# Ἀπόσπασμα *Fragment* **Author:** Λύγκευς ὁ Σάμιος *Lynceus of Samos the Comic Poet* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **tit 1** | ΚΕΝΤΑΥΡΟΣ | | **1** | μάγειρ’, ὁ θύων ἔσθ’ ὁ δειπνίζων τ’ ἐμὲ Ῥόδιος, ἐγὼ δ’ ὁ κεκλημένος Περίνθιος· οὐδέτερος ἡμῶν ἥδεται τοῖς Ἀττικοῖς δείπνοις. ἀηδία γάρ ἐστιν Ἀττικὴ | | **5** | ὥσπερ ξενική· παρέθηκε πίνακα γὰρ μέγαν, ἔχοντα μικροὺς πέντε πινακίσκους ἐν οἷ. τούτων ὁ μὲν ἔχει σκόροδον, ὁ δ’ ἐχίνους δύο, ὁ δὲ θρυμματίδα γλυκεῖαν, ὁ δὲ κόγχας δέκα, ὁ δ’ ἀντακαίου μικρόν. ἐν ὅσῳ δ’ ἐσθίω, | | **10** | ἕτερος ἐκεῖν’, ἐν ὅσῳ δ’ ἐκεῖνος, τοῦτ’ ἐγὼ ἠφάνισα· βούλομαι δ’ ἐγώ, βέλτιστε σύ, κἀκεῖνο καὶ τοῦτ’, ἀλλ’ ἀδύνατα βούλομαι· | | **15** | ἀλλ’ οὐδέν ἐστι τοῦτο πρὸς τὴν γαστέρα· κατέπασα γὰρ τὸ χεῖλος, οὐκ ἐνέπλησα δέ. Β. τί οὖν; Α. ἔχεις ὄστρεια; Β. πολλά. Α. πίνακά μοι τούτων παραθήσεις αὐτὸν ἐφ’ ἑαυτοῦ μέγαν. ἔχεις ἐχίνους; Β. ἕτερος ἔσται σοι πίναξ· | | **20** | αὐτὸς γὰρ αὐτὸν ἐπριάμην ὀκτὼ ’βολῶν. Α. ὀψάριον αὐτὸ τοῦτο παραθήσεις μόνον, |