================================================================================ Δελφικὸς Παιὰν Β' καὶ Προσόδιον πρὸς Ἀπόλλωνα Delphic Paean II and Prosodion to Apollo Λιμήνιος ὁ Ἀθηναῖος by Limenius of Athens ================================================================================ [t1] Πα]ι̣ὰν δὲ καὶ π[οθό]διον εἰς τ[ὸν θεὸν ὃ ἐπό]η̣σε[ν καὶ [t2] προσεκιθάρισε]ν Λιμήνι[ος Θ]ο̣ίνο[υ Ἀθηναῖος [1] [Ἴ]τ’ ἐπὶ τηλέσκοπον τάν[δ]ε Πα[ρνασί]αν [φιλόχορον] δικόρυφον κλειτύν, ὕμνων κ[ατά]ρχ[ετε δ’ ἐμῶν, Πιερίδες, αἳ νιφοβόλους πέτρας ναίεθ’ [Ἑλι]κωνίδ̣[ας·] μέλπετε δὲ Πύθιον χ[ρ]υσοχαίταν ἕ[κατ]ον εὐλύραν [5] Φοῖβον, ὃν ἔτικτε Λατὼ μάκαιρα πα[ρὰ λίμνᾳ] κλυτᾷ, χερσὶ γλαυκᾶς ἐλαίας θιγοῦ[ς’ ὄζον ἐν ἀγωνίαι]ς ἐριθα[λῆ.] Πᾶ[ς δὲ γ]άθησε πόλος οὐράνιος [ἀννέφελος ἀγλαός,] [ν]ηνέμους δ’ ἔσχεν αἰθὴρ ἀε[λλῶν ταχυπετ]εῖς [δρό]μους, λῆξε δὲ βαρυβρόμων Νη[ρέως ζαμενὲς ο]ἶδμ’ [10] ἠδὲ μέγας Ὠκεανός, ὃς πέριξ [γᾶν ὑγραῖς ἀγ]κάλαις ἀμπέχει. Τότε λιπὼν Κυνθίαν νῆσον ἐ[πέβα θεὸ]ς πρω[τό]καρπον κλυτὰν Ἀτθίδ’ ἐπὶ γαλ[όφῳ πρῶνι] Τριτωνίδος· μελίπνοον δὲ Λίβυς αὐδὰγ χέω[ν λωτὸς ἀνέμελ]πεν ἁ‐ δεῖαν ὄπα μειγνύμενος αἰόλ[οις κιθάριος μέλεσιν, ἅ]μα δ’ [15] ἴαχεν πετροκατοίκητος ἀχ[ὼ Παιὰν ἰὲ Παιάν·] [ὁ] δὲ γέγαθ’, ὅτι νόῳ δεξάμενος ἀμβρόταν Δι̣[ὸς ἐπέγνω φρέ]ν’· ἀνθ’ ὧν ἐκεί‐ νας ἀπ’ ἀρχᾶς Παιήονα κικλῄσκ[ομεν ἅπας λ]αὸς α[ὐτο]χθόνων ἠδὲ Βάκχου μέγας θυρσοπλὴ[ξ [20] ἑσμὸς ἱ]ερὸς τεχνιτῶν ἔνοικος πόλει Κεκροπίᾳ. Ἀ[λλὰ χρησμ]ῳδὸν ὃς ἔχεις τρίποδα, βαῖν’ ἐπὶ θεοστιβ[έα τάνδε Π]αρνασίαν δειράδα φιλένθεον. Ἀμφὶ πλόκ[αμον σὺ δ’ οἰ]νῶ[πα] δάφνας κλάδον πλεξάμενος ἀπ[λέτους θεμελίους τ’] ἀμβρότᾳ χειρὶ σύρων, ἄναξ, [25] Γ[ᾶς πελώρῳ συναντᾷς] κόρᾳ. [30] [σύ]ριγμ’ ἀπε..ων[... ...] ἐφρούρε[ις δὲ Γᾶ[ς] [ἱερόν, ὦναξ, παρ’ ὀμφαλόν, ὁ βάρ]βαρος Ἄρης ὅτε [τε]ὸν μαντόσ[υνον οὐ σεβί‐ ζων ἕδος πολυκυθ]ὲς λῃζόμενος [35] ὤλεθ’ ὑγρᾷ χ[ιόνος ἐν ζάλᾳ.] [Ἀλλ’, ὦ Φοῖβε,] σῷζε θεό‐ κτιστον Παλλάδος [ἄστυ καὶ λαὸν κλεινόν, σύν] τε θεά, τόξων δεσπότι Κρησίω[ν] [40] κυνῶ[ν τ’ Ἄρτεμις, ἠδὲ Λα‐ τὼ] κυδίστα· καὶ ναέτας Δελφῶν τ[ημελεῖθ’ ἅμα τέ‐ κνοις συμ]βίοις δώμασιν ἀ‐ πταίστους, Βάκχου [θ’ ἱερονί‐ [45] καισιν εὐμε]νεῖς μόλετε προσπόλοισ[ι], τάν τε δορί‐ [στεπτον κάρτεϊ] Ῥωμαίω[ν] ἀρχὰν αὔξετ’ ἀγηράτῳ