================================================================================ Φοινικικά Phoenician Matters Λολλιανός by Lollianus the Erotic Writer ================================================================================ [col 2] νι̣ ε̣ἰς τὴν αὐτὴν θαψα̣[...] μικρὸν ἀπὸ τῆς ὁδοῦ ἐκ̣[τρα‐] πείς. κεῖμαι δὴ ὑπὸ τῇ π[λα‐] τανίστῳ ἐκείνῃ καὶ μ̣ε̣τ’ ἐ‐ [5] μοῦ κόρη καλή, ἄμφω ἀνῃρη‐ μένοι.” ὁ δὲ Γλαυκέτης ἐκ‐ πλαγείς, ὥσπερ εἰκός, ἐφθέγ‐ ξατο μὲν οὐδὲν πρὸς ταῦ‐ τ̣α̣, ἐπένευεν δὲ μόνον καὶ [10] [ἅμ]α̣ ἤλαυνεν. ὁ δὲ νεάνι‐ [σκος] ἠφανίσθη ἐπινεύσαν‐ [τος, ὁ] δὲ Γλαυκέτης κατὰ κρά‐ [τ]ος ἤλαυνεν καὶ ἅμα ἐπε‐ στρέφετο, εἴ που αὖθις ἴδοι [15] ἐκεῖνον, ἀλλ’ οὐκέτι ἔβλεπεν. ἀφικνεῖται οὖν νυκτὸς ἔτι ε[ἰ]ς τὴν κώμην καὶ ἦν πα‐ ρ’ αὐτῇ ποταμός· τοῦτον δι‐ αβὰς ὁρᾷ τινα ἱππόστα‐ [20] σιν ἀνεῳγμένην καὶ ἐν αὐτῇ στιβάδα εὐτελῆ καὶ φαύλην. καταδήσας οὖν πρὸς τῇ φάτνῃ τὸν ἵππον βαλὼν αὐτὸς ἐπὶ τῆς στιβά‐ [25] δ[ο]ς ἐπεχείρει καθεύδειν· κἀν τούτῳ κάτεισι γυνὴ δι‐ ὰ κλίμακος ἣ ἦν ἐξ ὑπερῴ‐ [ου ἄ]γουσα κάτω εἰς τὴν ἱπ‐ [πόστασιν...] [29] [Break in Text (point at which text breaks off for an unknown length)]