================================================================================ Ἀποσπάσματα Fragments Μελάνθιος ὁ Ἱστορικός by Melanthius the Historian ================================================================================ [t1] ΑΤΘΙΣ. E LIBRO SECUNDO. [1] Harpocratio v. Γρυπάνιον: Μελάνθιος ἐν βʹ Ἀτ‐ θίδος εἰπὼν σεισμὸν γεγονέναι φησί· «Καὶ ἔγρυπεν ἡ γῆ.» [t2-5] ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΛΕΥΣΙΝΙ ΜΥΣΤΗΡΙΩΝ. [2] Athenaeus VII: Ἀπολλόδωρος δὲ ἐν τοῖς Περὶ θεῶν τῇ Ἑκάτῃ φησὶ θύεσθαι τρίγλην, διὰ τὴν τοῦ ὀνόματος οἰκειότητα· τρίμορφος γὰρ ἡ θεός. Μελάνθιος δ’ ἐν τῷ Περὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων, καὶ τρίγλην [5] καὶ μαινίδα, ὅτι καὶ θαλάττιος ἡ Ἑκάτη. [3] Schol. Aristoph. Plut. 845: Ἔθος γὰρ ἦν, ἐν οἷς τις (ἱματίοις) μυηθείη, εἰς θεοῦ τινος (ταῦτα) ἀνατιθέναι, ὥσπερ δηλοῖ καὶ Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων· «Πάτριόν ἐστι ταῖς θεαῖς ἀνιεροῦν καὶ τὰς στολὰς τοὺς [5] μύστας, ἐν αἷς τύχοιεν μυηθέντες.» [4] Schol. Aristoph. Avv. 1073: Οὗτος (sc. Διαγό‐ ρας ὁ Μήλιος) μετὰ τὴν ἅλωσιν Μήλου ᾤκει ἐν Ἀθή‐ ναις, τὰ δὲ μυστήρια ηὐτέλιζεν, ὡς πολλοὺς ἐκτρέπειν τῆς τελετῆς. Τοῦτο οὖν ἐκήρυξαν κατ’ αὐτοῦ Ἀθηναῖοι [5] καὶ ἐν χαλκῇ στήλῃ ἔγραψαν, ὥς φησι Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων. [5] Ibid.: Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων προφέρεται τῆς χαλκῆς στήλης καὶ ἀντίγραφον, ἐν ᾗ ἐπεκήρυξαν καὶ αὐτὸν καὶ τοὺς [μὴ?] ἐκδιδόντας Πελλανεῖς, ἐν ᾗ γέγραπται καὶ ταῦτα· ἐὰν δέ τις ἀποκτείνῃ Διαγόραν [5] τὸν Μήλιον, λαμβάνειν ἀργυρίου τάλαντον· ἐὰν δέ τις