================================================================================ Ἐπιγράμματα Epigrams Νίκανδρος ὁ Κολοφώνιος by Nicander of Colophon ================================================================================ [7 . 435 (p1)] ΝΙΚΑΝΔΡΟΥ [1] Εὐπυλίδας, Ἐράτων, Χαῖρις, Λύκος, Ἆγις, Ἀλέξων, ἓξ Ἰφικρατίδα παῖδες, ἀπωλόμεθα Μεσσάνας ὑπὸ τεῖχος· ὁ δ’ ἕβδομος ἄμμε Γύλιππος ἐν πυρὶ θεὶς μεγάλαν ἦλθε φέρων σποδιάν, [5] Σπάρτᾳ μὲν μέγα κῦδος, Ἀλεξίππᾳ δὲ μέγ’ ἄχθος [7 . 526 (p1)] ΝΙΚΑΝΔΡΟΥ ΚΟΛΟΦΩΝΙΟΥ [1] Ζεῦ πάτερ, Ὀθρυάδα τίνα φέρτερον ἔδρακες ἄλλον, ὃς μόνος ἐκ Θυρέας οὐκ ἐθέλησε μολεῖν πατρίδ’ ἐπὶ Σπάρταν, διὰ δὲ ξίφος ἤλασε πλευρᾶν δοῦλα καταγράψας σκῦλα κατ’ Ἰναχιδᾶν; [9 503b (p1)] 〈ΝΙΚΑΝΔΡΟΥ〉 [1] Ἵπποι γὰρ σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν.