================================================================================ Ἀποσπάσματα Fragments Μεσομήδης ὁ Κρής by Mesomedes of Crete ================================================================================ ================================================================================ εἰς Μοῦσαν ================================================================================ [1] Ἄειδε μοῦσά μοι φίλη, μολπῆς δ’ ἐμῆς κατάρχου, αὔρη δὲ σῶν ἀπ’ ἀλσέων ἐμὰς φρένας δονείτω. [4] [5] Καλλιόπεια σοφά, μουσῶν προκαθαγέτι τερπνῶν, καὶ σοφὲ μυστοδότα, Λατοῦς γόνε, Δήλιε Παιάν, εὐμενεῖς πάρεστέ μοι. ================================================================================ ὕμνος εἰς Ἥλιον ================================================================================ [1] Εὐφαμείτω πᾶς αἰθήρ, γῆ καὶ πόντος καὶ πνοιαί, οὔρεα, τέμπεα σιγάτω, ἦχοι φθόγγοι τ’ ὀρνίθων· [5] μέλλει γὰρ πορτ’ ἡμᾶς βαίνειν Φοῖβος ἀκερσεκόμας εὐχαίτας. [6] χιονοβλεφάρου πάτερ Ἀοῦς, ῥοδόεσσαν ὃς ἄντυγα πώλων πτανοῖς ὑπ’ ἴχνεσσι διώκεις, [10] χρυσέαισιν ἀγαλλόμενος κόμαις περὶ νῶτον ἀπείριτον οὐρανοῦ ἀκτῖνα πολύστροφον ἀμπλέκων, αἴγλας πολυδερκέα παγάν περὶ γαῖαν ἅπασαν ἑλίσσων, [15] ποταμοὶ δὲ σέθεν πυρὸς ἀμβρότου τίκτουσιν ἐπήρατον ἁμέραν. σοὶ μὲν χορὸς εὔδιος ἀστέρων κατ’ Ὄλυμπον ἄνακτα χορεύει ἄνετον μέλος αἰὲν ἀείδων [20] Φοιβηίδι τερπόμενος λύρᾳ, [25] πολυείμονα κόσμον ἑλίσσων. ================================================================================ ὕμνος εἰς Νέμεσιν ================================================================================ [1] Νέμεσι πτερόεσσα βίου ῥοπά, κυανῶπι θεά, θύγατερ Δίκας, ἃ κοῦφα φρυάγματα θνατῶν ἐπέχεις ἀδάμαντι χαλινῷ, [5] ἔχθουσα δ’ ὕβριν ὀλοὰν βροτῶν μέλανα φθόνον ἐκτὸς ἐλαύνεις. ὑπὸ σὸν τροχὸν ἄστατον ἀστιβῆ χαροπὰ μερόπων στρέφεται τύχα, λήθουσα δὲ πὰρ πόδα βαίνεις, [10] γαυρούμενον αὐχένα κλίνεις. ὑπὸ πῆχυν ἀεὶ βίοτον μετρεῖς, νεύεις δ’ ὑπὸ κόλπον ὄφρυν ἀεί ζυγὸν μετὰ χεῖρα κρατοῦσα. ἵλαθι μάκαιρα δικασπόλε [15] Νέμεσι πτερόεσσα βίου ῥοπά. [15] Νέμεσιν θεὸν ᾄδομεν ἀφθίταν, Νίκην τανυσίπτερον ὀμβρίμαν νημερτέα καὶ πάρεδρον Δίκας, ἃ τὰν μεγαλανορίαν βροτῶν [20] νεμεσῶσα φέρεις κατὰ ταρτάρου. ================================================================================ εἰς τὴν Φύσιν ================================================================================ [1] Ἀρχὰ καὶ πάντων γέννα, πρεσβίστα κόσμου μᾶτερ [5] ἠδ’ ἀγγέλλεις τοὺς Ζηνός παῖδας κυδίστῃ Ῥείῃ, δέχει γὰρ πάντας μύθους μειλικτοὺς ἀνδρῶν ἔργοις. καί μοι πρῶτον μὲν ψυχά [10] ὀρθὰν βαίνοι πρὸς γραμμά〈ν〉 ἀψευδεῖ γλώσσης ῥύμῃ· γυίων αὖθις δ’ ἀσκηθεῖς γόμφοι τ’ εἶεν καὶ ταρσοί ζωᾶς ἐς μέτρον τᾶσδε. [15] σὺ δ’ ὦ λαμπραῖς ἀκτῖσι〈ν〉 γαῖαν πᾶσαν πυρσεύων Αἰὼν ἀσβέστων φλογμῶν, ταῖς σαῖς δέρκευ με γλήναις ὄλβον χεύων εὐαγῆ [20] τῷ σῷ, Παιάν, βακχευτᾷ. εἰς σὲ ζωὰν γὰρ τείνω γυίοις ἐνναίων ῥευστοῖς· οἴκτειρον τόσσον, Τιτάν, ἀνθρώπου δειλοῦ δεσμόν. ================================================================================ εἰς τὴν Ἶσιν ================================================================================ [1] Εἷς ὕμνος ἀνά τε γᾶν ἀνά τε νηῦς ἁλιπόρους ᾄδεται, πολυτρόποις ἓν τέλος ἐν ὀργίοις· [5] ἁ βαθύκερως Ἶσις ἅτ’ ἔαρος ἅτε θέρεος ἅτε χείματος ἄγει νεογόνους ἡνίας. τὲ καλεῦσι πῦρ Ἄιδος {τε} [10] καὶ χθόνιος ὑμέναιος, αἱ φυτῶν ὠδῖνες, οἱ Κύπριδος ἵμεροι, τὲ νηπιάχου γονά, πῦρ τέλεον ἄρρητον, [15] οἱ Ῥέας Κούρητες ὅ τε Κρόνιος ἄμητος· ἄστρα διφρηλάτᾳ πάντα δι’ ἀνακτόρων Ἴσιδι χορεύεται. ================================================================================ εἰς Ἀδρίαν ================================================================================ [1] Ἀδρία βαθύπλου, πόθεν ἄρξομαι ὑμνεῖν σε, μεσαιπόλε πόντου; πῶς ἢ τίς ἔτικτέ σε παγά ἢ πῶς τὸ πανόλβιον ὕδωρ [5] χθονὶ μὴ περικείμενον ἵσταται; οὐ γὰρ βλέπετ’ ἔνθεν †ἀπωροφά, οὐ βουκόλος, οὐ γένος ὀρνέων, οὐ μηκάσι σύρισε ποιμήν· ἔνθ’ ὕδατα καὶ πλατὺς ἀήρ. [10] χορὸς εἰς σὲ πάλιν κέκλιτ’ ἀστέρων καὶ κέντρα φαεινὰ σελάνας καὶ Πλειάδος ἀστέρες εὐγενεῖς. δὸς ἰδεῖν χθόνα, δέσποτα, καὶ πόλιν, ἀνέμους δὸς ἀπήμονας εὐδίους· [15] καὶ μητέρα γῆς ἐσιδὼν πόλιν ================================================================================ εἰς ὡρολόγιον ================================================================================ [1] Τίς ὁ λάινον ἄντρον Ἄρει ξέσας, τίς ὁ κέντρον ἐπίσκοπον ἁρμόσας συνοδοιπόρον εὗρε τὸ〈ν〉 ἁλίου, ἐνέκλεισεν ἔσω δρόμον ἁμέρας, [5] ὅθεν αἰθέρος ἅρμα προσίπταται; ὦ δαιδαλέου καμάτου τέχνας· ὀλίγη λίθος ἐνδέδυται πόλον, τὸν Ἄτλας τις ἐκούφισε βαστάσας. ================================================================================ ἄλλο εἰς ὡρολόγιον ================================================================================ [1] Τίς ἐτεύξατο χαλκελάτῳ τέχνᾳ μακάρων δρόμον ἐς μέτρον ἁμέρας; τίς ἔταξε κύκλῳ δρόμον ἀστέρων, παγχάλκεον εἰκόνα κόσμου, [5] μερίσας κανόνων τύπον εὐδρόμων, ὁρίσας ἀτραπῶν ὁδὸν εὐαγῆ ζῴων ἀριθμὸν τρὶς τεσσάρων; ὁ δὲ δίσκος ἔχει πυκινὰν γλυφάν, τετορευμένα τείρεα χρύσεα· [10] Κριὸν βριαρὸν λασιὸν κόμαν, Ταῦρον κεραὸν, Πλειάδων δρόμον, μορφὰν κρατερῶν Διδύμων ἴσαν, ὤμοισι κεχηνότα Καρκίνον, κρατερὸν δὲ Λέοντα πελώριον, [15] ξανθὰν εὐώπιδα Παρθένον, Ζυγὸν ἀμφιρεπῆ, μερόπων δίκαν, καὶ Σκορπίον εὔοπλον ὀργίλον, Κένταυρον ἀναιδέα τοξόταν, [20] ὑετοῦ μέγαν ὄμβρον Ὑδρηχόου, πελάγους ἁλικύμονος Ἰχθύας. φέρεται δὲ μέσον κανόνων λίθ[ος τὰν τάξιν ἔχων ἰδίων μέτρων, ἀνόδευτον ὁδὸν φανερὰν ἔχων, [25] θέμενος χορὸν εἰς μέτρον ἀφθίτων. καὶ δείκνυτο πᾶσι τέχνα σοφά· μετὰ δῆριν ἀπείριτον οὐρανοῦ μυκήσατο χάλκεος ἁδονά, δηλοῦσα βροτοῖς μέτρον ἁμέρας. ================================================================================ ἔκφρασις σπόγγου ================================================================================ [1] Ἄνθος τόδε σοι βυθίων πετρῶν πολύτρητον ἁλὸς παλάμαις φέρω σμήνεσσι πανείκελον †α δων† ἅτε κηρὸν Ὑμήττιον ἐκ πετρῶν, [5] ᾧ Γλαῦκος ἐν ὕδασι τέρπεται, Τρίτωνος ὅδ’ ἐστὶ χαμεύνα. τούτῳ παρὰ κύμασι παρθένοι παίζουσιν, ἀγάλματα Νηρέως, πώλων ὅδ’ ἀφρώδε’ ἀθυ〈ρμάτ〉ων [10] Ἐνοσίχθονος ἄσθματα λούει. τοῦτον τάμε νηχόμενος δύτας ἁλὸς ὕδασιν ἄτρομος ἐργάτας, ἵνα σου κατὰ χιονέων μελῶν λύσῃ μετὰ νύκτα, γύναι καλά, [15] κάματον †τῶν ἐρωτικῶν ὀμμάτων. ================================================================================ εἰς κύκνον ================================================================================ [1] Κύκνον ἐνὶ ποταμῷ κάτεχεν ἄτερ βρόχου [5] αἰπόλος ἀγρότας ἔθελε διολέσαι, κεφαλὰν λιγύθρουν τῷ σταχυοτόμῳ δρεπάνῳ θερίσας. [10] κατὰ δ’ ὑδατοπαγοῦς βαῖνε κελεύθου βήμασι κούφοις, Τιτὰν δὲ κύκνῳ πυρόεντι βολᾷ [15] σύμμαχος ἐφάνη· γίγνετο μὲν ὑγρόν πάλι ποταμὸς ὕδωρ· ἔπεσεν ὁ βούτας, ὁ δὲ κύκνος ἀνέθορε [20] κἄμπτατο χαίρων. ================================================================================ εἰς κώνωπα ================================================================================ [1] Ἐλέφαντος ἐπ’ οὔατι κώνωψ πτερὸν οὐ πτερὸν ἵστατο σείων, φάτο δ’ ἄφρονα μῦθον· ἀφίπταμαι, βάρος οὐ γὰρ ἐμὸν δύνασαι φέρειν. [5] ὃ δ’ ἔλεξε γέλωτος ὑφ’ ἁδονᾷ· ἀλλ’ οὔτ’ ἐδάην ὅτ’ ἐφιπτάθης οὔθ’ ἡνίκ’ ἀφίπτασαι, κώνωψ. [12] Ἕρπουσα ποτωμένα βεβῶσα κούρα, νόθον ἴχνος ἀραμένα δρομαία λέαινα, πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά, [5] τὰ δ’ ὄπισθεν ἑλισσόμενος δράκων. οὔθ’ ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά οὔτ’ ὄρνις ὅλον δέμας οὔτε θήρ· κο〈ύ〉ρη γὰρ ἐφαίνετ’ ἄνευ ποδῶν, κεφαλὰν δ’ οὐκ ἔσχε βρέμουσα θήρ. [10] φύσιν ἔσχεν ἄτακτα κεκραμένα〈ν〉 ἀτέλεστα τέλεια μεμ〈ε〉ιγμένα. [13] Τὰν ὕελον †ἐκόμιζε κόψας† ἐργάτας ἀνήρ, ἐς δὲ πῦρ ἔθηκε βῶλον ὡς σίδηρον εὐσθενῆ. [5] ἁ δ’ ὕελος οἷα κηρός ἐξεχεῖτο παμφάγοισι φλοξὶν ἐκπυρουμένα. θαῦμα δ’ ἦν ἰδεῖν βροτοῖς ὁλκὸν ἐκ πυρὸς ῥέοντα [10] καὶ τὸν ἐργάταν τρέμοντα μὴ πεσὼν διαρραγῇ. ἐς δὲ διπτύχων ἀκμάς