanus Anonymous ================================================================================ ================================================================================ Κάλανος Ἀλεξάνδρῳ. ================================================================================ [1] Φίλοι πείθουσι χεῖρας καὶ ἀνάγκην προσφέρειν Ἰνδῶν φιλοσόφοις, οὐδ’ ἐν ὕπνῳ ἑορακότες ἡμέτερα ἔργα. σώματα γὰρ μετοίσεις ἐκ τόπου εἰς τόπον, ψυχὰς δὲ οὐκ ἀναγκάσεις ποιεῖν ἃ μὴ βούλονται μᾶλλον [5] ἢ πλίνθους καὶ ξύλα φωνὴν ἀφεῖναι. πῦρ μεγίστους τοῖς ζῶσι σώμασι πόνους καὶ φθορὰν ἐργάζεται· τούτου ὑπεράνω ἡμεῖς γινόμεθα, ζῶντες καόμεθα. οὐκ ἔστι βασιλεὺς οὔτε ἄρχων, ὃς ἀναγκάσει ἡμᾶς ποιεῖν ἃ μὴ προαιρούμεθα. Ἑλλήνων δὲ φιλοσόφοις οὐκ ἐξο‐ [10] μοιούμεθα, ὅσοι αὐτῶν εἰς πανήγυριν λόγους ἐμελέτη‐ σαν, ἀλλὰ λόγοις ἔργα παρ’ ἡμῖν ἀκόλουθα, καὶ ἔργοις λόγοι βραχεῖς ἄλλην ἔχουσι δύναμιν, καὶ μακαριότητα