# Ἀποσπάσματα
*Fragments*
**Author:** Μένανδρος ὁ Ἀθηναῖος
*Menander of Athens*
**Source:** markdown
---
| Reference | Text |
|-----------|------|
| |
**ΑΔΕΛΦΟΙ.** |
| **Ade 1** | Ὦ μακάριόν μ’ ὅστις γυναῖκ’ οὐ λαμβάνω. |
| **Ade 2** | Οὐ λυποῦντα δεῖ |
| **Ade 3** | Υἱῷ προθίμως τἀξιούμενον ποιῶν κηδεμόν’ ἀληθῶς, οὐκ ἔφεδρον ἕξεις βίου. |
| **Ade 4** | Οὐ παντελῶς δεῖ τοῖς πονηροῖς ἐπιτρέπειν, ἀλλ’ ἀντιτάττεσθ’· εἰ δὲ μή, τἄνω κάτω ἡμῶν ὁ βίος λήσει μεταστραφεὶς ὅλος. |
| **Ade 6** | Εἰ δ’ ἔστιν οὗτος τὴν κόρην διεφθορώς. |
| **Ade 7** | Τί πολλὰ τηρεῖν πολλὰ δεῖ δεδοικότα; |
| **Ade 8** | Ἔργον εὑρεῖν συγγενῆ πένητός ἐστιν· οὐδὲ εἷς γὰρ ὁμολογεῖ αὐτῷ προσήκειν τὸν βοηθείας τινὸς δεόμενον· αἰτεῖσθαι γὰρ ἅμα τι προσδοκᾷ. |
| **Ade 9** | Πρὸς ἅπαντα δειλὸν ὁ πένης ἐστὶ γὰρ καὶ πάντας αὑτοῦ καταφρονεῖν ὑπολαμβάνει· ὁ γὰρ μετρίως πράττων περισκελέστερον |
| **Ade 11** | Ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα κυάθους, ἕως κατέσεισε φιλοτιμούμενος. |
| **Ade 13** | Ἐγὼ δ’ ἀγροῖκος, ἐργάτης, σκυθρός, πικρός, φειδωλός. |
| **Ade 14** | Θεός ἐστι τοῖς χρηστοῖς ἀεὶ |
| | **ΑΛΑΕΙΣ.** |
| | **ΑΛΙΕΙΣ.** |
| **Hali 1-3** | Παχὺς γὰρ ὗς ἔκειτ’ ἐπὶ στόμα. Ἐτρύφησεν ὥστε μὴ πολὺν τρυφᾶν χρόνον. Ἴδιον ἐπιθυμῶν μόνος μοι θάνατος οὗτος φαίνεται εὐθάνατος, ἔχοντα πολλὰς χολλάδας κεῖσθαι παχύν, |
| **5** | ὕπτιον, μόλις λαλοῦντα καὶ τὸ πνεῦμ’ ἔχοντ’ ἄνω, ἐσθίοντα καὶ λέγοντα „σήπομ’ ὑπὸ τῆς ἡδονῆς.“ |
| **Hali 4** | Εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυΐνδων χρυσίον, Περσικαὶ στολαὶ δ’ ἐκεῖναι πορφυραῖ, τορεύματα ἔνδον ἔστ’, ἄνδρες, ποτηρίδια, τορεύματα, |
| **Hali 5** | Ὁ πρῶτος εὑρὼν διατροφὴν πτωχῷ τέχνην πολλοὺς ἐποίησεν ἀθλίους· ἁπλοῦν γὰρ ἦν |
| **Hali 6** | Χαλεπόν γε θυγάτηρ κτῆμα καὶ δυσδιάθετον. |
| **Hali 7** | Δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους ποιεῖν. |
| **Hali 8** | Χαῖρ’ ὦ φίλη γῆ, διὰ χρόνου πολλοῦ ς’ ἰδὼν ἀσπάζομαι· τουτὶ γὰρ οὐ πᾶσαν ποιῶ τὴν γῆν, ὅταν δὲ τοὐμὸν ἐσίδω χωρίον· τὸ γὰρ τρέφον με τοῦτ’ ἐγὼ κρίνω θεόν. |
| **Hali 9** | Ὡς δὲ τὴν ἄκραν κάμπτοντας ἡμᾶς εἶδον, ἐμβάντες ταχὺ |
| **Hali 10** | Ἐκλελάκτικεν ὁ χρηστὸς ἡμῖν μοιχός, ἀλλ’ ἀντάλλαγος. |
| **Hali 11** | Δύ’ οἰκίας φηλοῦν γερόντων, ὡς λέγεις, ἀβελτέρων. |
| **Hali 12** | Καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν. |
| **Hali 13** | Καὶ χρυσολαβὲς καλὸν πάνυ ἐγχειρίδιον. |
| **Hali 14** | Ἀναπετῶ τουτὶ προσελθὼν κοὐκ ἀνέξομ’ οὐκέτι. |
| | **ΑΝΑΤΙΘΕΜΕΝΗ Η ΜΕΣΣΗΝΙΑ.** |
| **Ana 1** | Οἱ δ’ ἁρπάσαντες τοὺς κάδους τοὺς στρογγύλους ὕδρευον ἀνδρειότατα κηπουροὶ πάλιν. ἤντλουν λέγειν δεῖ, καὶ κάδους οὐ δεῖ λέγειν, |
| **Ana 2** | Τίθημ’ ἔχειν χολήν σε καλλιωνύμου πλείω. |
| **Ana 3** | Ἡγεῖταί μ’ ὅλως ἐπικόπανόν τι. |
| **Ana 5** | Ἀράβιον ἆρ’ ἐγὼ κεκίνηκ’ ἄγγελον. |
| | **ΑΝΔΡΙΑ.** |
| **Andri 1** | Τὸ δ’ ἐρᾶν ἐπισκοτεῖ ἅπασιν, ὡς ἔοικε, καὶ τοῖς εὐλόγως καὶ τοῖς κακῶς ἔχουσι. |
| **Andri 2** | Καὶ τεττάρων ᾠῶν μετὰ τοῦτο, φιλτάτη, |
| **Andri 3** | Οὐδέν με λανθάνοις ἄν. |
| **Andri 4** | Εὑρετικὸν εἶναί φασι τὴν ἐρημίαν |
| **Andri 6** | Λούσατ’ αὐτὴν αὐτίκα. |
| **Andri 9** | Ἐνθένδ’ ἀποφυγὼν οὐκ ἂν ἀπολοίμην ποτέ. |
| **Andri 13** | Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ’ ὡς δυνάμεθα. |
| | **ΑΝΔΡΟΓΥΝΟΣ Η ΚΡΗΣ.** |
| **Andro 3** | Τὸ γὰρ σύνηθες οὐδαμοῦ παροπτέον. |
| **Andro 4** | Τὰ προσπεσόντα προσδοκᾶν ἅπαντα δεῖ ἄνθρωπον ὄντα· παραμένει γὰρ οὐδὲ ἕν. |
| **Andro 5** | Πλήσας γὰρ ἔφερεν ἐκ παρατάξεώς ποθεν τὰς ἐν Λαμίᾳ πάσας. |
| **Andro 6** | Μαρτύρομαι τὸν φίλιον, ὦ Κράτων, Δία. |
| | **ΑΝΕΨΙΟΙ.** |
| **Ane 1** | Φύσει γάρ ἐστ’ ἔρως τοῦ νουθετοῦντος κωφόν· ἅμα δ’ οὐ ῥᾴδιον νεότητα νικᾶν ἐστι καὶ θεὸν λόγῳ. |
| **Ane 2** | Εὐδαιμονία τοῦτ’ ἔστιν υἱὸς νοῦν ἔχων· |
| **Ane 3** | Τὰ κακῶς τρέφοντα χωρί’ ἀνδρείους ποιεῖ. |
| **Ane 4-5** | Ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί, δεῖ τ’ οὐχὶ σείειν, ἀλλ’ ἀποσείειν αὐτόθεν. Οἶς’ εἰσιὼν πανόν, λύχνον, λυχνοῦχον, ὅ τι πάρεστι· φῶς |
| **5** | μόνον πολὺ ποίει. |
| | **ΑΠΙΣΤΟΣ.** |
| **Api 1** | Ὤιμην, εἰ τὸ χρυσίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην |
| | **ΑΡΡΗΦΟΡΟΣ Η ΑΥΛΗΤΡΙΣ.** |
| **Arr 1** | Οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς, τοῦτον καταλιπὼν τὸν βίον· γεγάμηκα γὰρ αὐτός· διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν. Β. δεδογμένον τὸ πρᾶγμ’· ἀνερρίφθω κύβος. |
| **5** | Α. πέραινε. σωθείης δὲ νῦν· ἀληθινὸν εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων, οὐ Λιβυκόν, οὐδ’ Αἰγαῖον, . . . οὗ τῶν τριάκοντ’ οὐκ ἀπόλλυται τρία πλοιάρια· γήμας δ’ οὐδὲ εἷς σέσωσθ’ ὅλως. |
| **Arr 2** | Πάντας μεθύσους τοὺς ἐμπόρους ποιεῖ τὸ Βυζάντιον· ὅλην ἐπίνομεν τὴν νύκτα διὰ σὲ καὶ σφόδρ’ ἄκρατόν μοι δοκῶ· |
| **Arr 3** | Ἐὰν δὲ κινήσῃ μόνον τὴν Μυρτίλην ταύτην τις ἢ τιτθὴν καλῇ, πέρας οὐ ποιεῖ λαλιᾶς· τὸ Δωδωναῖον ἄν τις χαλκίον, ὃ λέγουσιν ἠχεῖν, ἂν παράψηθ’ ὁ παριών, |
| **5** | τὴν ἡμέραν ὅλην, καταπαύσαι θᾶττον ἢ ταύτην λαλοῦσαν· νύκτα γὰρ προσλαμβάνει. |
| **Arr 4** | Τὰ πατρῷα μὲν ποιεῖ καιρός ποτε ἀλλότρια, σώζει δ’ αὐτά που τὰ σώματα· βίου δ’ ἔνεστιν ἀσφάλει’ ἐν ταῖς τέχναις. |
| **Arr 5** | Ἐλλέβορον ἤδη πώποτ’ ἔπιες Σωσία; Β. ἅπασι. Α. πάλιν οὖν πῖθι· μαίνει γὰρ κακῶς. |
| **Arr 6** | Πάντ’ ἐστὶ τῷ καλῷ λόγῳ ἱερόν· ὁ νοῦς γάρ ἐστιν ὁ λαλήσων θεός. |
| **Arr 7** | Ὦ τρισκατάρατε, ζωπύρει τοὺς ἄνθρακας. |
| **Arr 8** | Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται. |
| **Arr 9** | Ἢ χαλκοῦν μέγα ὁλκεῖον. |
| | **ΑΣΠΙΣ.** |
| **Asp 1** | Ἔχων τὴν ἀσπίδα ἔκειτο συντετριμμένην. |
| **Asp 2** | Πολλοὶ γὰρ ἐκλελοιπότες τὸν χάρακα τὰς κώμας ἐπόρθουν. |
| **Asp 3** | Στρατιώτην, Σμικρίνη, σωτηρίας |
| **Asp 4** | Ὃ βούλεται γὰρ μόνον ὁρῶν καὶ προσδοκῶν ἀλόγιστός ἐστι τῆς ἀληθείας κριτής. |
| **Asp 5** | Ὦ τρισάθλιοι, τί πλέον ἔχουσι τῶν ἄλλων; βίον ὡς οἰκτρὸν ἐξαντλοῦσιν οἱ τὰ φρούρια τηροῦντες, οἱ τὰς ἀκροπόλεις κεκτημένοι, |
| **5** | εἰ πάντας ὑπονοοῦσιν οὕτω ῥᾳδίως ἐγχειρίδιον ἔχοντας αὐτοῖς προσιέναι· |
| | **ΑΥΤΟΝ ΠΕΝΘΩΝ.** |
| **Hau 1** | Τυφλὸν ὁ πλοῦτος, καὶ τυφλοὺς τοὺς ἐμβλέποντας εἰς ἑαυτὸν δεικνύει. |
| | **ΑΦΡΟΔΙΣΙΑ.** |
| **Aph 1** | Ἀλλ’ ὅταν ἐρῶντα νοῦν ἔχειν τις ἀξιοῖ, παρὰ τίνι τἀνόητον οὗτος ὄψεται; |
| **Aph 2** | Ἐκφυγοῦσα δ’ ἣν εἶχεν νόσον |
| **Aph 3** | Εἰ τὰς ἀληθείας ἁπλῶς τίς σοι λέγοι. |
| | **ΒΟΙΩΤΙΑ.** |
| **Boi 1** | Οὐ δεῖ διαβολῆς καταφρονεῖν, οὐδ’ ἂν σφόδρ’ ᾖ ψευδής· ἐπίσταντ’ αὐξάνειν αὐτήν τινες, δι’ οὓς φυλάττεσθαι τὰ τοιαῦτ’ ὀρθῶς ἔχει. |
| **Boi 2** | Πολλὰ δύσκολα εὕροις ἂν ἐν τοῖς πᾶσιν· ἀλλ’ εἰ πλείονα τὰ συμφέροντ’ ἔνεστι, τοῦτο δεῖ σκοπεῖν. |
| **Boi 3** | Πλοῦτος δὲ πολλῶν ἐπικάλυμμ’ ἐστὶν κακῶν. |
| **Boi 4** | Οὐκ ἔστιν ἑκτεὺς τοῦτο, μὰ τὸν Ἀσκληπιόν. |
| **Boi 5** | Πεντεκτένους μὲν καὶ περίνησα πορφυρᾶ. |
| | **ΓΕΩΡΓΟΣ.** |
| **Geo 1** | Ὁ δ’ ἠδικηκὼς ὅστις ἔσθ’ οὗτός ποτε τὴν ὑμετέραν πενίαν, κακοδαίμων ἔσθ’, ὅτι τοῦτ’ ἠδίκηκεν, οὗ τυχὸν μεταλήψεται· εἰ καὶ σφόδρ’ εὐπορεῖ γάρ, ἀβεβαίως τρυφᾷ· |
| **5** | τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ. |
| **Geo 2** | Εὐκαταφρόνητόν ἐστι, Γοργία, πένης, κἂν πάνυ λέγῃ δίκαια· τούτου γὰρ λέγειν ἕνεκα μόνου νομίζεθ’ οὗτος τοῦ λαβεῖν, καὶ συκοφάντης εὐθὺς ὁ τὸ τριβώνιον |
| **5** | ἔχων καλεῖται, κἂν ἀδικούμενος τύχῃ. |
| **Geo 3** | Οὗτος κράτιστός ἐστ’ ἀνήρ, ὦ Γοργία, ὅστις ἀδικεῖσθαι πλεῖστ’ ἐπίστατ’ ἐγκρατῶς· τὸ δ’ ὀξύθυμον τοῦτο καὶ λίαν πικρόν |
| **Geo 4** | Ἀγρὸν εὐσεβέστερον γεωργεῖν οὐδένα οἶμαι· φέρει γὰρ ὅσα θεοῖς ἄνθη καλά, κιττόν, δάφνην· κριθὰς δ’ ἐὰν σπείρω, πάνυ δίκαιος ὢν ἀπέδωχ’ ὅσας ἂν καταβάλω. |
| **Geo 5** | Εἰμὶ μὲν ἄγροικος, καὐτὸς οὐκ ἄλλως ἐρῶ, καὶ τῶν κατ’ ἄστυ πραγμάτων οὐ παντελῶς ἔμπειρος, ὁ δὲ χρόνος τί μ’ εἰδέναι ποιεῖ πλέον. |
| **Geo 6** | Ἐμβεβρόντησαι; γελοῖον, ὃς κόρης ἐλευθέρας εἰς ἔρωθ’ ἥκων σιωπᾷς καὶ μάτην ποθουμένους |
| **Geo 7** | Βουβὼν ἐπήρθη τῷ γέροντι, θέρμα τε |
| | **ΔΑΚΤΥΛΙΟΣ.** |
| **Dak 1** | Ἐπὶ τοῦδ’ αὖθις οὑτοσὶ κακοδαίμων ἔφη, ὡς οὐκ ἂν ἐκδοίη γε θυγατέρ’ ἄσμενος, καὶ ταῦτα πεντήκοντα παιδίσκας ἔχων. |
| **Dak 2** | Οἰκόσιτον νυμφίον |
| | **ΔΑΡΔΑΝΟΣ.** |
| **Dar 1** | Καὶ λαιμὰ βακχεύει λαβὼν τὰ χρήματα. |
| | **ΔΕΙΣΙΔΑΙΜΩΝ.** |
| **Dei 1** | Εἰ μέν τι κακὸν ἀληθὲς εἶχες, Φειδία, |
| **5** | περιμαξάτωσάν ς’ αἱ γυναῖκες ἐν κύκλῳ καὶ περιθεωσάτωσαν, ἀπὸ κρουνῶν τριῶν ὕδατι περίρραν’ ἐμβαλὼν ἅλας, φακούς. |
| **Dei 2** | Ἀγαθόν τί μοι γένοιτο, πολύτιμοι θεοί· ὑποδούμενος τὸν ἱμάντα γὰρ τῆς δεξιᾶς ἐμβάδος ἀπέρρηξ’. Β. εἰκότως, ὦ φλήναφε, σαπρὸς γὰρ ἦν, σὺ δὲ μικρολόγος ἄρ’ οὐ θέλων |
| **5** | καινὰς πρίασθαι. |
| **Dei 3** | Οὐ δεῖ γὰρ ἀδικεῖν τοὺς ἱκέτας, ἄλλως τε καὶ ὅταν μετ’ εὐνοίας τι μὴ πονηρίᾳ πταίσωσιν· αἰσχρόν ἐστι τοῦτο γὰρ πάνυ. |
| **Dei 4** | Παράδειγμα τοὺς Σύρους λαβέ· ὅταν φάγως’ ἰχθὺν ἐκεῖνοι, διά τινα αὐτῶν ἀκρασίαν τοὺς πόδας καὶ γαστέρα οἰδοῦσιν, ἔλαβον σακίον, εἶτ’ εἰς τὴν ὁδὸν |
| **5** | ἐκάθισαν αὑτοὺς ἐπὶ κόπρου, καὶ τὴν θεὸν |
| | **ΔΗΜΙΟΥΡΓΟΣ.** |
| **Dem 1** | Τί τοῦτο, παῖ; διακονικῶς γὰρ νὴ Δία προελήλυθας. Β. ναί· πλάττομεν γὰρ πλάσματα, τὴν νύκτα τ’ ἠγρυπνήκαμεν· καὶ νῦν ἔτι ἀποίητα πάμπολλ’ ἐστὶν ἡμῖν. |
| **Dem 2** | Μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει· |
| | **ΔΙΔΥΜΑΙ.** |
| **Did 1** | Συμπεριπατήσεις γὰρ τρίβων’ ἔχους’ ἐμοί, ὥσπερ Κράτητι τῷ κυνικῷ ποθ’ ἡ γυνή. |
| **Did 2** | Ἐπὶ πείρᾳ δοὺς τριάκονθ’ ἡμέρας. |
| **Did 3-4** | Ὄρνεις φέρων ἐλήλυθα. |
| | **ΔΙΣ ΕΞΑΠΑΤΩΝ.** |
| **Dis 1** | Βουληφόρως τὴν ἡμετέραν, ὦ Δημέα, προκατέλαβες ὅρασιν. |
| **Dis 2** | Ἐμοὶ παράστα· τὴν θύραν κόψας ἐγὼ καλῶ τιν’ αὐτῶν. |
| **Dis 3** | Οὐ Μεγάβυζος ἦν, ὅστις γένοιτο ζάκορος. |
| **Dis 4** | Ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνήσκει νέος. |
| | **ΔΥΣΚΟΛΟΣ.** |
| **Dys 1** | Τῆς Ἀττικῆς νομίζετ’ εἶναι τὸν τόπον Φυλήν, τὸ Νυμφαῖον δ’ ὅθεν προέρχομαι |
| **Dys 2** | Περὶ χρημάτων λαλεῖς, ἀβεβαίου πράγματος· εἰ μὲν γὰρ οἶσθα ταῦτα παραμενοῦντά σοι ἅπαντα τὸν χρόνον, φύλαττε μηδενὶ ἄλλῳ μεταδιδούς, αὐτὸς ὢν δὲ κύριος· |
| **5** | εἰ μὴ δὲ σαυτοῦ, τῆς τύχης δὲ πάντ’ ἔχεις, τί ἂν φθονοίης, ὦ πάτερ, τούτων τινί; αὐτὴ γὰρ ἄλλῳ τυχὸν ἀναξίῳ τινὶ παρελομένη σου πάντα προσθήσει πάλιν. διόπερ ἐγώ σέ φημι δεῖν, ὅσον χρόνον |
| **10** | εἶ κύριος, χρῆσθαί σε γενναίως, πάτερ, αὐτόν, ἐπικουρεῖν πᾶσιν, εὐπόρους ποιεῖν οὓς ἂν δύνῃ πλείστους διὰ σαυτοῦ· τοῦτο γὰρ ἀθάνατόν ἐστι, κἄν ποτε πταίσας τύχῃς, ἐκεῖθεν ἔσται ταὐτὸ τοῦτό σοι πάλιν. |
| **15** | πολλῷ δὲ κρεῖττόν ἐστιν ἐμφανὴς φίλος |
| **Dys 3** | Ὡς θύουσι δ’ οἱ τοιχωρύχοι, κοίτας φέροντες, σταμνί’, οὐχὶ τῶν θεῶν ἕνεκ’, ἀλλ’ ἑαυτῶν· ὁ λιβανωτὸς εὐσεβές, καὶ τὸ πόπανον τοῦτ’ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ |
| **5** | ἅπαν ἐπιτεθέν· οἱ δὲ τὴν ὀσφὺν ἄκραν καὶ τὴν χολὴν ὀστᾶ τ’ ἄβρωτα τοῖς θεοῖς ἐπιθέντες, αὐτοὶ τἄλλα καταπίνους’ ἀεί. |
| **Dys 4** | Οὐδὲ εἷς μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν· |
| **Dys 5ab** | Οὐδενὸς χρὴ πράγματος τὸν εὖ πονοῦνθ’ ὅλως ἀπογνῶναί ποτε. Ἁλωτὰ γίγνετ’ ἐπιμελείᾳ καὶ πόνῳ ἅπαντα. |
| **Dys 8** | Σιωπῇ φασι τούτῳ τῷ θεῷ |
| **Dys 9** | Οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος. |
| | **ΕΑΥΤΟΝ ΤΙΜΩΡΟΥΜΕΝΟΣ.** |
| **Heau 1** | Πρὸς τῆς Ἀθηνᾶς, δαιμονᾷς, γεγονὼς ἔτη |
| **Heau 2** | Λουτρὸν θεραπαίνας ἀργυρώματα. |
| **Heau 3** | Ἐξ ἱσταρίου δ’ ἐκρέματο φιλοπόνως πάνυ. . . . . . καὶ θεραπαινὶς ἦν μία· αὕτη συνύφαινε ῥυπαρῶς διακειμένη. |
| **Heau 4** | Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται. |
| **Heau 5** | Πᾶς πατὴρ μωρός. |
| **Heau 6** | Οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον, |
| **Heau 7** | Μετ’ ἄριστον γὰρ ὡς ἀμυγδαλὰς ἐγὼ παρέθηκα, καὶ τῶν ῥοιδίων ἐτρώγομεν. |
| | **ΕΓΧΕΙΡΙΔΙΟΝ.** |
| **Egch 1** | Οὐχ ὅθεν ἂν ᾤμην ἠτύχηκα· πάντα δὲ |
| **Egch 2** | Τοῦ δ’ ἆρα Κωρυκαῖος ἠκροάσατο. |
| **Egch 3** | Πίε. Β. πιεῖν ἀναγκάσω |
| | **ΕΜΠΙΠΡΑΜΕΝΗ.** |
| **Emp 1** | Ἐξώλης ἀπόλοιθ’ ὅστις ποτέ ὁ πρῶτος ἦν γήμας, ἔπειθ’ ὁ δεύτερος, εἶθ’ ὁ τρίτος, εἶθ’ ὁ τέταρτος, εἶθ’ ὁ μεταγενής. |
| **Emp 2** | Τρία γάρ ἐστι, δέσποτα, δι’ ὧν ἅπαντα γίγνετ’, ἢ κατὰ τοὺς νόμους, ἢ ταῖς ἀνάγκαις, ἢ τὸ τρίτον ἔθει τινί. |
| **Emp 3** | Ἐφ’ ᾧ φρονεῖς μέγιστον ἀπολεῖ τοῦτό σε, τὸ δοκεῖν τιν’ εἶναι· καὶ γὰρ ἄλλους μυρίους. |
| **Emp 4** | Ὡς ἀγαθόν ἐστι πρᾶγμα τὸ γενέσθαι τινός |
| **Emp 5-6** | Καὶ νῦν ὑπὲρ τούτων συνάγουσι κατὰ μόνας. Ἐπλήρωσέν τε τὸ συναγώγιον. |
| | **ΕΠΑΓΓΕΛΛΟΜΕΝΟΣ.** |
| **Epa 1** | Τὸ σὸν ταπεινὸν ἂν σὺ σεμνύνῃς, καλὸν ἔξω φανεῖται, φίλ’ ἄνερ· ἂν δ’ αὐτὸς ποιῇς ταπεινὸν αὐτὸ καὶ τιθῇς ἐν μηδενί, οἰκεῖος οὗτος κατάγελως νομίζεται. |
| **Epa 2** | Τὰ γὰρ τολμηρὰ τῶν ὄχλων ἔχει ἐν τοῖς λογισμοῖς τὰς ἐπιδείξεις δυσκόλους, ἐν τῷ δὲ πράττειν, ἂν λάβῃ τὸν καιρὸν εὖ, ἀπροσδόκητον τὴν τέχνην ἐξηύρατο. |
| **Epa 3** | Τοῖς ἀναιδέσιν βοηθεῖ γὰρ λόγοις τοῦθ’ ἓν μόνον, |
| | **ΕΠΙΚΛΗΡΟΣ.** |
| **Epik 1** | Ἆρ’ ἐστὶ πάντων ἀγρυπνία λαλίστατον; ἐμὲ γοῦν ἀναστήσασα δευρὶ προάγεται |
| **Epik 2** | Ὥσπερ τῶν χορῶν οὐ πάντες ᾄδους’, ἀλλ’ ἄφωνοι δύο τινές ἢ τρεῖς παρεστήκασι πάντων ἔσχατοι εἰς τὸν ἀριθμόν, καὶ τοῦθ’ ὁμοίως πως ἔχει· |
| **5** | χώραν κατέχουσι, ζῶσι δ’ οἷς ἔστιν βίος. |
| **Epik 3** | Τί δ’ ἂν ἔχοι νεκρὸς ἀγαθόν, ὅπου γ’ οἱ ζῶντες ἔχομεν οὐδὲ ἕν. |
| **Epik 4** | Ἢ δεῖ μόνον ζῆν ἢ γενόμενον πατέρα παίδων ἀποθανεῖν· |
| **Epik 5-6** | Ἀλεκτρυών τις ἐκεκράγει μέγα. . . . . οὐ σοβήσετ’ ἔξω, φησί, τὰς ὄρνιθας ἀφ’ ἡμῶν; Αὕτη πότ’ ἐξεσόβησε τὰς ὄρνεις μόλις. |
| **Epik 7** | Ὅρα σὺ καὶ φρόντιζε κἀπόστα βραχύ. |
| | **ΕΠΙΤΡΕΠΟΝΤΕΣ.** |
| **Epit 1** | Μὴ καταφρονήσῃς τῶν θεῶν· ἐν παντὶ δεῖ καιρῷ τὸ δίκαιον ἐπικρατεῖν ἁπανταχοῦ, καὶ τὸν παρατυγχάνοντα τούτου τοῦ μέρους ἔχειν πρόνοιαν κοινόν ἐστι τῷ βίῳ. |
| **Epit 2** | Ἀργὸς δ’ ὑγιαίνων τοῦ πυρέττοντος πολύ |
| **Epit 3** | Ἐλευθέρῳ τὸ καταγελᾶσθαι μὲν πολύ αἴσχιστόν ἐστι, τὸ δ’ ὀδυνᾶσθ’ ἀνθρώπινον. |
| **Epit 4** | Οὐκ οἰμώξεται καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον; |
| **Epit 5** | Οἴει τοσαύτην τοὺς θεοὺς ἄγειν σχολήν, ὥστε τὸ κακὸν καὶ τἀγαθὸν καθ’ ἡμέραν |
| **Epit 6** | Ἐπέπασα |
| **Epit 8** | Οὐδὲν πέπονθας δεινὸν ἂν μὴ προσποιῇ. |
| **Epit 9** | Ἐπιτρεπτέον τινί ἔστι περὶ τούτων. |
| | **ΕΥΝΟΥΧΟΣ.** |
| **Eun 2** | Μὴ θεομάχει, μηδὲ προσάγου τῷ πράγματι |
| **Eun 3** | Οὗτός ἐστι γαλεώτης γέρων. |
| **Eun 4** | Πάντα τὰ ζητούμενα |
| | **ΕΦΕΣΙΟΣ.** |
| **Eph 1** | Ἐγὼ μὲν ἤδη μοι δοκῶ, νὴ τοὺς θεούς, ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα ὁρᾶν κύκλῳ τρέχοντα καὶ πωλούμενον. |
| **Eph 2-3** | Ἐπ’ ἀρίστῳ λαβών ὀψάριον. Τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων |
| | **ΗΝΙΟΧΟΣ.** |
| **Hen 1** | Ἀλλὰ θεὸς οὐδεὶς εἰς τὸ προκόλπιον φέρει ἀργύριον, ἀλλ’ ἔδωκεν εὔνους γενόμενος, πόρνης βουλὴν ἔδειξεν εὐπορίας τινός, ἣν ἂν παρίῃς μηκέτ’ αἰτιῶ θεόν, |
| **5** | ἤδη δὲ τῇ σαυτοῦ ζυγομάχει μαλακίᾳ. |
| **Hen 2** | Οὐδείς μ’ ἀρέσκει περιπατῶν ἔξω θεός μετὰ γραός, οὐδ’ εἰς οἰκίαν παρεισιών ἐπὶ τοῦ σανιδίου. τὸν δίκαιον δεῖ θεόν οἴκοι μένειν σώζοντα τοὺς ἱδρυμένους. |
| **Hen 3** | Ἐλεεῖν δ’ ἐκεῖνος ἔμαθεν εὐτυχῶν μόνος. ὁ χρηστός, ὡς ἔοικε, καὶ χρηστοὺς ποιεῖ. μί’ ἐστὶν ἀρετὴ τὸν ἄτοπον φεύγειν ἀεί. |
| **Hen 4** | Ὧν δὲ μὴ αἴτιος τρόπος |
| **Hen 5** | Τὸν δὲ παῖδ’ οὐδ’ εἴδομεν, ἀλλ’ ἁρπαγὴν αὐτῷ κατασκευάζομεν. |
| | **ΗΡΩΣ.** |
| **Her 1** | Δέσποιν’, Ἔρωτος οὐδὲν ἰσχύει πλέον, οὐδ’ αὐτὸς ὁ κρατῶν τῶν ἐν οὐρανῷ θεῶν Ζεύς, ἀλλ’ ἐκείνῳ πάντ’ ἀναγκασθεὶς ποιεῖ. |
| **Her 2** | Ἐχρῆν γὰρ εἶναι τὸ καλὸν εὐγενέστατον, |
| **Her 3** | Ὡς οἰκτρόν, ἣ τὰ τοιαῦτα δυστυχῶ μόνη, ἃ μηδὲ πιθανὰς τὰς ὑπερβολὰς ἔχει. |
| **Her 4** | Πεφαρμάκευς’ ὦ γλυκύτατ’ ἀναλυθεὶς μόλις. |
| **Her 5** | Εὖ ἴσθι, κἀγὼ τοῦτο συγχωρήσομαι. |
| **Her 6** | Χοῦς κεκραμένου |
| | **ΘΑΙΣ.** |
| **Tha 1** | Ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά, θρασεῖαν, ὡραίαν δὲ καὶ πιθανὴν ἅμα, ἀδικοῦσαν, ἀποκλείουσαν, αἰτοῦσαν πυκνά, |
| **Tha 2** | Φθείρουσιν ἤθη χρήσθ’ ὁμιλίαι κακαί. |
| | **ΘΕΤΤΑΛΗ.** |
| **Thet 1** | Μικρά γε πρόφασίς ἐστι τοῦ πρᾶξαι κακῶς. |
| **Thet 2** | Εὐθυμία βέλτιστε τὸν δοῦλον τρέφει. |
| **Thet 3** | Καὶ τὸ κεράμιον |
| **Thet 4** | Ἔλυς’ ἐμαυτὸν εἶτ’ ἀπέδραν μόνος. |
| | **ΘΕΟΦΟΡΟΥΜΕΝΗ.** |
| **Theo 1** | Ὁ πλεῖστον νοῦν ἔχων μάντις τ’ ἄριστός ἐστι σύμβουλός θ’ ἅμα. |
| **Theo 2** | Εἴ τις προσελθών μοι θεῶν λέγοι „Κράτων, |
| **5** | εἱμαρμένον τοῦτ’ ἐστίν, ὅ τι βούλει δ’ ἑλοῦ·“ ἅπαντα μᾶλλον, εὐθὺς εἰπεῖν ἂν δοκῶ, ποίει με πλὴν ἄνθρωπον· ἀδίκως εὐτυχεῖ κακῶς τε πράττει τοῦτο τὸ ζῷον μόνον. ὁ κράτιστος ἵππος ἐπιμελεστέραν ἔχει |
| **10** | ἑτέρου θεραπείαν· ἀγαθὸς ἂν γένῃ κύων, ἐντιμότερος εἶ τοῦ κακοῦ κυνὸς πολύ. ἀλεκτρυὼν γενναῖος ἐν ἑτέρᾳ τροφῇ ἐστίν, ὁ δ’ ἀγεννὴς καὶ δέδιε τὸν κρείττονα. ἄνθρωπος ἂν ᾖ χρηστός, εὐγενὴς σφόδρα, |
| **15** | γενναῖος, οὐδὲν ὄφελος ἐν τῷ νῦν γένει. πράττει δ’ ὁ κόλαξ ἄριστα πάντων, δεύτερα ὁ συκοφάντης, ὁ κακοήθης τρίτα λέγει. ὄνον γενέσθαι κρεῖττον ἢ τοὺς χείρονας |
| **Theo 3** | Καὶ ταχύ πάλιν τὸ πρῶτον περισοβεῖ ποτήριον αὐτοῖς ἀκράτου. |
| **Theo 4** | Μέσως μεθύων τὴν θηρίκλειον ἔσπασεν. |
| | **ΘΗΣΑΥΡΟΣ.** |
| **Thes 1** | Εἶτ’ οὐ μέγιστός ἐστι τῶν θεῶν Ἔρως καὶ τιμιώτατός γε τῶν πάντων πολύ; οὐδεὶς γὰρ οὕτως ἐστὶ φειδωλὸς σφόδρα ἄνθρωπος, οὐδ’ οὕτως ἀκριβὴς τοὺς τρόπους, |
| **5** | ὃς οὐχὶ τούτῳ μερίδα τῷ θεῷ νέμει τῆς οὐσίας· ὅσοις μὲν οὖν πράως ἔχει, νέοις ἔτ’ οὖσι τοῦτο προστάττει ποιεῖν· οἱ δ’ εἰς τὸ γῆρας ἀναβολὰς ποιούμενοι, |
| **Thes 2** | Πολλοῖς ὑπέκκαυμ’ ἐστ’ ἔρωτος μουσική. |
| **Thes 3** | Ὅταν δ’ ἐρῶντος τόλμαν ἀφέλῃς οἴχεται, εἰς τοὺς ἰαλέμους τε τοῦτον ἔγγραφε. |
| **Thes 4** | Ἄσιτος ἑπτὰ μῆνας, ὕδατος στράγγ’ ἔχων. |
| | **ΘΡΑΣΥΛΕΩΝ.** |
| **Thr 1** | Κατὰ πόλλ’ ἄρ’ ἐστὶν οὐ καλῶς εἰρημένον τὸ γνῶθι σαυτόν· χρησιμώτερον γὰρ ἦν τὸ γνῶθι τοὺς ἄλλους. |
| **Thr 2** | Ὁ δεύτερος πλοῦς ἐστι δήπου λεγόμενος, ἂν ἀποτύχῃ τις πρῶτον, ἐν κώπαισι πλεῖν. |
| **Thr 3** | Φιλοσοφεῖ δὲ τοῦθ’ ὅπως καταπράξεται τὸν γάμον. |
| **Thr 4** | Ὡς ὀκνηρός, πάντα μέλλων, σιτόκουρος ὁμολογῶν |
| | **ΙΕΡΕΙΑ.** |
| **Hie 1** | Οὐδεὶς δι’ ἀνθρώπου θεὸς σώζει, γύναι, ἑτέρου τὸν ἕτερον· εἰ γὰρ ἕλκει τὸν θεόν τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται, ὁ τοῦτο ποιῶν ἐστὶ μείζων τοῦ θεοῦ. |
| **5** | ἀλλ’ ἔστι τόλμης καὶ βίου ταῦτ’ ὄργανα εὑρημέν’ ἀνθρώποις ἀναιδέσιν, Ῥόδη, |
| **Hie 2** | Τοὺς τῆς γαμετῆς ὅρους ὑπερβαίνεις, γύναι, τὴν αὐλίαν· πέρας γὰρ αὔλιος θύρα ἐλευθέρᾳ γυναικὶ νενόμιστ’ οἰκίας· τὸ δ’ ἐπιδιώκειν εἴς τε τὴν ὁδὸν τρέχειν, |
| **5** | ἔτι λοιδορουμένην, κυνός ἐστ’ ἔργον, Ῥόδη. |
| | **ΙΜΒΡΙΟΙ.** |
| **Imb 1-2** | Οὐκ ἔστιν οὐδέν, πάτερ, ἐν ἀνθρώπου φύσει |
| **5** | σύμβουλος· ὁ διαφέρων λογισμῷ πάντ’ ἔχει. |
| | **ΙΠΠΟΚΟΜΟΣ.** |
| **Hip 1** | Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός, ἀδοξότερος, μίαν δὲ πήραν οὐκ ἔχων, πήρας μὲν οὖν τρεῖς· ἀλλ’ ἐκεῖνος ῥῆμά τι ἐφθέγξατ’ οὐδὲν ἐμφερὲς μὰ τὸν Δία |
| **5** | τῷ γνῶθι σαυτόν, οὐδὲ τοῖς βοωμένοις τούτοις· ὑπερεῖδε ταῦθ’ ὁ προσαιτῶν καὶ ῥυπῶν· |
| **Hip 2-3** | Τὰ δ’ ἐκ μέσου τριπόδια καὶ τραγήματα. |
| | **ΚΑΝΗΦΟΡΟΣ.** |
| **Kan 1** | Τὸ γὰρ προθύμως μὴ πονήσαντας τυχεῖν εὐδαιμονίας εἴωθ’ ὑπερηφανίας ποιεῖν. |
| **Kan 2** | Ἀλογίστου τρόπου ἀτύχημα φεύγειν ἐστὶν οὐκ αὐθαίρετον. |
| **Kan 3** | Ἐδεῖτο χρῆσαι τὴν σεαυτῆς θυγατέρα |
| **Kan 4** | Ὃ δ’ ἀποκρινεῖται, κἂν ἐγὼ λέγοιμί σοι. |
| **Kan 5** | Γραῦς τις κακολόγος ἐκ δυοῖν Αἰξωνέοιν. |
| | **ΚΑΡΙΝΗ.** |
| **Kari 2** | Ὦ μεγίστη τῶν θεῶν νῦν οὖς’ ἀναίδει’, εἰ θεὸν καλεῖν σε δεῖ. δεῖ δέ· τὸ κρατοῦν γὰρ νῦν νομίζεται θεός. |
| **Kari 3** | Περὶ τὸν τράχηλον ἁλύσιόν τίς σοι δότω. |
| | **ΚΑΡΧΗΔΟΝΙΟΣ.** |
| **Karch 1** | Ἐπιθυμιάσας τῷ Βορέᾳ λιβανίδιον ὀψάριον οὐδὲν ἔλαβον· ἑψήσω φακῆν. |
| **Karch 2** | Αὑτὸν γὰρ οὐδεὶς οἶδε τοῦ ποτ’ ἐγένετο, |
| **Karch 3** | Ἔργον ἐκ πολλοῦ χρόνου ἄνοιαν ἡμέρᾳ μεταστῆσαι μιᾷ. |
| **Karch 4** | Ἄιδοντα λιτυέρσην ἀπ’ ἀρίστου τέως. |
| **Karch 5** | Τὸ καλῶς ἔχον που κρεῖττόν ἐστι καὶ νόμου. |
| **Karch 6** | Χρεία διδάσκει κἂν ἄμουσος ᾖ σοφόν |
| | **ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ.** |
| | **ΚΕΚΡΥΦΑΛΟΣ.** |
| **Kek 1** | Παρὰ τοῖς γυναικονόμοις δὲ τοὺς ἐν τοῖς γάμοις διακονοῦντας ἀπογεγράφθαι πυθόμενος πάντας μαγείρους κατὰ νόμον καινόν τινα, ἵνα πυνθάνωνται τοὺς κεκλημένους ἐάν |
| **5** | πλείους τις ὧν ἔξεστιν ἑστιῶν τύχῃ, ἐλθών. |
| **Kek 2** | Εἶτ’ εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε, |
| **Kek 3** | Ἡδὺ τὸ μύρον, παιδάριον; Β. ἡδύ· πῶς γὰρ οὔ; νάρδινον. |
| **Kek 4** | Ταὐτόματον ἡμῖν ἀφανὲς ὂν συλλαμβάνει. |
| | **ΚΙΘΑΡΙΣΤΗΣ.** |
| **Kith 1** | Ὤιμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία, οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν τὰς νύκτας, οὐδὲ στρεφομένους ἄνω κάτω οἴμοι λέγειν, ἡδὺν δὲ καὶ πρᾶόν τινα |
| **5** | ὕπνον καθεύδειν, ἀλλὰ τῶν πτωχῶν τινα. νυνὶ δὲ καὶ τοὺς μακαρίους καλουμένους ὑμᾶς ὁρῶ πονοῦντας ἡμῖν ἐμφερῆ. ἆρ’ ἐστὶ συγγενές τι λύπη καὶ βίος; τρυφερῷ βίῳ σύνεστιν, ἐνδόξῳ βίῳ |
| **10** | πάρεστιν, ἀπόρῳ συγκαταγηράσκει βίῳ. |
| **Kith 2** | Τὸ κουφότατόν σε τῶν κακῶν πάντων δάκνει, πενία· τί γὰρ τοῦτ’ ἐστίν; ἧς γένοιτ’ ἂν εἷς |
| **Kith 3** | Εἰ τοὺς ἀδικηθέντας, πάτερ, φευξούμεθα, τίσιν ἂν βοηθήσαιμεν ἄλλοις ῥᾳδίως; |
| **Kith 4** | Τὸ μηδὲν ἀδικεῖν ἐκμαθεῖν γάρ, ὦ Λάχης, ἀστεῖον ἐπιτήδευμα κρίνω τῷ βίῳ. |
| **Kith 5-6** | Οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις. Φιλόμουσον εἶν’ αὐτὸν πάνυ, ἀκούσματ’ εἰς τρυφήν τε παιδεύεσθ’ ἀεί. |
| **Kith 7** | Οὕτω τι πρᾶγμ’ ἐστ’ ἐπίπονον τὸ προσδοκᾶν. |
| **Kith 8** | Ὡς ποικίλον πρᾶγμ’ ἐστὶ καὶ πλάνον τύχη. |
| | **ΚΝΙΔΙΑ.** |
| **Kni 1** | Οὐδὲν γένους γένος γὰρ οἶμαι διαφέρειν, ἀλλ’ εἰ δικαίως ἐξετάσεις, καὶ γνήσιος ὁ χρηστός ἐστιν, ὁ δὲ πονηρὸς καὶ νόθος. |
| **Kni 2** | Ταὐτόματόν ἐστιν ὡς ἔοικέ που θεός, σώζει τε πολλὰ τῶν ἀοράτων πραγμάτων. |
| | **ΚΟΛΑΞ.** |
| **Kol 1** | Κοτύλας χωροῦν δέκα ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία, τρὶς ἐξέπιον μεστόν γ’. ΣΤ. Ἀλεξάνδρου πλέον τοῦ βασιλέως πέπωκας. Β. οὐκ ἔλαττον, οὔ, |
| **5** | μὰ τὴν Ἀθηνᾶν. ΣΤ. μέγα γε. |
| **Kol 2** | Γέλωτι πρὸς τὸν Κύπριον ἐκθανούμενος. |
| **Kol 3** | Σπονδή· δίδου σὺ σπλάγχν’ ἀκολουθῶν· ποῖ βλέπεις; σπονδή· φέρ’ ὦ παῖ Σωσία· σπονδή· καλῶς. ἔγχει. θεοῖς Ὀλυμπίοις εὐχώμεθα Ὀλυμπίαισι πᾶσι πάσαις· λάμβανε |
| **5** | τὴν γλῶτταν ἐν τούτῳ· διδόναι σωτηρίαν, ὑγίειαν, ἀγαθὰ πολλά, τῶν ὄντων τε νῦν |
| **Kol 4** | Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα, καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα. |
| **Kol 5** | Κωβιός, ἠλακατῆνες, [καὶ] κυνὸς οὐραῖον. |
| **Kol 6** | Οὐδεὶς ἐπλούτησεν ταχέως δίκαιος ὤν· ὁ μὲν γὰρ αὑτῷ συλλέγει καὶ φείδεται, ὁ δὲ τὸν πάλαι τηροῦντ’ ἐνεδρεύσας πάντ’ ἔχει. |
| **Kol 7** | Ἀλλ’ οὐδὲ γενητὴν δύναμαι εὑρεῖν οὐδένα ἐκ τῶν τοσούτων, καὶ ἀπείλημμαι μόνος. |
| | **ΚΩΝΕΙΑΖΟΜΕΝΑΙ.** |
| **Kon 1** | Ὥστε μηδεὶς πρὸς θεῶν πράττων κακῶς λίαν ἀθυμήσῃ ποτέ· |
| **Kon 2-3** | Τὸ γνῶθι σαυτὸν ἔστιν ἂν τὰ πράγματα ἴδῃς τὰ σαυτοῦ καὶ τί σοι ποιητέον. |
| | **ΚΥΒΕΡΝΗΤΑΙ.** |
| **Kyb 1** | Τἀργύριον εἶναι μειράκιόν σοι φαίνεται οὐ τῶν ἀναγκαίων καθ’ ἡμέραν μόνον τιμὴν παρασχεῖν δυνατόν, ἄρτων, ἀλφίτων, ὄξους, ἐλαίου, μείζονος δ’ ἄλλου τινός· |
| **5** | ἀθανασίας δ’ οὐκ ἔστιν, οὐδ’ ἂν συναγάγῃς τὰ Ταντάλου τάλαντ’ ἐκεῖνα λεγόμενα· ἀλλ’ ἀποθανεῖ καὶ ταῦτα καταλείψεις τισίν. τί οὖν λέγω; μηδ’ αὐτὸς εἰ σφόδρ’ εὐπορεῖς πίστευε τούτῳ, μήτε τῶν πτωχῶν πάλιν |
| **10** | ἡμῶν καταφρόνει, τοῦ δέ γ’ εὐτυχεῖν ἀεί |
| **Kyb 2** | Οἷοι λαλοῦμεν ὄντες οἱ τρισάθλιοι ἅπαντες οἱ φυσῶντες ἐφ’ ἑαυτοῖς μέγα· αὐτοὶ γὰρ οὐκ ἴσασιν ἀνθρώπων φύσιν. οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται, |
| **5** | ἐπὰν δ’ ἀνοίξῃ τὰς θύρας, τρισάθλιος· γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετ’ ἀεί, |
| **Kyb 3** | Τί λέγων ἀποτρώγειν ἀξιώσει νῦν ἐμοῦ τὸ μισθάριον; μένω γὰρ ἐξ ἐχθιζινοῦ. |
| | **ΛΕΥΚΑΔΙΑ.** |
| **Leu 1** | Οὗ δὴ λέγεται πρώτη Σαπφὼ τὸν ὑπέρκομπον θηρῶσα Φάων’ οἰστρῶντι πόθῳ ῥῖψαι πέτρας ἀπὸ τηλεφανοῦς· ἀλλὰ κατ’ εὐχὴν |
| **5** | σήν, δέσποτ’ ἄναξ, εὐφημείσθω |
| **Leu 2** | Ὅστις ὑπέχει χρυσίῳ |
| **Leu 3** | Ἀεὶ νομίζονθ’ οἱ πένητες τῶν θεῶν. |
| **Leu 4** | Ἐπίθες τὸ πῦρ ἡ ζάκορος· οὑτωσὶ καλῶς. |
| | **ΛΟΚΡΟΙ.** |
| | **ΜΕΘΗ.** |
| **Meth 1** | Εἶτ’ οὐχ ὅμοια πράττομεν καὶ θύομεν; ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα, αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας |
| **5** | Μενδαῖον, Θάσιον, ἐγχέλεις, τυρόν, μέλι, μικροῦ τάλαντον γίγνεται τὸ κατὰ λόγον. δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς, τούτων δὲ πρὸς ταῦτ’ ἀνελεῖν τὴν ζημίαν, |
| **10** | πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται; ἐγὼ μὲν οὖν ὤν γ’ ὁ θεὸς οὐκ εἴασα τὴν ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε, εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν, |
| **Meth 2** | Ἐμὲ γὰρ διέτριψεν ὁ κομψότατος ἀνδρῶν Χαιρεφῶν, ἱερὸν γάμον φάσκων ποιήσειν δευτέραν μετ’ εἰκάδα καθ’ αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρ’ ἑτέροις· |
| **5** | τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς. |
| **Meth 3** | Εἶτ’ οὐκ εἶχεν οὐ πῦρ, οὐ λίθον, οὐκ ἄλλ’ ὁ τιοῦν ἕτερον. |
| | **ΜΕΣΣΗΝΙΑ.** |
| | **ΜΗΝΑΓΥΡΤΗΣ.** |
| **Men 1** | Οὕτω μαθεῖν δεῖ πάντα, καὶ πλοῦτον φέρειν· ἀσχημοσύνης γὰρ γίγνετ’ ἐνίοις αἴτιος. |
| **Men 2** | Προπίνων θηρίκλειον τρικότυλον. |
| | **ΜΙΣΟΓΥΝΗΣ.** |
| **Misog 1** | Πρὸς τὸ πρᾶγμ’ ἔχω κακῶς. Β. ἐπαριστέρως γὰρ αὐτὸ λαμβάνεις· τὰ δυσχερῆ γὰρ καὶ τὰ λυπήσαντά σε ὁρᾷς ἐν αὐτῷ, τὰ δ’ ἀγάθ’ οὐκέτι βλέπεις. |
| **5** | εὕροις δ’ ἂν οὐδὲν τῶν ἁπάντων, Σιμύλε, ἀγαθόν, ὅπου τι μὴ πρόσεστι καὶ κακόν. γυνὴ πολυτελής ἐστ’ ὀχληρόν, οὐδ’ ἐᾷ ζῆν τὸν λαβόνθ’ ὡς βούλετ’· ἀλλ’ ἔνεστί τι ἀγαθὸν ἀπ’ αὐτῆς, παῖδες· ἐλθόντ’ εἰς νόσον |
| **10** | τὸν ἔχοντα ταύτην ἐθεράπευσεν ἐπιμελῶς, ἀτυχοῦντι συμπαρέμεινεν, ἀποθανόντα τε ἔθαψε, περιέστειλεν οἰκείως· ὅρα εἰς ταῦθ’, ὅταν λυπῇ τι τῶν καθ’ ἡμέραν. οὕτω γὰρ οἴσεις πᾶν τὸ πρᾶγμ’· ἂν δ’ ἐκλέγῃ |
| **15** | ἀεὶ τὸ λυποῦν, μηδὲν ἀντιπαρατιθείς |
| **Misog 4-5** | Ἐπιτρίβουσιν ἡμᾶς οἱ θεοί μάλιστα τοὺς γήμαντας· ἀεὶ γάρ τινα |
| **5** | ἐκυμβάλιζον δ’ ἑπτὰ θεράπαιναι κύκλῳ· αἱ δ’ ὠλόλυζον. |
| **Misog 6** | Ὄμνυμί σοι τὸν ἥλιον, ἦ μὴν ἀποίσειν σοι γραφὴν κακώσεως. |
| **Misog 7** | Ἕλκει δὲ γραμματείδιον ἐκεῖσε δίθυρον καὶ παράστασις, μία |
| **Misog 9** | Χαῖρ’ ὦ Γλυκέριον. ΓΛ. καὶ σύ. Α. πολλοστῷ χρόνῳ ὁρῶ σε. |
| **Misog 10** | Ἀλλ’ οὐδὲ τὰ βίου νῷν ἴσως δεῖ φροντίσαι. |
| **Misog 11** | Χλαμύδα, καυσίαν, |
| | **ΜΙΣΟΥΜΕΝΟΣ.** |
| **Misou 1-2** | Ἐκ Κύπρου λαμπρῶς πάνυ πράττων· ἐκεῖ γὰρ ὑπό τιν’ ἦν τῶν βασιλέων. |
| **Misou 3-4** | Παιδισκάριόν με καταδεδούλωκ’ εὐτελές, |
| **Misou 5-6** | Παρ’ ἐμοὶ γάρ ἐστιν ἔνδον, ἔξεστιν δέ μοι καὶ βούλομαι τοῦτ’, οὐ ποιῶ δέ. Ἄπολλον, ἀνθρώπων τίν’ ἀθλιώτερον ἑόρακας; ἆρ’ ἐρῶντα δυσποτμώτερον; |
| **Misou 7-8** | Εἰ γὰρ ἐπίδοιμι τοῦτο, καὶ ψυχὴν πάλιν λάβοιμ’ ἐγώ· νυνὶ γάρ—ἀλλὰ ποῦ θεούς οὕτως δικαίους ἐστὶν εὑρεῖν ὦ Γέτα; Οὐπώποτ’ ἠράσθης Γέτα; |
| **5** | Γ. οὐ γὰρ ἐνεπλήσθην. |
| **Misou 9** | Ἀπαμφιεῖ γὰρ τὸ κατάπλαστον τοῦτό σου |
| **Misou 10-11** | Τί οὐ καθεύδεις; σύ μ’ ἀποκναίεις περιπατῶν. Εἴσελθε κἂν νῦν ὦ μακάριε, |
| **Misou 12** | Λακωνική |
| **Misou 13** | Ὦ πάτερ |
| | **ΝΑΥΚΛΗΡΟΣ.** |
| **Nau 1** | Ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος Θεόφιλος ἡμῖν, ὦ Στράτων. ὡς εἰς καλόν τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον. |
| **5** | ΣΤ. ποῖον; Α. τὸ πλοῖον· οὐδὲν οἶσθας ἄθλιε. ΣΤ. τὴν ναῦν σεσῶσθαί μοι λέγεις; Α. ἔγωγε μήν τὴν ναῦν ἐκείνην ἣν ἐποίησε Καλλικλῆς |
| **Nau 2** | Ὦ φιλτάτη γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ’ εἶ τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ’ ἄξιον. ὡς δῆτ’ ἐχρῆν, εἴ τις πατρῴαν παραλαβών γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους, |
| **5** | καὶ μηδ’ ἐπιβαίνειν γῆς, ἵν’ οὕτως ᾔσθετο οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο. |
| **Nau 3** | Ὅ τε Πολυνείκης πῶς ἀπώλετ’ οὐχ ὁρᾷς; |
| **Nau 4** | Καὶ φύσει πως εὐάγωγόν ἐστι πᾶς ἀνὴρ ἐρῶν. |
| **Nau 5** | Ὦ Ζεῦ πολυτίμηθ’, οἷόν ἐστ’ ἐλπὶς κακόν. |
| | **ΝΟΜΟΘΕΤΗΣ.** |
| | **ΞΕΝΟΛΟΓΟΣ.** |
| **Xen 1** | Ἀνδρὸς πένητος υἱὸς ἐκτεθραμμένος οὐκ ἐξ ὑπαρχόντων, ὁρῶν ᾐσχύνετο τὸν πατέρα μίκρ’ ἔχοντα· παιδευθεὶς γὰρ εὖ τὸν καρπὸν εὐθὺς ἀπεδίδου χάριτος καλόν. |
| **Xen 2** | Οὕτως ἀσυλλόγιστον ἡ τύχη ποιεῖ, τὸ συμφέρον τί ποτ’ ἐστὶν ἀνθρώπου βίῳ, [οὐ χρῆται νόμοις, καθ’ οὓς κρίνει τὰ πράγματα] |
| | **ΟΛΥΝΘΙΑ.** |
| **Oly 1** | Ὡς ἄδικον, ὅταν ἡ μὲν φύσις ἀποδῷ τι σεμνόν, τοῦτο δ’ ἡ τύχη κακοῖ. |
| **Oly 2** | Ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος. |
| **Oly 3** | Μετ’ Ἀριστοτέλους γὰρ τέτταρας τῆς ἡμέρας |
| | **ΟΜΟΠΑΤΡΙΟΙ.** |
| **Hom 1** | Ἅπας ἐρυθριῶν χρηστὸς εἶναί μοι δοκεῖ. |
| **Hom 2** | Χρηστοὺς νομιζομένους ἐφόδιον ἀσφαλές εἰς πάντα καιρὸν καὶ τύχης πᾶσαν ῥοπήν. |
| | **ΟΡΓΗ.** |
| **Org 1** | Καίτοι νέος πότ’ ἐγενόμην κἀγώ, γύναι, ἀλλ’ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας τότ’· ἀλλὰ νῦν. οὐδὲ χλανίδ’ εἶχον· ἀλλὰ νῦν. οὐδὲ μύρον εἶχον· ἀλλὰ νῦν. καὶ βάψομαι, |
| **5** | καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι Κτήσιππος, οὐκ ἄνθρωπος ἐν ὀλίγῳ χρόνῳ· κᾆθ’ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους |
| **Org 2** | Διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδών |
| **5** | ὡς ὑστερίζων, καὶ παρῆν ἅμ’ ἡμέρᾳ. |
| **Org 3** | Τοῦθ’ ἑταῖρός ἐστιν ὄντως. οὐκ ἐρωτᾷ, πηνίκα δεῖπνόν ἐστιν; ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει τοὺς παρόντας; εἶτα δεῖπνον ἕτερον εἰς τρίτην βλέπει, |
| **Org 4** | Ὁ λιμὸς ὑμῶν τὸν καλὸν τοῦτον δακών Φιλιππίδου λεπτότερον ἀποδείξει νεκρόν. |
| **Org 5** | Οὐκ ἔστι μοιχοῦ πρᾶγμα τιμιώτερον |
| | **ΠΑΙΔΙΟΝ.** |
| **Pai 1** | Ἅπαντα δουλεύειν ὁ δοῦλος μανθάνει, πονηρὸς ἔσται· μεταδίδου παρρησίας, βέλτιστον αὐτὸν τοῦτο ποιήσει πολύ. |
| **Pai 2** | Ἐφέσια τοῖς γαμοῦσιν οὗτος περιπατεῖ λέγων ἀλεξιφάρμακα. |
| **Pai 3** | Χρυσοῦν ἐπόρισας. εἴθε λιθοκόλλητον ἦν· καλὸν ἦν ἂν οὕτως. |
| **Pai 4** | Μάραγδον εἶναι ταῦτ’ ἔδει καὶ σάρδια. |
| **Pai 5** | Εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν. |
| | **ΠΑΛΛΑΚΗ.** |
| **Pal 1** | Πολλοὺς λογισμοὺς ἡ πονηρία κυκλοῖ. |
| **Pal 2** | Ἀλλὰ τῶν χρηστῶν ἔχει τίν’ ἐπιμέλειαν καὶ θεός. |
| **Pal 3** | Μικρὸν ἐπιμείνας προστρέχει, ἠγόρακά σοι περιστέρια λέγων. |
| **Pal 4** | Νῦν πῖθι, νῦν ἀφύβρισον. Β. ἢν ἀφύβρικα. |
| | **ΠΑΡΑΚΑΤΑΘΗΚΗ.** |
| **Par 1** | Πεποιήκατ’ ἔργον οὐχ ἑταίρων . . . . . . . . . . ταὐτὰ δ’ ὄντα γράμματα τὴν προσαγόρευσιν οὐ σφόδρ’ εὔσημον ποιεῖ. |
| **Par 2** | Στρατεία δ’ οὐ φέρει περιουσίαν οὐδεμί’, ἐφήμερον δὲ καὶ προπετῆ βίον, οὗ πεῖραν ἔχομεν ὄντος οὐ σωτηρίου. |
| **Par 3** | Αἰσχρὸν γενέσθαι πτωχὸν ἀσθενῆ θ’ ἅμα. |
| **Par 4** | Εὔπιστον ἀτυχῶν ἐστιν ἄνθρωπος φύσει· τὸν πλησίον γὰρ οἴεται μᾶλλον φρονεῖν ὁ τοῖς λογισμοῖς τοῖς ἰδίοις πταίων ἀεί. |
| **Par 5-6** | Ὁλκὴν ταλάντου χρυσίου σοι, παιδίον, ἕστηκα τηρῶν. |
| **Par 7** | Ἔστι κρίσις ἄδικος, ὡς ἔοικε, κἀν θεοῖς. |
| **Par 8** | Τοὺς ὄφεις καλῶς γέ μοι |
| | **ΠΕΡΙΚΕΙΡΟΜΕΝΗ.** |
| **Perik 1-2** | Οὕτω ποθεινόν ἐστιν ὁμότροπος φίλος. Οὐδείς ἐστί μοι ἀλλότριος ἂν ᾖ χρηστός· ἡ φύσις μία πάντων, τὸ δ’ οἰκεῖον συνίστησιν τρόπος. |
| **Perik 3** | Ὅμως δ’ ἀπόδειξον ταῦτα τῇ γυναικί σου. |
| **Perik 4-5** | Οἵαν ἀδικῶ γυναῖχ’ ὁ δυσδαίμων ἐγώ. Ὁ δ’ ἀλάστωρ ἐγώ |
| | **ΠΕΡΙΝΘΙΑ.** |
| **Perin 1** | Ὅστις παραλαβὼν δεσπότην ἀπράγμονα καὶ κοῦφον ἐξαπατᾷ θεράπων, οὐκ οἶδ’ ὅ τι οὗτος μεγαλεῖόν ἐστι διαπεπραγμένος, ἐπαβελτερώσας τόν ποτ’ ὄντ’ ἀβέλτερον. |
| **Perin 2** | Οὐπώποτ’ ἐζήλωσα πολυτελῆ νεκρόν· εἰς τὸν ἴσον ὄγκον τῷ σφόδρ’ ἔρχετ’ εὐτελεῖ. |
| **Perin 3** | Ὅς’ ἐστὶ μαλακὰ συλλαβών |
| **Perin 4** | Ἐπὶ τῶν ἁμαξῶν εἰσι πομπεῖαί τινες σφόδρα λοίδοροι. |
| **Perin 5** | Οὐδεμίαν ἡ γραῦς ὅλως κύλικα παρῆκεν, ἀλλὰ πίνει τὴν κύκλῳ. |
| **Perin 6** | Τὸ παιδίον δ’ εἰσῆλθεν ἑψητοὺς φέρον. |
| **Perin 7** | Οὐδ’ αὐτός εἰμι σὺν θεοῖς ὑπόξυλος. |
| | **ΠΛΟΚΙΟΝ.** |
| **Plo 1** | Ἐπ’ ἀμφότερα νῦν ἅτ’ ἐπίκληρος οὖσα δή μέλλει καθευδήσειν· κατείργασται μέγα καὶ περιβόητον ἔργον· ἐκ τῆς οἰκίας ἐξέβαλε τὴν λυποῦσαν ἣν ἐβούλετο, |
| **5** | ἵν’ ἀποβλέπωσι πάντες εἰς τὸ Κρωβύλης πρόσωπον· ἥ γ’ εὔγνωστος εἶχέ με γυνή δέσποινα, καὶ τὴν ὄψιν ἣν ἐκτήσατο ὄνος ἐν πιθήκοις ἐστὶ δὴ τὸ λεγόμενον. τοῦτο σιωπᾶν βούλομαι τὴν νύκτα τὴν |
| **10** | πολλῶν κακῶν ἀρχηγόν. οἴμοι Κρωβύλην λαβεῖν ἔμ’, ἑκκαιδεκατάλαντον ὦ θεοί γύναιον οὖσαν πήχεως. εἶτ’ ἐστὶ τὸ φρύαγμα εἴπως ἀνυπόστατον; μὰ τὸν Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐδαμῶς. |
| **15** | παιδισκάριον θεραπευτικὸν δὲ λόγου |
| **Plo 2** | Ἔχω δ’ ἐπίκληρον Λάμιαν· οὐκ εἴρηκά σοι τοῦτ’; εἶτ’ ἄρ’ οὐχί; κυρίαν τῆς οἰκίας καὶ τῶν ἀγρῶν καὶ πάντων ἀντ’ ἐκείνης ἔχομεν, Ἄπολλον, ὡς χαλεπῶν χαλεπώτατον. |
| **5** | ἅπασι δ’ ἀργαλέα ’στίν, οὐκ ἐμοὶ μόνῳ, υἱῷ, πολὺ μᾶλλον θυγατρί. Β. πρᾶγμ’ ἄμαχον λέγεις· |
| **Plo 4** | Ὦ τρὶς κακοδαίμων, ὅστις ὢν πένης γαμεῖ καὶ παιδοποιεῖθ’. ὡς ἀλόγιστός ἐστ’ ἀνήρ, ὃς μήτε φυλακὴν τῶν ἀναγκαίων ἔχει, μήτ’ ἂν ἀτυχήσας εἰς τὰ κοινὰ τοῦ βίου |
| **5** | ἐπαμφιάσαι δύναιτο τοῦτο χρήμασιν, ἀλλ’ ἐν ἀκαλύπτῳ καὶ ταλαιπώρῳ βίῳ χειμαζόμενος ζῇ, τῶν μὲν ἀνιαρῶν ἔχων τὸ μέρος ἁπάντων, τῶν δ’ ἀγαθῶν οὐδὲν μέρος· |
| **Plo 5** | Ὅστις πένης ὢν ζῆν ἐν ἄστει βούλεται, ἀθυμότερον ἑαυτὸν ἐπιθυμεῖ ποιεῖν· ὅταν γὰρ εἰς τρυφῶντα καὶ σχολὴν ἄγειν δυνάμενον ἐμβλέψῃ, τότ’ αὐτόν ἐστ’ ἰδεῖν |
| **5** | ὡς ἄθλιον ζῇ καὶ ταλαίπωρον βίον. |
| **Plo 6** | Κακῶς ὁ δεσπότης βεβούλευται πάνυ· |
| **Plo 7** | Ἆρ’ ἐστὶν ἀρετῆς καὶ βίου διδάσκαλος ἐλευθέρου τοῖς πᾶσιν ἀνθρώποις ἀγρός. |
| **Plo 8** | Ὦ Παρμένων, οὐκ ἔστιν ἀγαθὸν τῷ βίῳ φυόμενον ὥσπερ δένδρον ἐκ ῥίζης μιᾶς, ἀλλ’ ἐγγὺς ἀγαθοῦ παραπέφυκε καὶ κακόν, ἐκ τοῦ κακοῦ τ’ ἤνεγκεν ἀγαθὸν ἡ φύσις. |
| **Plo 9** | Ἀεὶ τὸ λυποῦν ἀποδίωκε τοῦ βίου· |
| **Plo 10** | Οὐκ ἔστι βίον εὑρεῖν ἄλυπον οὐδενός. |
| | **ΠΡΟΓΑΜΟΙ.** |
| **Prog 1** | Τυφλόν γε καὶ δύστηνόν ἐστιν ἡ τύχη. |
| | **ΠΡΟΕΓΚΑΛΩΝ.** |
| **Proe 1** | Τὸ δ’ εὖ κελευόμενον μέν ἐστιν ἀσφαλέστατον δοῦλον ποιεῖν, ὥς φασι. |
| **Proe 2** | Οἷον τὸ γενέσθαι πατέρα παίδων ἦν ἄρα· λύπη, φόβος, φροντίς, πέρας ἐστὶν οὐδὲ ἕν. |
| | **ΠΩΛΟΥΜΕΝΟΙ.** |
| **Pol 1** | Τάλας, ἕστηκας ἔτι πρὸς ταῖς θύραις τὸ φορτίον θείς; σιτόκουρον, ἄθλιον, ἄχρηστον εἰς τὴν οἰκίαν εἰλήφαμεν. |
| **Pol 2** | Οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν, |
| | **ΡΑΠΙΖΟΜΕΝΗ.** |
| **Rha 1** | Ὁ μὴ δεχόμενος τῶν θεῶν τὸ σύμφορον |
| **Rha 2** | Ἀτύχημα κἀδίκημα διαφορὰν ἔχει· τὸ μὲν διὰ τύχην γίγνεται, τὸ δ’ αἱρέσει. |
| **Rha 3** | Ἔρχεται τἀληθὲς εἰς φῶς ἐνίοτ’ οὐ ζητούμενον. |
| **Rha 4** | Ἆρ’ ἐστὶν ἀγαθῶν πᾶσι πλείστων αἰτία ἡ σύνεσις, ἂν ᾖ πρὸς τὰ βελτίω σοφή. |
| **Rha 5** | Τοὐμὸν θυγάτριον; πάνυ γάρ ἐστι τῇ φύσει |
| **Rha 6** | Εἶτ’ ἀμφορεαφόρος τις ἀποφορὰν φέρων. |
| **Rha 7** | Πόθεν γάρ, ὦ φίλοι θεοί, τούτους ἀνεσπάκασιν οὗτοι τοὺς λόγους; |
| **Rha 8** | Ὁ μυόχοδος γέρων λεληθέναι σφόδρα οἰόμενος. |
| **Rha 9** | Οὐχ ὁρᾶτε τὴν τροφόν |
| | **ΣΑΜΙΑ.** |
| **Sam 1** | Φέρε τὸν λιβανωτόν· σὺ δ’ ἐπίθες τὸ πῦρ, Τρύφη. |
| | **ΣΙΚΥΩΝΙΟΣ.** |
| **Sik 1** | Εὐλοιδόρητον, ὡς ἔοικε, φαίνεται τὸ τοῦ στρατιώτου σχῆμα καὶ τὸ τοῦ ξένου. |
| **Sik 2** | Στρατοφάνη, λιτόν ποτ’ εἶχες χλαμύδιον καὶ παῖδ’ ἕνα. |
| **Sik 3** | Ἅβραν γὰρ ἀντωνούμενος ἐρωμένην ταύτῃ μὲν οὐ παρέδωκ’ ἔχειν, τρέφει δὲ χωρίς, ὡς ἐλευθέραν πρέπει. |
| **Sik 4** | Ὁ πλέων κατήχθη, κρίνεθ’ οὗτος πολέμιος· ἐὰν δ’ ἔχῃ τι μαλακόν, ἀγγαρεύεται. |
| **Sik 5** | Κακὴ μὲν ὄψις, ἐν δὲ δειλαῖαι φρένες. |
| | **ΣΤΡΑΤΙΩΤΑΙ.** |
| **Str 1** | Ὁρῶν τι βούλευσαι κατὰ σαυτὸν γενόμενος· τὸ συμφέρον γὰρ οὐχ ὁρᾶται τῷ βοᾶν, ἐν τῷ πρὸς αὑτὸν δ’ ἀναλογισμῷ φαίνεται. |
| **Str 2** | Οὐδεὶς ξύνοιδεν ἐξαμαρτάνων πόσον ἁμαρτάνει τὸ μέγεθος, ὕστερον δ’ ὁρᾷ. |
| | **ΣΥΝΑΡΙΣΤΩΣΑΙ.** |
| **Syna 1** | Ἀστεῖον τὸ μή συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον, |
| **Syna 2** | Ἂν ἔτι πιεῖν μοι δῷ τις· ἀλλ’ ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο ἄρας’ ἀφ’ ἡμῶν. |
| **Syna 3** | Καὶ τὸν ἐπὶ κακῷ γιγνόμενον ἀλλήλων ἀγαπησμόν, οἷος ἦν. |
| **Syna 4** | Ἔρως δὲ τῶν θεῶν ἰσχὺν ἔχων πλείστην ἐπὶ τούτου δείκνυται· διὰ τοῦτον ἐπιορκοῦσι τοὺς ἄλλους θεούς. |
| **Syna 5** | Πατὴρ δ’ ἀπειλῶν οὐκ ἔχει μέγαν φόβον. |
| **Syna 6** | Τρισάθλιόν γε καὶ ταλαίπωρον φύσει |
| | **ΣΥΝΕΡΩΣΑ.** |
| **Syner 1-2** | Ἄφες τὸν ἄνθρωπον. τί κόπτεις ὦ μέλε; |
| | **ΣΥΝΕΦΗΒΟΙ.** |
| | **ΤΙΤΘΗ.** |
| **Tit 1** | Ἢν ἄν τις ὑμῶν παιδίον ᾐτήσατ’ ἢ κέχρηκεν, ἄνδρες γλυκύτατοι. |
| **Tit 2** | Οἱ τὰς ὀφρῦς αἴροντες ὡς ἀβέλτεροι καὶ „σκέψομαι“ λέγοντες· ἄνθρωπος γὰρ ὤν σκέψει τί περὶ τοῦ; δυστυχὴς ὅταν τύχῃ· αὐτόματα γὰρ τὰ πράγματ’ ἐπὶ τὸ συμφέρον |
| **5** | ῥεῖ κἂν καθεύδῃς ἢ πάλιν τοὐναντίον. |
| | **ΤΡΟΦΩΝΙΟΣ.** |
| **Tro 1** | Ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχῆς. Β. τίνος; |
| **5** | καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ ἁλίσκετ’, ἀλλ’ οὕτως παρέργως ἅπτεται· τὰς δ’ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα μᾶλλον προσεδέξατ’· Ἀρκαδικὸς τοὐναντίον ἀθάλαττος ἐν τοῖς λοπαδίοις ἁλίσκεται· |
| **10** | Ἰωνικὸς πλούταξ ὑποστάσεις ποιῶν, |
| **Tro 2** | Τὸ μηδὲν ἀδικεῖν καὶ φιλανθρώπους ποιεῖ. |
| | **ΥΔΡΙΑ.** |
| **Hyd 1** | Ὡς ἡδὺ τῷ μισοῦντι τοὺς φαύλους τρόπους ἐρημία, καὶ τῷ μελετῶντι μηδὲ ἓν πονηρὸν ἱκανὸν κτῆμ’ ἀγρὸς τρέφων καλῶς. ἐκ τῶν ὄχλων δὲ ζῆλος, ἥ τε κατὰ πόλιν |
| **5** | αὕτη τρυφὴ λάμπει μέν, ἐς δ’ ὀλίγον χρόνον. |
| **Hyd 2** | Γέροντα δυστυχοῦντα τῶν αὑτοῦ κακῶν ἐπαγόμενον λήθην, ἀνέμνησας πάλιν ἐπὶ τἀτυχεῖν τ’ ἤγειρας. |
| **Hyd 3** | Εὐθὺς καταχρήσεσθαι τὸν ἀνορωρυγμένον ταύτην ἰδόντα. |
| **Hyd 4** | Οἱ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι φίλτατοι. |
| | **ΥΜΝΙΣ.** |
| **Hym 1** | Νὴ τὴν Ἀθηνᾶν, μακάριόν γ’ ἡ χρηστότης πρὸς πάντα καὶ θαυμαστὸν ἐφόδιον βίῳ. τούτῳ λαλήσας ἡμέρας σμικρὸν μέρος εὔνους ἐγὼ νῦν εἰμι. πειστικὸν λόγος, |
| **5** | πρὸς τοῦτ’ ἂν εἴποι τις μάλιστα τῶν σοφῶν. τί οὖν ἑτέρους λαλοῦντας εὖ βδελύττομαι; τρόπος ἔσθ’ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος. |
| **Hym 2** | Οὐ πάνυ τι γηράσκουσιν αἱ τέχναι καλῶς, |
| **Hym 3** | Ἀλλὰ τἀργυρώματα ἥκω λαβεῖν βουλόμενος. |
| **Hym 4** | Νῦν δὲ κατὰ πόλιν εὕρηκε τὸν ἕτερον, τὸν σέ, τὸν ἐμὲ τουτονί. |
| **Hym 5** | Οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος. |
| | **ΥΠΟΒΟΛΙΜΑΙΟΣ Η ΑΓΡΟΙΚΟΣ.** |
| **Hyp 1** | Μικρὰ Παναθήναι’ ἐπειδὴ δι’ ἀγορᾶς πέμποντά σε, Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφ’ ἅρματος. |
| **Hyp 2** | Τοῦτον εὐτυχέστατον λέγω, ὅστις θεωρήσας ἀλύπως, Παρμένων, τὰ σεμνὰ ταῦτ’ ἀπῆλθεν, ὅθεν ἦλθεν, ταχύ, τὸν ἥλιον τὸν κοινόν, ἄστρ’, ὕδωρ, νέφη, |
| **5** | πῦρ· ταῦτα κἂν ἑκατὸν ἔτη βιῷς ἀεί ὄψει παρόντα, κἂν ἐνιαυτοὺς σφόδρ’ ὀλίγους, σεμνότερα τούτων ἕτερα δ’ οὐκ ὄψει ποτέ. Πανήγυριν νόμισόν τιν’ εἶναι τὸν χρόνον, |
| **10** | ὄχλος, ἀγορά, κλέπται, κυβεῖαι, διατριβαί· ἂν πρῶτον ἀπίῃς καταλύσεις, βελτίονα ἐφόδι’ ἔχων ἀπῆλθες ἐχθρὸς οὐδενί· ὁ προσδιατρίβων δ’ ἐκοπίασεν ἀπολέσας, κακῶς τε γηρῶν ἐνδεής του γίγνεται, |
| **15** | ῥεμβόμενος ἐχθροὺς εὗρ’, ἐπεβουλεύθη ποθέν, οὐκ εὐθανάτως ἀπῆλθεν ἐλθὼν εἰς χρόνον. |
| **Hyp 3ab** | Παύσασθε νοῦν ἔχοντες· οὐδὲν γὰρ πλέον ἁ’νθρώπινος νοῦς ἐστιν ἄλλο τῆς τύχης, εἴτ’ ἐστὶ τοῦτο πνεῦμα θεῖον εἴτε νοῦς. τοῦτ’ ἔστι τὸ κυβερνῶν ἅπαντα καὶ στρέφον |
| **5** | καὶ σῶζον, ἡ πρόνοια δ’ ἡ θνητὴ καπνός καὶ φλήναφος. πείσθητε κοὐ μέμψεσθέ με· πάνθ’ ὅσα νοοῦμεν ἢ λέγομεν ἢ πράττομεν τύχη ’στίν, ἡμεῖς δ’ ἐσμὲν ἐπιγεγραμμένοι. Τύχη κυβερνᾷ πάντα. ταύτην καὶ φρένας |
| **10** | δεῖ καὶ πρόνοιαν τὴν θεὸν καλεῖν μόνην, εἰ μή τις ἄλλως ὀνόμασιν χαίρει κενοῖς. |
| **Hyp 4** | Τὰ δεύτερ’ ἀεὶ τὴν γυναῖκα δεῖ λέγειν, τὴν δ’ ἡγεμονίαν τῶν ὅλων τὸν ἄνδρ’ ἔχειν. οἶκος δ’ ἐν ᾧ τὰ πάντα πρωτεύει γυνή, |
| **Hyp 5** | Τοῦτο μόνον ἐπισκοτεῖ καὶ δυσγενείᾳ καὶ τρόπου πονηρίᾳ, καὶ πᾶσιν οἷς ἔσχηκεν ἄνθρωπος κακοῖς, τὸ πολλὰ κεκτῆσθαι· τὰ δ’ ἄλλ’ ἐλέγχεται. |
| **Hyp 6** | Οὐ παντὸς ἀγαθοῦ τὴν πρόνοιαν αἰτίαν κρίνων ἂν ὀρθῶς ὑπολαβεῖν τίς μοι δοκεῖ, ἀλλ’ ἔστι καὶ ταὐτόματον ἔνια χρήσιμον. |
| **Hyp 7** | Ἀεὶ κράτιστόν ἐστι τἀληθῆ λέγειν. ἐν παντὶ καιρῷ τοῦτ’ ἐγὼ παρεγγυῶ εἰς ἀσφάλειαν τῷ βίῳ πλεῖστον μέρος. |
| **Hyp 8** | Πολλῶν κατὰ γῆν καὶ κατὰ θάλατταν θηρίων |
| **Hyp 9** | Ἄπολλον, ἀλλὰ σκαιὸν οὐ μετρίως λέγεις, μετὰ μαρτύρων ἀτυχεῖν, παρὸν λεληθέναι. |
| **Hyp 10** | Δυσπαρακολούθητόν τι πρᾶγμ’ ἐστὶν τύχη. |
| **Hyp 11** | Τὸν ἄμητα, Χαίριππ’, οὐκ ἐᾷς πέττειν τινά. |
| **Hyp 12** | Ὡς μηδὲν ἀποκρινουμένῳ δ’ οὕτω λαλεῖν. |
| **Hyp 13** | Γέρων ἀπεμέμυκτ’ ἄθλιος λέμφος. |
| | **ΦΑΝΙΟΝ** |
| **Phan 1** | Ὑπελήλυθέν τέ μου νάρκα τις ὅλον τὸ δέρμα. |
| **Phan 2** | Φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής. |
| **Phan 3** | Οἷα δὴ φιλοῦσιν ἰατροὶ λέγειν τὰ φαῦλα μείζω καὶ τὰ δείν’ ὑπέρφοβα, |
| | **ΦΑΣΜΑ.** |
| **Phas 1** | Ἐπισημαίνεσθ’ ἐάν |
| | **ΦΙΛΑΔΕΛΦΟΙ.** |
| **Phi 1** | Ἤδη δ’ ἐπίχυσις, διάλιθοι λαβρώνιοι, Πέρσαι δ’ ἔχοντες μυιοσόβας ἑστήκεσαν. |
| **Phi 2** | Ὥστ’ ἔγωγ’ ἂν εἱλόμην που σαυνίῳ πεπληγμένος. |
| **Phi 3** | Οὐ ῥᾴδιον |
| **Phi 4** | Νὴ τὸν Δία τὸν μέγιστον ἐκτυφήσομαι. |
| **Phi 5** | Ὡς ἡδὺ τὸ ζῆν, εἰ μεθ’ ὧν κρίνῃ τις ἄν. |
| | **ΧΑΛΚΕΙΑ.** |
| **Chalkei 2** | Τοῦτο δὴ τὸ νῦν ἔθος, ἄκρατον, ἐβόων, τὴν μεγάλην· ψυκτῆρά τις προὔπινεν αὐτοῖς ἀθλίους ἀπολλύων. |
| **Chalkei 3** | Οὐκ ἂν γένοιτ’ ἐρῶντος ἀθλιώτερον οὐδὲν γέροντος πλὴν ἕτερος γέρων ἐρῶν· ὃς γὰρ ἀπολαύειν βούλεθ’ ὧν ἀπολείπεται |
| | **ΧΑΛΚΙΣ.** |
| | **ΧΗΡΑ.** |
| **Che 1** | Τὸ λεγόμενον τοῦτ’ ἐστὶ νῦν, τἄνω κάτω, φασίν, τὰ κάτω δ’ ἄνω. |
| **Che 2** | Βοῶν ποιείτω τὴν πόλιν διάστατον. |
| **Che 3** | Πρὸς τὴν ἀδελφὴν ἀνάδοχον τῶν χρημάτων. |
| **Che 4** | Ἑκοῦσα δ’ ἁ’δελφὴ ποιήσει τοῦτό σοι ἀντάλλαγόν γ’ ἕξουσα τούτῳ διδομένη. |
| | **ΨΕΥΔΗΡΑΚΛΗΣ.** |
| **Pseu 1** | Μάγειρ’, ἀηδής μοι δοκεῖς εἶναι σφόδρα· πόσας τραπέζας μέλλομεν ποιεῖν, τρίτον ἤδη μ’ ἐρωτᾷς· χοιρίδιον ἓν θύομεν, ὀκτὼ ποιήσοντες τραπέζας δ’ ἢ μίαν, |
| **5** | τί σοὶ διαφέρει τοῦτο; παράθες σημίαν. οὐκ ἔστι κανδύλους ποιεῖν, οὐδ’ οἷα σύ εἴωθας εἰς ταὐτὸν καρυκεύειν, μέλι, σεμίδαλιν, ᾠά. πάντα γὰρ τἀναντία νῦν ἐστιν· ὁ μάγειρος γὰρ ἐγχύτους ποιεῖ, |
| **10** | πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς. |
| **15** | μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν δειπνεῖ τὰ μελίπηκτα ταῖς κίχλαις. |
| **Pseu 2** | Νῦν δ’ εἰς γυναικωνῖτιν εἰσιόνθ’ ὅταν ἴδω παράσιτον, τὸν δὲ Δία τὸν κτήσιον ἔχοντα τὸ ταμιεῖον οὐ κεκλεισμένον, |
| **Pseu 3** | Μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυοῖν ταύταιν· τρέφει δὲ παλλακή τις τοῦ πατρός αὐτάς, ἅβρα τῆς μητρὸς αὐτῶν γενομένη. |
| **Pseu 4** | Ὑπὲρ μὲν οἴνου μηδὲ γρῦ, τιτθή, λέγε, ἂν τἄλλα δ’ ᾖς ἄμεμπτος, ἕκτην ἐπὶ δέκα βοηδρομιῶνος ἐνδελεχῶς ἕξεις ἀεί. |
| **Pseu 5** | Ἀστοργίαν ἔχει τίν’ ὁ σκληρὸς βίος. |
| | **ΨΟΦΟΔΕΗΣ.** |
| **Pso 1** | Ἐπίσημον αὖ τὴν ἀσπίδ’ εἰς τὴν τοῦ Διός |
| | **FABULARUM INCERTARUM FRAGMENTA.** |
| **FIF 1** | Ἢ μὴ γαμεῖν γάρ, ἂν δ’ ἅπαξ λάβῃς, φέρειν μύσαντα πολλὴν προῖκα καὶ γυναῖκα δεῖ. [ἐκπυνθάνεσθαι τἀρσένων δ’ ἡμᾶς σέθεν. τὸ μὲν μέγιστον οὔποτ’ ἄνδρα χρὴ σοφόν |
| **5** | λίαν φυλάσσειν ἄλοχον ἐν μυχοῖς δόμων· ἐρᾷ γὰρ ὄψις τῆς θύραθεν ἡδονῆς, ἐν δ’ ἀφθόνοισι τοῖσδ’ ἀναστρωφωμένη, βλέπουσά τ’ εἰς πᾶν καὶ παροῦσα πανταχοῦ, τὴν ὄψιν ἐμπλήσας’ ἀπήλλακται κακῶν. |
| **10** | τό τ’ ἄρσεν ἀεὶ τοῦ κεκρυμμένου λίχνον. ὅστις δὲ μοχλοῖς καὶ διὰ σφραγισμάτων σώζει δάμαρτα, δρᾶν τι δὴ δοκῶν σοφόν, μάταιός ἐστι καὶ φρονῶν οὐδὲν φρονεῖ. ἥτις γὰρ ἡμῶν καρδίαν θύραζ’ ἔχει, |
| **15** | θᾶσσον μὲν οἰστοῦ καὶ πτεροῦ χωρίζεται, λάθοι δ’ ἂν Ἄργου τὰς πυκνοφθάλμους κόρας. καὶ πρὸς κακοῖσι τοῦτο δὴ μέγας γέλως, |
| **FIF 2** | Εἰ γὰρ ἐγένου σύ, Τρόφιμε, τῶν πάντων μόνος, ὅτ’ ἔτικτεν ἡ μήτηρ ς’, ἐφ’ ᾧ τε διατελεῖν πράττων ἃ βούλει καὶ διευτυχεῖν ἀεί, καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι, |
| **5** | ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ ς’ ἐψευσμένος ἄτοπόν τε πεποίηκ’. εἰ δ’ ἐπὶ τοῖς αὐτοῖς νόμοις ἐφ’ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ, οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον. |
| **10** | τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ, οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν ταπεινότητα ζῷον οὐδὲν λαμβάνει. καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὄν φύσει, μεγίστοις οἰκονομεῖται πράγμασιν, |
| **15** | ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά. σὺ δ’ οὔθ’ ὑπερβάλλοντα, Τρόφιμ’, ἀπώλεσας ἀγαθά, τὰ νυνὶ δ’ ἔστι μέτριά σοι κακά. |
| **FIF 3** | Καὶ τοῦτον ἡμᾶς τὸν τρόπον γαμεῖν ἔδει ἅπαντας, ὦ Ζεῦ σῶτερ, ὡς ὠνήμεθα. οὐκ ἐξετάζειν μὲν τὰ μηδὲν χρήσιμα, τίς ἦν ὁ πάππος ἧς γαμεῖ, τήθη δὲ τίς, |
| **5** | τὸν δὲ τρόπον αὐτῆς τῆς γαμουμένης, μεθ’ ἧς βιώσεται, μήτ’ ἐξετάσαι μήτ’ εἰσιδεῖν· ἀλλ’ ἐπὶ τράπεζαν μὲν φέρειν τὴν προῖχ’, ἵνα εἰ τἀργύριον καλόν ἐστι δοκιμαστὴς ἴδῃ, ὃ πέντε μῆνας ἔνδον οὐ γενήσεται, |
| **10** | τῆς διὰ βίου δ’ ἔνδον καθεδουμένης ἀεί μὴ δοκιμάσασθαι μηδέν, ἀλλ’ εἰκῆ λαβεῖν, ἀγνώμον’, ὀργίλην, χαλεπήν, ἐὰν τύχῃ, λάλον. περιάξω τὴν ἐμαυτοῦ θυγατέρα |
| **15** | λαλεῖτε, προσκοπεῖσθε πηλίκον κακόν λήψεσθ’· ἀνάγκη γὰρ γυναῖκ’ εἶναι κακόν, ἀλλ’ εὐτυχής ἐσθ’ ὁ μετριώτατον λαβών. |
| **FIF 4** | Ἀπολεῖ με τὸ γένος. μὴ λέγ’, εἰ φιλεῖς ἐμέ, μῆτερ, ἐφ’ ἑκάστῳ τὸ γένος. οἷς ἂν τῇ φύσει ἀγαθὸν ὑπάρχῃ μηδὲν οἰκεῖον προσόν, ἐκεῖσε καταφεύγουσιν, εἰς τὰ μνήματα |
| **5** | καὶ τὸ γένος, ἀριθμοῦσίν τε τοὺς πάππους ὅσοι· οὐδὲν δ’ ἔχουσι πλεῖον, οὐδ’ ἐρεῖς ὅτῳ οὐκ εἰσὶ πάπποι· πῶς γὰρ ἐγένοντ’ ἄν ποτε; εἰ μὴ λέγειν δ’ ἔχουσι τούτους διά τινα τόπου μεταβολὴν ἢ φίλων ἐρημίαν, |
| **10** | τί τῶν λεγόντων εἰσὶ δυσγενέστεροι; ὃς ἂν εὖ γεγονὼς ᾖ τῇ φύσει πρὸς τἀγαθά, κἂν Αἰθίοψ ᾖ, μῆτερ, ἔστιν εὐγενής. |
| **FIF 5** | Ἅπαντα τὰ ζῷ’ ἔστι μακαριώτερα καὶ νοῦν ἔχοντα μᾶλλον ἀνθρώπου πολύ. τὸν ὄνον ὁρᾶν ἔξεστι πρῶτα τουτονί. οὗτος κακοδαίμων ἐστὶν ὁμολογουμένως· |
| **5** | τούτῳ κακὸν δι’ αὑτὸν οὐδὲν γίγνεται, ἃ δ’ ἡ φύσις δέδωκεν αὐτὰ ταῦτ’ ἔχει. ἡμεῖς δὲ χωρὶς τῶν ἀναγκαίων κακῶν αὐτοὶ παρ’ αὑτῶν ἕτερα προσπορίζομεν. λυπούμεθ’ ἂν πτάρῃ τις, ἂν εἴπῃ κακῶς |
| **10** | ὀργιζόμεθ’, ἂν ἴδῃ τις ἐνύπνιον σφόδρα φοβούμεθ’, ἂν γλαὺξ ἀνακράγῃ δεδοίκαμεν. ἀγωνίαι, δόξαι, φιλοτιμίαι, νόμοι, |
| **FIF 6** | Εἶτ’ οὐ δικαίως προσπεπατταλευμένον γράφουσι τὸν Προμηθέα πρὸς ταῖς πέτραις, καὶ γίγνετ’ αὐτῷ λαμπάς, ἄλλο δ’ οὐδὲ ἕν ἀγαθόν; ὃ μισεῖν οἶμ’ ἅπαντας τοὺς θεούς, |
| **5** | γυναῖκας ἔπλασεν. ὦ πολυτίμητοι θεοί, ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων; γαμεῖ; λάθριοι τὸ λοιπὸν γὰρ ἐπιθυμίαι κακαί, γαμηλίῳ λέχει τε μοιχὸς ἐντρυφῶν, καὶ φαρμακεῖαι, καὶ νόσων χαλεπώτατος |
| **10** | φθόνος, μεθ’ οὗ ζῇ πάντα τὸν βίον γυνή. |
| **FIF 7** | Μὰ τὴν Ἀθηνᾶν, ἄνδρες, εἰκόν’ οὐκ ἔχω εὑρεῖν ὁμοίαν τῷ γεγονότι πράγματι, ζητῶν πρὸς ἐμαυτὸν τί ταχέως ἀπολλύει. στρόβιλος; ἐν ὅσῳ συστρέφεται, προσέρχεται, |
| **5** | προέλαβεν, ἐξέρριψεν, αἰὼν γίγνεται. |
| **10** | ἁψάμενός εἰμι καὶ φιλήσας ἐν βυθῷ. |
| **FIF 8ab** | Πάντες μὲν οἱ Θρᾷκες, μάλιστα δ’ οἱ Γέται ἡμεῖς ἁπάντων (καὶ γὰρ αὐτὸς εὔχομαι ἐκεῖθεν εἶναι τὸ γένος), οὐ σφόδρ’ ἐγκρατεῖς ἐσμέν. |
| **5** | Γαμεῖ γὰρ ἡμῶν οὐδὲ εἷς εἰ μὴ δέκ’ ἤ ἕνδεκα γυναῖκας, δώδεκ’ ἢ πλείους τινές. ἂν τέτταρας δ’ ἢ πέντε γεγαμηκὼς τύχῃ καταστροφῆς τις, ἀνυμέναιος ἄθλιος |
| **FIF 9** | Ὅταν εἰδέναι θέλῃς σεαυτὸν ὅστις εἶ, ἔμβλεψον εἰς τὰ μνήμαθ’, ὡς ὁδοιπορεῖς. ἐνταῦθ’ ἔνεστ’ ὀστᾶ τε καὶ κούφη κόνις ἀνδρῶν βασιλέων καὶ τυράννων καὶ σοφῶν, |
| **5** | καὶ μέγα φρονούντων ἐπὶ γένει καὶ χρήμασιν, αὑτῶν τε δόξῃ κἀπὶ κάλλει σωμάτων. ἀλλ’ οὐδὲν αὐτῶν τῶνδ’ ἐπήρκεσεν χρόνος. κοινὸν τὸν ᾅδην ἔσχον οἱ πάντες βροτοί. πρὸς ταῦθ’ ὁρῶν γίγνωσκε σαυτὸν ὅστις εἶ. |
| **FIF 10** | Ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας. ἐγὼ δ’ ὑπέλαβον χρησίμους εἶναι θεούς |
| **5** | ἱδρυσάμενος τούτους γὰρ εἰς τὴν οἰκίαν εὖξαι τί βούλει, πάντα σοι γενήσεται, ἀγρός, οἰκίαι, θεράποντες, ἀργυρώματα, φίλοι, δικασταί, μάρτυρες. μόνον δίδου· αὐτοὺς γὰρ ἕξεις τοὺς θεοὺς ὑπηρέτας. |
| **FIF 11** | Ὁ πάντα βουληθεὶς ἂν ἄνθρωπος πονεῖν πάντ’ ἂν γένοιτο· πλούσιος τρόπον τινά· πάλιν φιλόσοφός τινι μαθήσει χρώμενος· τὸ σῶμ’ ὑγιαίνει τινὰ δίαιταν προσφέρων. |
| **5** | πλὴν ἕν τι τῶν πάντων ἀδύνατον ἦν ἄρα εὑρεῖν, δι’ οὗ τρόπου τις οὐ λυπήσεται. οὐ γὰρ τὸ μὴ πράττειν κατὰ νοῦν ἔχει μόνον |
| **FIF 12** | Μειράκιον, οὔ μοι κατανοεῖν δοκεῖς ὅτι ὑπὸ τῆς ἰδίας ἕκαστα κακίας σήπεται, καὶ πάντα τὰ λυμαινόμεν’ ἔστιν ἔνδοθεν. οἷον ὁ μὲν ἰός, ἂν σκοπῇς, τὸ σιδήριον, |
| **5** | τὸ δ’ ἱμάτιον οἱ σῆτες, ὁ δὲ θρὶψ τὸ ξύλον. ὃ δὲ τὸ κάκιστον τῶν κακῶν πάντων, φθόνος φθισικὸν πεποίηκε καὶ ποιήσει καὶ ποιεῖ, ψυχῆς πονηρᾶς δυσσεβὴς παράστασις. |
| **FIF 13** | Δέρκιππε καὶ Μνήσιππε, τοῖς εἰρημένοις |
| **5** | καὶ συναγανακτοῦνθ’ ὁπόταν οἰκείως ὁρᾷ ἕκαστος αὐτῶν τὸν παρόντα, παύεται τοῦτον μάλιστα τὸν χρόνον τοῦ δυσφορεῖν. |
| **FIF 14** | Τίνι δεδούλωταί ποτε; ὄψει; φλύαρος· τῆς γὰρ αὐτῆς πάντες ἄν ἤρων· κρίσιν γὰρ τὸ βλέπειν ἴσην ἔχει. ἀλλ’ ἡδονή τις τοὺς ἐρῶντας ἐπάγεται |
| **5** | συνουσίας; πῶς οὖν ἕτερος ταύτην ἔχων οὐδὲν πέπονθεν, ἀλλ’ ἀπῆλθε καταγελῶν, ἕτερος δ’ ἀπόλωλε; καιρός ἐστιν ἡ νόσος |
| **FIF 15** | Εἴπερ τὸν ἀδικοῦντ’ ἀσμένως ἠμύνετο ἕκαστος ἡμῶν καὶ συνηγωνίζετο, ἴσως νομίζων ἴδιον εἶναι τὸ γεγονός ἀδίκημα, καὶ συνεπράττομεν ἀλλήλοις πικρῶς, |
| **5** | οὐκ ἂν ἐπὶ πλεῖον τὸ κακὸν ἡμῖν ἤυξετο τὸ τῶν πονηρῶν, ἀλλὰ παρατηρούμενοι καὶ τυγχάνοντες ἧς ἔδει τιμωρίας ἤτοι σπάνιοι σφόδρ’ ἂν ἦσαν ἢ πεπαυμένοι. |
| **FIF 16** | Ὀκνεῖ δὲ νοῦν ἔχους’ ἴσως, ἀεὶ δὲ τοῖς παροῦσι δακρύοις ἐμποιεῖ τὸ θῆλυ τῆς ψυχῆς ἀναβολὴν τῷ πάθει. |
| **FIF 17** | Ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν, οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατήρ, |
| **5** | τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον. ὁ δ’ ἐπινεύει πᾶσι τούτοις. |
| **FIF 18ab** | Ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου ἀγαθός· κακὸν γὰρ δαίμον’ οὐ νομιστέον εἶναι βίον βλάπτοντα χρηστόν. |
| **5** | Ἅπαντα δ’ ἀγαθὸν εἶναι τὸν θεόν. |
| **FIF 19** | Ἄνθρωπος ὢν μηδέποτε τὴν ἀλυπίαν αἰτοῦ παρὰ θεῶν, ἀλλὰ τὴν μακροθυμίαν. |
| **5** | παρηγόρει δὲ τὰ κακὰ δι’ ἑτέρων κακῶν. |
| **FIF 20** | Ὅταν τις ἡμῶν ἀμέριμνον ἔχῃ τὸν βίον, οὐκ ἐπικαλεῖται τὴν τύχην εὐδαιμονῶν· ὅταν δὲ λύπαις περιπέσῃ καὶ πράγμασιν, εὐθὺς προσάπτει τῇ τύχῃ τὴν αἰτίαν. |
| **FIF 21** | Ὦ γῆρας ἐχθρὸν σωμάτων ἀνθρωπίνων, ἅπαντα συλῶν τὰ καλὰ τῆς εὐμορφίας, καὶ μεταχαράττον τὴν μὲν ἀνδρίαν μελῶν |
| **FIF 22** | Ἐὰν πονηροῦ γείτονος γείτων ἔσῃ, πάντως παθεῖν πονηρὸν ἢ μαθεῖν σε δεῖ· ἐὰν ἀγαθοῦ δὲ γείτονος γείτων ἔσῃ, ὡς προσδιδάσκεις ἀγαθὰ καὶ προσμανθάνεις. |
| **FIF 23** | Λύπης ἰατρός ἐστιν ἀνθρώποις λόγος· ψυχῆς γὰρ οὗτος μόνος ἔχει θελκτήρια· λέγουσι δ’ αὐτὸν οἱ πάλαι σοφώτατοι ἀστεῖον εἶναι φάρμακον. |
| **FIF 24** | Οὐκ ἐκ πότων καὶ τῆς καθ’ ἡμέραν τρυφῆς |
| **FIF 25** | Εἰ καὶ σφόδρ’ ἀλγεῖς, μηδὲν ἠρεθισμένος πράξῃς προπετῶς· ὀργῆς γὰρ ἀλογίστου κρατεῖν ἐν ταῖς ταραχαῖς μάλιστα τὸν φρονοῦντα δεῖ. |
| **FIF 26** | Ὀχληρὸν ὁ χρόνος ὁ πολύς. ὦ γῆρας βαρύ, ὡς οὐδὲν ἀγαθόν, δυσχερῆ δὲ πόλλ’ ἔχεις τοῖς ζῶσι καὶ λυπηρά. πάντες εἰς σὲ δέ ἐλθεῖν ὅμως εὐχόμεθα καὶ σπουδάζομεν. |
| **FIF 27ab** | Καί τοι τί λογίζομ’ ὁ κακοδαίμων προσδοκῶν χάριν παρὰ γυναικὸς κομιεῖσθαι; μὴ μόνον κακόν τι προσλάβοιμι, καὶ κάλλιστ’ ἔχει. |
| **FIF 28** | Ἂν μὲν πλέωμεν ἡμερῶν που τεττάρων, σκεπτόμεθα τἀναγκαῖ’ ἑκάστης ἡμέρας· ἂν δῇ δὲ φείσασθαί τι τοῦ γήρως χάριν, οὐ φεισόμεσθ’ ἐφόδια περιποιούμενοι; |
| **FIF 29** | Ἔνεγκ’ ἀτυχίαν καὶ βλάβην εὐσχημόνως. τοῦτ’ ἔστιν ἀνδρὸς νοῦν ἔχοντος, οὐκ ἄνω ἀνασπάσας τις τὰς ὀφρῦς οἴμοι λαλεῖ, ἀλλ’ ὃς τά γ’ αὑτοῦ πράγματ’ ἐγκρατῶς φέρει. |
| **FIF 30** | Καὶ τοῦτο θύων οὐδεπώποτ’ εὐξάμην ἐγὼ τὸ σῶζον τὴν ἐμὴν οἰκίαν, ἀλλὰ παρέλιπον οἰκετῶν εἶναι στάσιν |
| **FIF 31** | Πλεονεξία μέγιστον ἀνθρώποις κακόν· οἱ γὰρ θέλοντες προσλαβεῖν τὰ τῶν πέλας ἀποτυγχάνουσι πολλάκις νικώμενοι, τὰ δ’ ἴδια προστιθέασι τοῖς ἀλλοτρίοις. |
| **FIF 32** | Διονυσίων μὲν ἦν πομπή . . . . . . ὁ δέ μ’ ἠκολούθησεν μέχρι τοῦ πρὸς τὴν θύραν· ἔπειτα φοιτῶν καὶ κολακεύων [ἐμέ τε καί] |
| **5** | τὴν μητέρ’ ἔγνω μ’. |
| **FIF 33** | Τῆς σκιᾶς τὴν πορφύραν πρῶτον ἐνυφαίνους’· εἶτα μετὰ τὴν πορφύραν τοῦτ’ ἔστιν, οὔτε λευκὸν οὔτε πορφύρα, ἀλλ’ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη. |
| **FIF 34** | Οἷος δὲ καὶ τὴν ὄψιν εἶναι φαίνεται, ἀφ’ οὗ τοιοῦτος γέγονεν, οἷον θηρίον. τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ. |
| **FIF 35** | Οἴμοι τάλας ἔγωγε. ποῦ ποθ’ αἱ φρένες ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι |
| **FIF 36** | Χαλεπὸν Πάμφιλε ἐλευθέρᾳ γυναικὶ πρὸς πόρνην μάχη. πλείονα κακουργεῖ, πλείον’ οἶδ’, αἰσχύνεται οὐδέν, κολακεύει μᾶλλον. |
| **FIF 37** | Πῶς δὴ τὸ τραῦμα τοῦτ’ ἔχεις; μεσαγκύλῳ. πῶς πρὸς θεῶν; ἐπὶ κλίμακα πρὸς τεῖχος ἀναβαίνων. ἐγὼ μὲν δεικνύω |
| **FIF 38** | Σφάττει με, λεπτὸς γίγνομ’ εὐωχούμενος. τὰ σκώμμαθ’ οἷα τὰ σοφά τε καὶ στρατηγικά. οἷος δ’ ἀλαζών ἐστιν ἀλιτήριος. |
| **FIF 39** | Ὡς Ἀλεξανδρῶδες ἤδη τοῦτο· κἂν ζητῶ τινα, αὐτόματος οὗτος παρέσται· κἂν διελθεῖν δηλαδή |
| **FIF 40** | Πένητος οὐδέν ἐστι δυστυχέστερον. ἅπαντα μοχθεῖ κἀγρυπνεῖ κἀργάζεται, ἵν’ ἄλλος ἐλθὼν μεταλάβῃ καὶ κτήσηται. |
| **FIF 41** | Ἄνθρωπε, μὴ στέναζε, μὴ λυποῦ μάτην. χρήματα γυναῖκα καὶ τέκνων πολλῶν σποράν, ἅ σοι τύχη κέχρηκε, ταῦτ’ ἀφείλετο. |
| **FIF 42** | Οὐκ ἔστ’ ἄπιστον οὐδὲν ἐν θνητῷ βίῳ, οὐδ’ ἂν γένοιτο. πολλὰ ποικίλλει χρόνος παράδοξα καὶ θαυμαστὰ καὶ ζώντων τρόποι. |
| **FIF 43** | Ἀδύνατον ὡς ἐστίν τι σῶμα τῆς τύχης· ὁ μὴ φέρων δὲ κατὰ φύσιν τὰ πράγματα |
| **FIF 44** | Κἂν σφόδρα σαφῶς εἰδῇς τι, τὸν κρύπτοντά σε μηδέποτ’ ἐλέγξῃς· δύσκολον πρᾶγμ’ ἔστι γάρ ἃ λανθάνειν τις βούλεται ταῦτ’ εἰδέναι. |
| **FIF 45** | Ὅταν ἕτερός σοι μηδὲ ἓν πλέον διδῷ, δέξαι τὸ μόριον· τοῦ λαβεῖν γὰρ μηδὲ ἕν τὸ λαβεῖν ἔλαττον πλεῖον ἔσται σοι πολύ. |
| **FIF 46** | Γλυκέρα τί κλάεις; ὀμνύω σοι τὸν Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, φιλτάτη, ὀμωμοκὼς καὶ πρότερον ἤδη πολλάκις. |
| **FIF 47** | Ὅταν τι πράττῃς ὅσιον, ἀγαθὴν ἐλπίδα πρόβαλλε σαυτῷ, τοῦτο γιγνώσκων ὅτι τόλμῃ δικαίᾳ καὶ θεὸς συλλαμβάνει. |
| **FIF 48** | Σὺ μὲν παραινεῖς ταῦτα ὅσα σοι πρέπει, ἐμὲ δὲ ποιεῖν τὸ καθῆκον οὐχ ὁ σὸς λόγος, εὖ ἴσθ’ ἀκριβῶς, ὁ δ’ ἴδιος πείθει τρόπος. |
| **FIF 49** | Ὅστις δὲ διαβολαῖσι πείθεται ταχύ, ἤτοι πονηρὸς αὐτός ἐστι τοὺς τρόπους, ἢ παντάπασι παιδαρίου γνώμην ἔχων. |
| **FIF 50** | Οὐδὲν διαβολῆς ἐστιν ἐπιπονώτερον· τὴν ἐν ἑτέρῳ γὰρ κειμένην ἁμαρτίαν δεῖ μέμψιν ἰδίαν αὐτὸν ἐπάναγκες λαβεῖν. |
| **FIF 51** | Ἡ νῦν ὑπό τινων χρηστότης καλουμένη μεθῆκε τὸν ὅλον εἰς πονηρίαν βίον· |
| **FIF 52** | Δεῖ τὸν πολιτῶν προστατεῖν αἱρούμενον τὴν τοῦ λόγου μὲν δύναμιν οὐκ ἐπίφθονον, ἤθει δὲ χρηστῷ συγκεκραμένην ἔχειν. |
| **FIF 53** | Τί διακενῆς εἶ χρηστός; εἰ γὰρ ὁ δεσπότης αὐτὸς ἀπολαύει πάντα, σὺ δὲ μὴ λαμβάνεις, σαυτὸν ἐπιτρίβεις, οὐκ ἐκεῖνον ὠφελεῖς. |
| **FIF 54** | Πατρῷ’ ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα, τὰ μετὰ γυναικὸς δ’ εἰσιόντ’ εἰς οἰκίαν οὔτ’ ἀσφαλῆ τὴν κτῆσιν οὔθ’ ἱλαρὰν ἔχει. |
| **FIF 55** | Ὅστις γυναῖκ’ ἐπίκληρον ἐπιθυμεῖ λαβεῖν πλουτοῦσαν, ἤτοι μῆνιν ἐκτίνει θεῶν, ἢ βούλετ’ ἀτυχεῖν μακάριος καλούμενος. |
| **FIF 56** | Ἐμοὶ πόλις ἐστὶ καὶ καταφυγὴ καὶ νόμος, καὶ τοῦ δικαίου τοῦ τ’ ἀδίκου παντὸς κριτής, |
| **FIF 57** | Ὅταν πένης ὢν καὶ γαμεῖν τις ἑλόμενος τὰ μετὰ γυναικὸς ἐπιδέχηται χρήματα, αὑτὸν δίδωσιν, οὐκ ἐκείνην λαμβάνει. |
| **FIF 58** | Δύ’ ἔσθ’ ἃ κρῖναι τὸν γαμεῖν μέλλοντα δεῖ, ἤτοι προσηνῆ γ’ ὄψιν ἢ χρηστὸν τρόπον· τὴν γὰρ ὁμόνοιαν τὴν πρὸς ἀλλήλους ποιεῖ. |
| **FIF 59** | Αἰσχύνομαι τὸν πατέρα, Κλειτοφῶν, μόνον. ἀντιβλέπειν ἐκεῖνον οὐ δυνήσομαι ἀδικῶν, τὰ δ’ ἄλλα ῥᾳδίως χειρώσομαι. |
| **FIF 60** | Ὑπερήφανόν που γίγνεθ’ ἡ λίαν τρυφή, ὅ τε πλοῦτος ἐξώκειλε τὸν κεκτημένον εἰς ἕτερον ἦθος, οὐκ ἐν ᾧ τὸ πρόσθεν ἦν. |
| **FIF 61** | Κρεῖττον γάρ ἐστιν, ἂν σκοπῇ τις κατὰ λόγον, μὴ πόλλ’ ἀηδῶς, ὀλίγα δ’ ἡδέως ἔχειν, πενίαν τ’ ἄλυπον μᾶλλον ἢ πλοῦτον πικρόν. |
| **FIF 62** | Ἄνευ κακῶν γὰρ οἰκίαν οἰκουμένην οὐκ ἔστιν εὑρεῖν, ἀλλὰ τοῖς μὲν ἡ τύχη τούτων δίδωσιν ἀφθονίαν, τοῖς δ’ οἱ τρόποι. |
| **FIF 63** | Ὦ μεταβολαῖς χαίρουσα παντοίαις τύχη, σόν ἐστ’ ὄνειδος τοῦθ’, ὅταν τις ὢν ἀνήρ δίκαιος ἀδίκοις περιπέσῃ συμπτώμασιν. |
| **FIF 64** | Ὀργῇ παραλογισμός ποτ’ οὐδεὶς φύεται. αὕτη κρατεῖ νῦν· ἂν δὲ μικρὸν παρακμάσῃ, κατόψεταί τι μᾶλλον εἰς τὸ συμφέρον. |
| **FIF 65** | Τῷ μὲν τὸ σῶμα διατεθειμένῳ κακῶς χρεία ’στ’ ἰατροῦ, τῷ δὲ τὴν ψυχὴν φίλου· |
| **FIF 66** | Ὅταν ᾖ γέρων τις ἐνδεής τε τὸν βίον, οὐδὲν τὸ θνήσκειν δεινόν, ἀλλ’ ἐν τῷ καλῶς ἑκάτερον αὐτῶν τὴν διάγνωσιν φέρει. |
| **FIF 67** | Πρᾶον κακοῦργος σχῆμ’ ὑπεισελθὼν ἀνήρ κεκρυμμένη κεῖται παγὶς τοῖς πλησίον. |
| **FIF 68** | Ἐμὲ δ’ ἀδικείτω πλούσιος καὶ μὴ πένης· ῥᾷον φέρειν γὰρ κρειττόνων τυραννίδα. |
| **FIF 69** | Ὁ προσιών γέρων ἁλιεύς, παρ’ οὗ τὸ φερνίον τρίτην |
| **FIF 70** | Ὁ φθονερὸς αὑτῷ πολέμιος καθίσταται· αὐθαιρέτοις γὰρ συνέχεται λύπαις ἀεί. |
| **FIF 71** | Πολλοὺς δι’ ἀνάγκην γὰρ πονηροὺς οἶδ’ ἐγώ ὅταν ἀτυχήσωσιν γεγονότας, οὐ φύσει ὄντας τοιούτους. |
| **FIF 72** | Τὸ δ’ εὖ φέρειν ἔστιν τοιοῦτον, ἂν δύνῃ μόνος φέρειν, καὶ μὴ ’πίδηλον τὴν τύχην πολλοῖς ποιῇς. |
| **FIF 73** | Ἐὰν κακῶς μου τὴν γυναῖχ’ οὕτω λέγῃς, τὸν πατέρα καὶ σὲ τούς τε σοὺς ἐγὼ πλυνῶ. |
| **FIF 74** | Εἰ πάντες ἐβοηθοῦμεν ἀλλήλοις ἀεί, οὐδεὶς ἂν ὢν ἄνθρωπος ἐδεήθη τύχης. |
| **FIF 75** | Χαλεπόν γε τοιαῦτ’ ἔστιν ἐξαμαρτάνειν, |
| **FIF 76** | Εὐηθία μοι φαίνεται, Φιλουμένη, τὸ νοεῖν μὲν ὅσα δεῖ, μὴ φυλάττεσθαι δ’ ἃ δεῖ. |
| **FIF 77** | Ὁ μὴ φέρων γὰρ εὖ τι τῶν ἐν τῷ βίῳ ἀγαθῶν, ἀλόγιστός ἐστιν οὐχὶ μακάριος. |
| **FIF 78** | Τὸ ψεῦδος ἰσχὺν τῆς ἀληθείας ἔχει ἐνίοτε μείζω καὶ πιθανωτέραν ὄχλου. |
| **FIF 79** | Τοὺς τὸν ἴδιον δαπανῶντας ἀλογίστως βίον τὸ καλῶς ἀκούειν ταχὺ ποιεῖ πᾶσιν κακῶς. |
| **FIF 80ab** | Μὴ πάντοθεν κέρδαιν’, ἐπαισχύνου δέ μοι· |
| **FIF 81** | Οὐπώποτ’ ἐζήλωσα πλουτοῦντα σφόδρα ἄνθρωπον, ἀπολαύοντα μηδὲν ὧν ἔχει. |
| **FIF 82** | Οὐ γὰρ τὸ πλῆθος, ἂν σκοπῇ τις, τοῦ ποτοῦ ποιεῖ παροινεῖν, τοῦ πιόντος δ’ ἡ φύσις. |
| **FIF 83** | Χαλεπὸν ὅταν τις ὧν πίῃ πλέον λαλῇ, μηδὲν κατειδώς, ἀλλὰ προσποιούμενος. |
| **FIF 84** | Οὐκ ἔστιν ὀργῆς, ὡς ἔοικε, φάρμακον ἄλλ’ ἢ λόγος σπουδαῖος ἀνθρώπου φίλου. |
| **FIF 85** | Οὐδεὶς ἐφ’ αὑτοῦ τὰ κακὰ συνορᾷ, Πάμφιλε, |
| **FIF 86** | Ὁ συνιστορῶν αὑτῷ τι, κἂν ᾖ θρασύτατος, ἡ σύνεσις αὐτὸν δειλότατον εἶναι ποιεῖ. |
| **FIF 87** | Αἰσχρόν γ’ ὅταν τις ἐπὶ γλώσσῃ φυείς γλώσσῃ ματαίους ἐξακοντίσῃ λόγους. |
| **FIF 88** | Οὔτ’ ἐκ χερὸς μεθέντα καρτερὸν λίθον ῥᾷον κατασχεῖν, οὔτ’ ἀπὸ γλώσσης λόγον. |
| **FIF 89** | Καλὸν οἱ νόμοι σφόδρ’ εἰσίν· ὁ δ’ ὁρῶν τοὺς νόμους |
| **FIF 90** | Ὁ προκαταγιγνώσκων δὲ πρὶν ἀκοῦσαι σαφῶς αὐτὸς πονηρός ἐστι πιστεύσας κακῶς. |
| **FIF 91** | Μὴ τοῦτο βλέψῃς εἰ νεώτερος λέγω, ἀλλ’ εἰ φρονούντων τοὺς λόγους ἀνδρῶν ἐρῶ. |
| **FIF 92** | Οὐχ αἱ τρίχες ποιοῦσιν αἱ λευκαὶ φρονεῖν, ἀλλ’ ὁ τρόπος ἐνίων ἐστὶ τῇ φύσει γέρων. |
| **FIF 93** | Δεῖ τοὺς πενομένους μέχρι ἂν ζῶσιν πονεῖν· ἀπραξία γὰρ λιτὸν οὐ τρέφει βίον. |
| **FIF 94** | Ὅστις στρατηγεῖ μὴ στρατιώτης γενόμενος, |
| **FIF 95** | Εἰρήνη γεωργὸν κἀν πέτραις τρέφει καλῶς, πόλεμος δὲ κἀν πεδίῳ κακῶς. |
| **FIF 96** | Ἐν τοῖς πολεμίοις ὑπερέχειν τὸν ἄνδρα δεῖ· τὸ γὰρ γεωργεῖν ἔργον ἐστὶν οἰκέτου. |
| **FIF 97** | Τὰ μεγάλα κέρδη ῥᾳδίως ἢ πλουσίους τοὺς παραβόλως πλέοντας ἢ νεκροὺς ποιεῖ. |
| **FIF 98** | Ὅταν τύχῃ τις εὐνοοῦντος οἰκέτου, οὐκ ἔστιν οὐδὲν κτῆμα κάλλιον βίῳ. |
| **FIF 99** | Ὅταν φύσει τὸ κάλλος ἐπικοσμῇ τρόπος χρηστός, διπλασίως ὁ προσιὼν ἁλίσκεται. |
| **FIF 100** | Ἓν ἔστ’ ἀληθὲς φίλτρον, εὐγνώμων τρόπος. τούτῳ κατακρατεῖν ἀνδρὸς εἴωθεν γυνή. |
| **FIF 101** | Οἰκεῖον οὕτως οὐδέν ἐστιν, ὦ Λάχης, |
| **FIF 102** | Γαμεῖν κεκρικότα δεῖ σε γιγνώσκειν, ὅτι ἀγαθὸν μέγ’ ἕξεις, ἂν λάβῃς μικρὸν κακόν. |
| **FIF 103** | Τὸ γυναῖκ’ ἔχειν εἶναί τε παίδων, Παρμένων, πατέρα μερίμνας τῷ βίῳ πολλὰς φέρει. |
| **FIF 104** | Ὅστις πενόμενος βούλεται ζῆν ἡδέως, ἑτέρων γαμούντων, αὐτὸς ἀπεχέσθω γάμου. |
| **FIF 105** | Τὸ γαμεῖν, ἐάν τις τὴν ἀλήθειαν σκοπῇ, κακὸν μέν ἐστιν, ἀλλ’ ἀναγκαῖον κακόν. |
| **FIF 106** | Τότε τὰς γυναῖκας δεδιέναι μάλιστα δεῖ, ὅταν τι περιπλάττωσι τοῖς χρηστοῖς λόγοις. |
| **FIF 107** | Οὐδέποθ’ ἑταίρα τοῦ καλῶς πεφρόντικεν, |
| **FIF 108** | Ὁ σκληρότατος πρὸς υἱὸν ἐν τῷ νουθετεῖν τοῖς μὲν λόγοις πικρός ἐστι, τοῖς δ’ ἔργοις πατήρ. |
| **FIF 109** | Οὐκ ἔστι μείζων ἡδονὴ ταύτης πατρί, ἢ σωφρονοῦντα καὶ φρονοῦντ’ ἰδεῖν τινα τῶν ἐξ ἑαυτοῦ. |
| **FIF 110** | Οὐκ ἔστιν οὐδὲν ἀθλιώτερον πατρός, πλὴν ἕτερος ἂν ᾖ πλειόνων παίδων πατήρ. |
| **FIF 111** | Ὀδυνηρόν ἐστιν εὐτυχοῦντα τῷ βίῳ ἔχειν ἔρημον διαδόχου τὴν οἰκίαν. |
| **FIF 112** | Ἔστιν δὲ μήτηρ φιλότεκνος μᾶλλον πατρός· |
| **FIF 113** | Μηδὲν ὀδύνα τὸν πατέρα γιγνώσκων ὅτι ὁ μέγιστον ἀγαπῶν δι’ ἐλάχιστ’ ὀργίζεται. |
| **FIF 114** | Θυγάτηρ ἐπίγαμος, κἂν ὅλως μηδὲν λαλῇ, διὰ τοῦ σιωπᾶν πλεῖστα περὶ αὑτῆς λέγει. |
| **FIF 115** | Οὐκ ἔστ’ ἄκουσμ’ ἥδιον ἢ ῥηθεὶς λόγος πατρὸς πρὸς υἱὸν περιέχων ἐγκώμιον. |
| **FIF 116** | Ἄνοια θνητοῖς δυστύχημ’ αὐθαίρετον. τί σαυτὸν ἀδικῶν τὴν τύχην καταιτιᾷ; |
| **FIF 117** | Οὐδέποτ’ ἀληθὲς οὐδὲν οὔθ’ υἱῷ πατήρ εἴωθ’ ἀπειλεῖν οὔτ’ ἐρῶν ἐρωμένῃ. |
| **FIF 118** | Τοὺς εὖ γεγονότας καὶ τεθραμμένους καλῶς |
| **FIF 119** | Πλοῦτος ἀλόγιστος προσλαβὼν ἐξουσίαν καὶ τοὺς φρονεῖν δοκοῦντας ἀνοήτους ποιεῖ. |
| **FIF 120** | Κρεῖττον ὀλίγ’ ἐστὶ χρήματ’ ἀνυπόπτως ἔχειν, ἢ πολλὰ φανερῶς, ἀλλὰ μετ’ ὀνείδους λαβεῖν. |
| **FIF 121** | Οὐκ ἔστι λύπης, ἄν περ ὀρθῶς τις σκοπῇ, ἄλγημα μεῖζον τῶν ἐν ἀνθρώποις φύσει. |
| **FIF 122** | Ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὐτυχεῖν λαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι. |
| **FIF 123** | Πολλῶν φύσει τοῖς πᾶσιν ἀνθρώποις κακῶν ὄντων μέγιστόν ἐστιν ἡ λύπη κακόν. |
| **FIF 124** | Οὐδέν με λυπεῖ μᾶλλον ἢ χρηστὸς τρόπος |
| **FIF 125** | Οἰκτρότατόν ἐστι πεῖραν ἐπὶ γήρως ὀδῷ ἀδίκου τύχης δίκαιος εἰληφὼς τρόπος. |
| **FIF 126** | Ἄνδρα τὸν ἀληθῶς εὐγενῆ καὶ τἀγαθά καὶ τὰ κακὰ δεῖ πταίοντα γενναίως φέρειν. |
| **FIF 127** | Ταῖς ἀτυχίαισι μὴ ’πίχαιρε τῶν πέλας· πρὸς τὴν τύχην γὰρ ζυγομαχεῖν οὐ ῥᾴδιον. |
| **FIF 128** | Οὐκ ἐμὸν ἀνοίγειν λανθάνουσαν ἀτυχίαν ἔστ’, ἀλλὰ μᾶλλον κατακαλύπτειν φημὶ δεῖν. |
| **FIF 129** | Μέγιστόν ἐστιν ἆρα τοῖς ἐπταικόσιν τὸ παρόντας ἐγγὺς τοὺς συναλγοῦντας βλέπειν. |
| **FIF 130** | Εἰ τἄλλ’ ἀφαιρεῖν ὁ πολὺς εἴωθεν χρόνος ἡμῶν, τό γε φρονεῖν ἀσφαλέστερον ποιεῖ. |
| **FIF 131** | Πάντων ἰατρὸς τῶν ἀναγκαίων κακῶν |
| **FIF 132** | Καλόν γε βασιλεὺς τῇ μὲν ἀνδρείᾳ κρατῶν, τὰ δὲ τοῦ βίου δίκαια διατηρῶν κρίσει. |
| **FIF 133** | Νῦν δ’ ἕρπ’ ἀπ’ οἴκων τῶνδε· τὴν γυναῖκα γάρ τὴν σώφρον’ οὐ δεῖ τὰς τρίχας ξανθὰς ποιεῖν. |
| **FIF 134** | Μικρὰς τίθημι συμβολὰς ἀκροώμενος. |
| **FIF 135** | Καλὸν τὸ Κείων νόμιμόν ἐστι Φανία· ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῇ κακῶς. |
| **FIF 136** | Ἥλιε, σὲ γὰρ δεῖ προσκυνεῖν πρῶτον θεῶν, |
| **FIF 137** | Ἐγὼ δ’ ἀνόητος εὐτελὴς ὑπερβολῇ, ὁ δ’ ἄσωτός ἐστι, πολυτελής, θρασὺς σφόδρα. |
| **FIF 138** | Λανθάνει τὰ πράγματα τοὺς λέγειν ἡμῶν ὀκνοῦντας τὰς ἀληθείας ἀεί τοῖς ἀναγκαίοις. |
| **FIF 139** | Ἅπανθ’ ὅσα ζῇ καὶ τὸν ἥλιον βλέπει τὸν κοινὸν ἡμῖν, δοῦλα ταῦτ’ ἔσθ’ ἡδονῆς. |
| **FIF 140** | Ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος καλοῦμ’ ὑπὸ πάντων, μακάριος δ’ ὑπ’ οὐδενός. |
| **FIF 141** | Εἰ μὲν δή τινα . . . πόρον ἔχεις· εἰ δὲ μή, νενόηκ’ ἐγώ· |
| **FIF 142** | Αἰσχύνομαι πλουτοῦντι δωρεῖσθαι φίλῳ, μή μ’ ἄφρονα κρίνῃ καὶ διδοὺς αἰτεῖν δοκῶ. |
| **FIF 143** | Χρυσὸς μὲν οἶδεν ἐξελέγχεσθαι πυρί, ἡ δ’ ἐν φίλοις εὔνοια καιρῷ κρίνεται. |
| **FIF 144** | Μισῶ πένητα πλουσίῳ δωρούμενον· ἔλεγχός ἐστι τῆς ἀχορτάστου τύχης. |
| **FIF 145** | Καιρῷ τὸν εὐτυχοῦντα κολακεύων φίλος, καιροῦ φίλος πέφυκεν, οὐχὶ τοῦ φίλου. |
| **FIF 146** | Ἀπόντι μᾶλλον εὐχαριστίαν ποίει· |
| **FIF 147** | Ὁ γὰρ ἀδίκως τι καθ’ ἑτέρου ζητῶν κακόν αὐτὸς προπάσχει τοῦ κακοῦ τὴν ἔκβασιν. |
| **FIF 148** | Ὅταν ἐκ πονηροῦ πράγματος κέρδος λάβῃς, τοῦ δυστυχεῖν νόμιζέ ς’ ἀρραβῶν’ ἔχειν. |
| **FIF 149** | Δούλῳ γενομένῳ, δοῦλε, δουλεύων φοβοῦ· ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ. |
| **FIF 150** | Ἐλεύθερος πᾶς ἑνὶ δεδούλωται, νόμῳ, δυσὶν δὲ δοῦλος, καὶ νόμῳ καὶ δεσπότῃ. |
| **FIF 151** | Νόμος φυλαχθεὶς οὐδέν ἐστιν ἢ νόμος, ὁ μὴ φυλαχθεὶς καὶ νόμος καὶ δήμιος. |
| **FIF 152** | Μὴ πάσχε πρῶτον τὸν νόμον καὶ μάνθανε. |
| **FIF 153** | Μέλλων τι πράττειν μὴ προείπῃς μηδενί. ἅπαντα μεταμέλειαν ἀνθρώποις φέρει. μόνη σιωπὴ μεταμέλειαν οὐ φέρει. |
| **FIF 154** | Γυναῖχ’ ὁ διδάσκων γράμματ’ οὐ καλῶς ποιεῖ, ἀσπίδι δὲ φοβερᾷ προσπορίζει φάρμακον. |
| **FIF 155** | Καλὴν γυναῖκ’ ἐὰν ἴδῃς μὴ θαυμάσῃς· τὸ γὰρ πολὺ κάλλος καὶ ψόγων πολλῶν γέμει. |
| **FIF 156** | Γνώμην ἀρίστην τῇ γυναικὶ μὴ λέγε· γνώμῃ γὰρ ἰδίᾳ τὸ κακὸν ἡδέως ποιεῖ. |
| **FIF 157** | Μὴ κλᾷε τοὺς θανόντας· οὐ γὰρ ὠφελεῖ |
| **FIF 158** | Τί τῷ θανόντι δῶρα λαμπρὰ προσφορεῖς, ἃ μετ’ ὀδύνης εἴασε κοὐκ ἐχρήσατο; |
| **FIF 159** | Πράττων καλῶς μέμνησο τῆς δυσπραξίας· ὡς γὰρ τὸ πράττειν οὕτω καὶ σκόπει. |
| **FIF 160** | Ἐὰν τροφὴν δοὺς τὸν λαβόντ’ ὀνειδίσῃς, ἀψινθίῳ κατέπασας ἀττικὸν μέλι. |
| **FIF 161** | Εἰ * * γάμος ἦν ὁ σώζων τὴν ἄλλου νόσον νόσον σώζων αὐτὸς ἀποθνήσκει νοσῶν. |
| **FIF 162** | Ὅταν τι μέλλῃς τὸν πέλας κατηγορεῖν, αὐτὸς τὰ σαυτοῦ πρῶτον ἐπισκέπτου κακά. |
| **FIF 163** | Μηδέποτε πειρῶ στρεβλὸν ὀρθῶσαι κλάδον· |
| **FIF 164** | Μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν, γῆρας ψέγοντες καὶ πολὺν χρόνον βίου. |
| **FIF 165** | Ὅταν γέρων γέροντι γνώμην διδοῖ, θησαυρὸς ἐπὶ θησαυρὸν ἐμπορίζεται. |
| **FIF 166** | Ἂν καλὸν ἔχῃ τις σῶμα καὶ ψυχὴν κακήν, καλὴν ἔχει ναῦν καὶ κυβερνήτην κακόν. |
| **FIF 167** | Φρόνησιν ἀσκῶν ἄφροσιν μὴ χρῶ φίλοις, |
| **FIF 168** | Μυστήριόν σου μὴ κατείπῃς τῷ φίλῳ, κοὐ μὴ φοβηθῇς αὐτὸν ἐχθρὸν γενόμενον. |
| **FIF 169** | Ὁ λοιδορῶν τὸν πατέρα δυσφήμῳ λόγῳ τὴν εἰς τὸ θεῖον ἐκμελετᾷ βλασφημίαν. |
| **FIF 170** | Ὦ δέσποτ’ ὦναξ, ἔστι τοῖς σοφοῖς βροτῶν χρόνῳ σκοπεῖσθαι τῆς ἀληθείας πέρι. |
| **FIF 171** | Ἐπὰν ἐν ἀγαθοῖς εὐνοούμενός τις ὤν ζητῇ τι κρεῖττον ὧν ἔχει, ζητεῖ κακά. |
| **FIF 172** | Λαμπρῶς μὲν ἔνιοι ζῶσιν, οἷς χαλεπώτερον |
| **FIF 173** | Ὃς δ’ οὔτ’ ἐρυθριᾶν οἶδεν οὔτε δεδιέναι, τὰ πρῶτα πάσης τῆς ἀναιδείας ἔχει. |
| **FIF 174** | Ὁ τῶν γεωργῶν ἡδονὴν ἔχει βίος, ταῖς ἐλπίσιν τἀλγεινὰ παραμυθούμενος. |
| **FIF 175** | Ψυχὴν ἔχειν δεῖ πλουσίαν· τὰ δὲ χρήματα ταῦτ’ ἐστὶν ὄψις, παραπέτασμα τοῦ βίου. |
| **FIF 176** | Κἂν μυρίων γῆς κυριεύῃς πήχεων, θανὼν γενήσει τάχα τριῶν ἢ τεττάρων. |
| **FIF 177** | Κακῶς ἀκούων ὅστις οὐκ ὀργίζεται, |
| **FIF 178** | Ἅπανθ’ ὅς’ ὀργιζόμενος ἄνθρωπος ποιεῖ, ταῦθ’ ὕστερον λάβοις ἂν ἡμαρτημένα. |
| **FIF 179** | Ὡς κρεῖττόν ἐστι δεσπότου χρηστοῦ τυχεῖν, ἢ ζῆν ταπεινῶς καὶ κακῶς ἐλεύθερον. |
| **FIF 180** | Ἂν ἀγνοῶν τι παρά τινος θέλῃς μαθεῖν, τὸ τοῦ μαθητοῦ πρῶτον, ἔχε τὴν σιγήν. |
| **FIF 181** | Ὁ μὴ γέλωτος ἄξιος ἂν ᾖ γέλως, αὐτοῦ γέλωτος πέφυκε κατάγελως. |
| **FIF 182** | Ὁ μὴ τρέφων τεκοῦσαν ἐκ τέχνης νέος, |
| **FIF 183** | Ἐπὰν ἐκ μεταβολῆς ἐπὶ κρεῖττον γένῃ, ὅτ’ εὐτυχεῖς μέμνησο τῆς προτέρας τύχης. |
| **FIF 184** | Ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν ἀγαθά, τὰ λίαν ἀγαθά. |
| **FIF 185** | Παίδων ἐπ’ ἀρότῳ γνησίων δίδωμί σοί γε τὴν ἐμαυτοῦ θυγατέρα. |
| **FIF 186** | Μέμφομαί σοι τοῦθ’ ὅτι |
| **FIF 187** | Οὐκ ἆρα φροντίζει τις ἡμῶν ἢ μόνος θεός. |
| **FIF 188** | Ἄνθρωπε, πέρυσι πτωχὸς ἦσθα καὶ νεκρός, νυνὶ δὲ πλουτεῖς. |
| **FIF 189** | Εὐκαταφρόνητος τῇ στολῇ εἴσειμι καὶ ταῦτ’ εἰς γυναῖκας. |
| **FIF 190** | Ὡς ἡδὺ πρᾶος καὶ νεάζων τῷ τρόπῳ πατήρ. |
| **FIF 191** | Πάντα γάρ |
| **FIF 192** | Κομψὸς στρατιώτης οὐδ’ ἐὰν πλάττῃ θεός οὐδεὶς γένοιτ’ ἄν. |
| **FIF 193** | Ἔργον ἐστί, Φανία, μακρὰν συνήθειαν βραχεῖ λῦσαι χρόνῳ. |
| **FIF 194** | Οὐκ ἔστ’ ἀνοίας οὐδέν, ὡς ἐμοὶ δοκεῖ, τολμηρότερον. |
| **FIF 195** | Πᾶς ὁ μὴ φρονῶν ἀλαζονείᾳ καὶ ψόφοις ἁλίσκεται. |
| **FIF 196** | Μόνος ἔστ’ ἀπαρηγόρητον ἀνθρώποις ἔρως. |
| **FIF 197** | Ἔστι δέ γυνὴ λέγουσα χρήσθ’ ὑπερβάλλων φόβος. |
| **FIF 198** | Οὐ πάνυ εἴωθ’ ἀληθὲς οὐδὲ ἓν λέγειν γυνή. |
| **FIF 199** | Ὦ νύξ, σὺ γὰρ δὴ πλεῖστον Ἀφροδίτης θεῶν μετέχεις μέρος. |
| **FIF 200** | Ὁ θάτερος μὲν τοῖν δυοῖν Διοσκόροιν. |
| **FIF 201** | Στυππεῖον, ἐλέφαντ’, οἶνον, αὐλαίαν, μύρον. |
| **FIF 202** | Ἔθυον οὐ προσέχουσιν οὐδέν μοι θεοῖς. |
| **FIF 203** | Λυκοφίλιοι μέν εἰσιν αἱ διαλλαγαί. |
| **FIF 204** | Ὁμοῦ τι τῷ τίκτειν παρεγένεθ’ ἡ κόρη. |
| **FIF 205** | Ἄνθρωπον ἐξαλλάξομεν κακόν τί σοι |
| **FIF 206** | Κύψας καθ’ αὑτὸν τῶν τραγημάτων ἔφλα. |
| **FIF 207** | Καθεδοῦμαι δ’ ἐνθαδὶ τὸν Λοξίαν αὐτὸν καταλαβών. |
| **FIF 208ab** | Κόψω τὴν θύραν. Ἀλλ’ ἐψόφηκε τὴν θύραν τις ἐξιών. |
| **FIF 209** | Ὦ παῖ σιώπα· πόλλ’ ἔχει σιγὴ καλά. |
| **FIF 210** | Ποτήριον, τράπεζαν, ἁρπάγην, κάδον. |
| **FIF 211** | Οὐχ οὗτος ἱππόκαμπός ἐστ’ ἐν αἰθέρι; |
| **FIF 212** | Μαρτύρομαι ναὶ μὰ τὸν Ἀπόλλω τουτονί καὶ τὰς θύρας. |
| **FIF 213** | Ἓν γάρ τι τούτων τῶν τριῶν ἔχει κακόν. |
| **FIF 214** | Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ἠγορασμένος. |
| **FIF 215** | Οὐδεὶς γὰρ ἀγαπῶν αὐτὸς ἀμελεῖθ’ ἡδέως. |
| **FIF 216** | Κορινθίῳ πίστευε καὶ μὴ χρῶ φίλῳ. |
| **FIF 217** | Ὄνειδος αἰσχρὸς βίος ὅμως κἂν ἡδὺς ᾖ. |
| **FIF 218** | Ἡ δ’ εὐπάτειρα φιλόγελως τε παρθένος Νίκη μεθ’ ἡμῶν εὐμενὴς ἕποιτ’ ἀεί. |
| **FIF 219** | Δεῖ γὰρ ἢ πλουτεῖν, ὅπως μὴ μάρτυρας πολλοὺς ἔχειν |
| **FIF 220** | Δεδράμηκά σοι δρόμον τοιοῦτον οἷον οὐδεὶς πώποτε. |
| **FIF 221** | Τὸ δὴ λεγόμενον τοῦτο θᾶττον ἢ βάδην. |
| **FIF 222** | Ἐκάθηντ’ ἐπὶ δίφρου μήτηρ τε καί παρθένος. |
| **FIF 223** | Μικροῦ μὲν ἀρραβῶνά με ἔπεισεν εὐθὺς καταβαλεῖν. |
| **FIF 224** | Κρωβύλῃ τῇ μητρὶ πείθου καὶ γάμει τὴν συγγενῆ. |
| **FIF 225** | Οὐδὲ λόγον ὑμῶν, οὐδ’ ἐπιστροφὴν ἔχω. |
| **FIF 226** | Ὁρᾷς; ἀκαρὴς παραπόλωλας ἀρτίως. |
| **FIF 227** | Ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον. |
| **FIF 228** | Παρ’ αὐτὸν ἴσα βαίνους’ ἑταίρα πολυτελής. |
| **FIF 229** | Πικροῦ γέροντος αὐθεκάστου τὸν τρόπον. |
| **FIF 230** | Ἐδεξάμην, ἔτικτον, ἐκτρέφω, φίλε. |
| **FIF 231** | Φορὰ γὰρ νῦν τούτου γέγονε καλή. |
| **FIF 232** | Ἐν γειτόνων οἰκῶ γὰρ, ὦ τοιχωρύχε. |
| **FIF 233** | Ἵν’ οὐχ αὑτῷ παρετράφην, ἀλλὰ σοί. |
| **FIF 234** | Ἡμέραν τρίτην ἐπεκώμας’ ἡμῖν. |
| **FIF 235** | Ἤδη ἀλεαίνῃ πρὸς τὸ πῦρ καθημένη. |
| **FIF 236** | Οὐχὶ παρακληθέντας ὑμᾶς δεῖ γὰρ ἡμῖν εὐνοεῖν, ἀλλ’ ὑπάρχειν τοῦτο. |
| **FIF 237** | Ἀλλὰ σκατοφάγος ἐστὶ καὶ λίαν πικρός. |
| **FIF 238** | Ἔγημε θαυμαστὴν γυναῖχ’ ὡς σώφρονα. |
| **FIF 239** | Πύλη τίς ἐστι Ταινάρου πρὸς ἐσχάτοις. |
| **FIF 240** | Οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῷ γένει. |
| **FIF 241** | Λελουμένη γὰρ ἡ’τέρα καὶ διαφανές χιτωνάριον ἔχουσα. |
| **FIF 242ab** | Ἐξακεῖσθαι μοι δοκῶ τὸ δίκτυον. |
| **FIF 243a** | Ἀπασκαριῶ δ’ ἐγὼ γέλωτι τήμερον. |
| **FIF 243b** | Μάντις δ’ ἄριστος ὅστις εἰκάζει καλῶς. |
| **FIF 244** | Νόμον φοβηθεὶς μὴ ταραχθήσῃ νόμῳ. |
| **FIF 245** | Ἡδύ τ’ ἀποθνήσκειν ὅτῳ ζῆν μὴ πάρεσθ’ ὡς βούλεται. |
| **FIF 246abc** | Ὁ χρηστός ἐστι πολλαχοῦ σωτήριος. Τὸ χρηστὰ πράττειν ἔργον ἔστ’ ἐλευθέρου. Μέγιστον ἀγαθόν ἐστι μετὰ νοῦ χρηστότης. |
| **FIF 247** | Οὐδὲν κατὰ λόγον γίγνεθ’ ὧν ποιεῖ τύχη. |
| **FIF 248** | Τυφλόν τι τἀνόητον εἶναί μοι δοκεῖ. |
| **FIF 249** | Χρηστοῦ παρ’ ἀνδρὸς μηδὲν ὑπονόει κακόν. |
| **FIF 250** | Τὸ δοκεῖν διαβολὴν ἔσχε μείζω τοῦ ποιεῖν. |
| **FIF 251-252** | Οὐκ ἔστι τόλμης ἐφόδιον μεῖζον βίου. Οὐκ ἔστι τόλμης ἐπιφανεστέρα θεός. |
| **FIF 253** | Ἀγροῖκος εἶναι προσποιεῖ πονηρὸς ὤν. |
| **FIF 254** | Ἔχει τι τὸ πικρὸν τῆς γεωργίας γλυκύ. |
| **FIF 255** | Λυπεῖ με δοῦλος μεῖζον οἰκέτου φρονῶν. |
| **FIF 256** | Ἔργον γυναικὸς ἐκ λόγου πίστιν λαβεῖν. |
| **FIF 257** | Τοῦτ’ ἐστὶ τὸ ζῆν, οὐχ ἑαυτῷ ζῆν μόνον. |
| **FIF 258** | Πολὺ χεῖρόν ἐστιν ἐρεθίσαι γραῦν ἢ κύνα. |
| **FIF 259a** | Φύσει γυνὴ δυσήνιόν ἐστι καὶ πικρόν. |
| **FIF 259b** | Ὦ παῖδες, οἷον φίλτρον ἀνθρώποις φρενός. |
| **FIF 260** | Δίκας γραφόμενος πρὸς γονεῖς μαίνει, τάλαν. |
| **FIF 261** | Υἱὸς δ’ ἀμείνων ἐστὶν εὐνοίᾳ πατρός. |
| **FIF 262** | Ἡδύ γ’ ἐν ἀδελφοῖς ἐστιν ὁμονοίας ἔρως. |
| **FIF 263** | Ἄνθρωπος· ἱκανὴ πρόφασις εἰς τὸ δυστυχεῖν. |
| **FIF 264** | Αἰσχυνόμενος αἴσχιστα πενίαν ἂν φέροις. |
| **FIF 265** | Πειρῶ τύχης ἄνοιαν ἀνδρείως φέρειν. |
| **FIF 266** | Ἡδύ γε φίλου λόγος ἐστὶ τοῖς λυπουμένοις. |
| **FIF 267** | Ἕλληνές εἰσιν ἄνδρες οὐκ ἀγνώμονες, καὶ μετὰ λογισμοῦ πάντα πράττουσίν τινος. |
| **FIF 268** | Φοβούμενοι τὸ θεῖον ἐπὶ τοῦ σοῦ πάθους. |
| **FIF 269** | Μὴ ’πὶ μικροῖς αὐτὸς αὑτὸν ὀξύθυμον δείκνυε. |
| **FIF 270** | Κρεῖττον δ’ ἑλέσθαι ψεῦδος ἢ ἀληθὲς κακόν. |
| **FIF 271** | Ἦ πού τι χαλεπόν ἐστι τὸ ψευδῆ λέγειν. |
| **FIF 272** | Πικρόν ἐστι θρέμμ’ ἐν οἰκίᾳ γέρων. |
| **FIF 273** | Οὐδεὶς πονηρὸν πρᾶγμα χρηστὸς ὢν ποιεῖ. |
| **FIF 274** | Ὡς ἡδὺ συνέσει χρηστότης κεκραμένη. |
| **FIF 275** | Θανόντων δὲ καὶ λόγοι φίλοι προδόται. |
| **FIF 276** | Ἅπαντα δοῦλα τοῦ φρονεῖν καθίσταται. |
| **FIF 277** | Πένης λέγων τἀληθὲς οὐ πιστεύεται. |
| **FIF 278** | Πᾶν τοὔργον ὀρθῶς ἐκμαθεῖν χρόνου μέτα. |
| **FIF 279** | Ἐλευθέρως δούλευε· δοῦλος οὐκ ἔσει. |
| **FIF 280** | Ἅπαντα σιγῶν ὁ θεὸς ἐξεργάζεται. |
| **FIF 281abc** | Ἐπὶ τοῦτ’ ἐγένοντο πάντες, ἐνθάδ’ ἥξομεν. Ἀνθρωπίνως χρὴ τὰς τύχας φέρειν, ξένε. Τὰ κοινὰ κοινῶς δεῖ φέρειν συμπτώματα. |
| **FIF 282** | Τὸ μηδὲν ἀδικεῖν πᾶσιν ἀνθρώποις πρέπει. |
| **FIF 283** | Ἀνδρὸς τὰ προσπίπτοντα γενναίως φέρειν. |
| **FIF 284** | Λέγεις, ἃ δὲ λέγεις ἕνεκα τοῦ λαβεῖν λέγεις. |
| **FIF 285** | Ὅσος τὸ κατέχειν ἐστὶ τὴν ὀργὴν πόνος. |
| **FIF 286** | Συγκέχυκε νῦν τὴν πίστιν ὁ καθ’ ἡμᾶς βίος. |
| **FIF 287** | Ἀπερυθριᾷ πᾶς, ἐρυθριᾷ δ’ οὐδεὶς ἔτι. |
| **FIF 288** | Οὐδὲν σιωπῆς ἐστι χρησιμώτερον. |
| **FIF 289** | Προποιήσεις ἀστικὸν σαυτὸν πάλιν. |
| **FIF 290** | Εἰς τὰ καθαρὰ λιμὸς εἰσοικίζεται. |
| **FIF 291** | Ὡς ὡραΐζεθ’ ἡ τύχη πρὸς τοὺς βίους. |
| **FIF 292** | Οὐχ ὅθεν ἀπωλόμεσθα σωθείημεν ἄν; |
| **FIF 293** | Πρὸς ταῖς ἐμαυτοῦ νῦν θύραις ἕστηκ’ ἐγώ. |
| **FIF 294** | Ἀλλὰ καὶ χαμαιτύπη |
| **FIF 297** | Ἐλεύθερόν τι τολμήσει πονεῖν, |
| **FIF 302** | Τί γὰρ ἐγὼ κατελειπόμην. |
| **FIF 303** | Ἐγάμησεν ἣν ἐβουλόμην ἐγώ. |
| **FIF 304** | Ἐξάραντες ἐπικροτήσατε. |
| **FIF 305** | Δεινὸν σὺ φράγμα τῆς νύμφης λέγεις. |
| **FIF 306** | Τηρῶ τὸν Δία |
| **FIF 309** | Ἀλλ’ ἀλαζὼν καὶ θεοῖσιν ἐχθρός. |
| **FIF 310** | Τραγῳδῶν ἦν ἀγὼν Διονύσια. |
| **FIF 312** | Οὐχ ὁ τρόφιμός σου πρὸς θεῶν, Ὀνήσιμε, ὁ νῦν ἔχων Ἀβροτόνιον τὴν ψάλτριαν |
| **FIF 325** | Παραιτοῦμαί σε συγγνώμην ἔχειν. |
| **FIF 339** | Ἀναμενῶ σε πρός |
| **FIF 348** | Αὐλὰς θεραπεύειν καὶ σατράπας. |
| **FIF 349** | Ταῦτά ς’ ἀπολώλεκ’ ὦ πονηρέ. |
| **FIF 455** | Πυθοῦ παρ’ αὐτῆς διὰ τίν’ αἰτίαν. |
| **FIF 459** | Οὐκ ἔχω οὔτε ἅλας οὔτε ὄξος οὔτ’ ὀρίγανον. |
| **FIF 460** | Ἐλεεῖθ’ ὁ ποιμὴν καὶ καλεῖται γλυκύτατος. |
| **FIF 463** | Οὐχ ὁ λόγος αὔξει τὴν τέχνην περισσὸς ὤν, ἀλλ’ αὐτὰ κοσμεῖ τὴν τέχνην τὰ πράγματα. |
| **FIF 464** | Τί δ’ ὄφελος εὖ λαλοῦντος, ἂν κακῶς φρονῇ; |
| **FIF 465** | Ὁ μὲν λόγος σου συνέσεως πολλῆς γέμει, τὰ δ’ ἔργα σύνεσιν οὐκ ἔχοντα φαίνεται. |
| **FIF 466** | Ὁ μὴ φρονῶν μέν, πολλὰ δ’ ἐφ’ ἑκάστου λαλῶν δείκνυσιν αὑτοῦ τὸν τρόπον τοῖς ῥήμασιν. |
| **FIF 467** | Ὁ μὲν λόγος σου παῖ κατ’ ὀρθὸν εὐδρομεῖ, τὸ δ’ ἔργον ἄλλην οἶμον ἐκπορεύεται. |
| **FIF 468** | Ἡ τῶν ὁμοίων αἵρεσις μάλιστά πως |
| **FIF 469** | Γυναικὶ δ’ ὅστις ὅρκον ὀμνύων ἀνήρ μηδὲν ποιεῖ δίκαιον, οὗτος εὐσεβής. |
| **FIF 470** | Ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος, μηθ’ ὁ πονηρὸς κατεχέτω χρηστοῦ τόπον. |
| **FIF 471** | Οὐχὶ τὴν αὐτὴν ἔχει διάνοιαν αἰτῶν εἷς ἕκαστος καὶ λαβών. |
| **FIF 472** | Ἀεὶ δ’ ὁ σωθείς ἐστιν ἀχάριστον φύσει. ἅμ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις, |
| **FIF 473** | ὅτου δ’ ἂν ἔργου τυγχάνῃς ἄπειρος ὤν, τὸ πυνθάνεσθαι τῶν κατειδότων καλόν. |
| **FIF 474** | Πολὺ κρεῖττόν ἐστιν ἓν καλῶς μεμαθηκέναι ἢ πολλὰ φαύλως περιβεβλῆσθαι πράγματα. |
| **FIF 475** | Ὅταν λέγῃς μὲν πολλά, μανθάνῃς δὲ μή, τὸ σὸν διδάξας τοὐμὸν οὐ μαθὼν ἔσει. |
| **FIF 476** | Οὐδὲν γὰρ αἰσχρόν ἐστι τἀληθῆ λέγειν. |
| **FIF 477** | Ἀδύνατον ὡς ἔοικε τἀληθὲς λαθεῖν. |
| **FIF 478** | Ἐὰν ἐγὼ φῶ νῦν ἔχειν βακτηρίαν χρυσῆν, τί μοι σεμνότερον ἔσται τὸ ξύλον; ἀληθὲς εἶναι δεῖ τὸ σεμνόν, οὐ κενόν. |
| **FIF 479** | Κἀν ταῖς ἀπορίαις ἔσθ’ ὁ χρηστὸς χρήσιμος. |
| **FIF 480** | Ὦ Ζεῦ πολυτίμηθ’, ὡς καλαὶ νῷν αἱ γυναί. |
| **FIF 481** | Εἰ μὴ γαμεῖς γάρ, ἔσχατον νόμιζέ με Μυσῶν. |
| **FIF 482** | Θυγάτριον, ἡ νῦν ἡμέρα δίδωσί μοι |
| **FIF 485** | Οὐκ ἔστιν οὔτε διάβολος γραῦς ἔνδον. |
| **FIF 486** | Καθιζάνει μὲν ἐνίοτ’ εἰς τὰ σήσαμα. |
| **FIF 491** | Διεμέριζε γάρ ὁ Βορυσθενείτης. |
| **FIF 493** | Ἀλλὰ προσέδωκας τάλαντον ἵνα παρ’ ἡμῶν ... |
| **FIF 494** | Ὁ μηδὲν ἀδικῶν οὐδενὸς δεῖται νόμου. |
| **FIF 499** | Φιλόνεικος δ’ ἐστὶ καὶ μία γυνή |
| **FIF 502** | Ἀράβιον ἐξεύρηκα σύμβουλον. |
| **FIF 506** | Ἡ πόλις |