================================================================================ Ἀποσπάσματα Fragments Λύσιππος ὁ Κωμικός by Lysippus the Comic Poet ================================================================================ [Bak tit] ΒΑΚΧΑΙ. [Bak 1] Α. Ἕρμων, τί ἔστι, πῶς ἔχομεν; Β. τί δ’ ἄλλο γ’ ἤ ὁ πατὴρ ἄνωθεν ἐς τὸ φρέαρ, ἐμοὶ δοκεῖν, ὥσπερ τὸν οἶνον τοῦ θέρους, καθεικέναι. [Bak 2] Βλαύτῃ, κοθόρνῳ, Θετταλίδι. [Bak 3] Ἀλλὰ τρίμιτός ἐστι πλεκτός. [Bak 4] Αὐτοῖσιν αὐλοῖς ὁρμαὶ καὶ γλωττοκομείῳ. [Bak 5] Οὐδ’ ἀνακνάψας καὶ θειώσας τὰς ἀλλοτρίας ἐπινοίας. [Eif tit] EX INCERTIS FABULIS. [Eif 1-2] Εἰ μὴ τεθέασαι τὰς Ἀθήνας, στέλεχος εἶ, εἰ δὲ τεθέασαι μὴ τεθήρευσαι δ’, ὄνος, εἰ δ’ εὐαρεστῶν ἀποτρέχεις, κανθήλιος. [3] * * * * Αὕτη πόλις ἔσθ’ Ἑλληνὶς ἡ ῥόδοις ἴσην [5] εὐωδίαν ἔχουσα χἄμ’ ἀηδίαν. τὰ γὰρ Ἁλιεῖα μεγάλην εἰς σχολήν· τὸ δ’ ἁλιακὸν ἔτος με μαίνεσθαι ποιεῖ· ὅταν δὲ τὴν λεύκην τις αὐτῶν πρᾳέως ἁλιακὸν εἶναι στέφανον εἴπῃ, πνίγομαι [10] οὕτως ἐπ’ αὐτοῖς, ὥστε μᾶλλον ἂν θέλειν ἀποκαρτερεῖν ἢ ταῦτ’ ἀκούων καρτερεῖν. [Eif 3] Ἀλλὰ δᾷδας ἡμμένας ἐμοὶ δότω τις ἔνδοθεν, καὶ κόρους πλεκτοὺς ἀκραιφνεῖς μυρρίνης. [Eif 4] Κύων δέ τις