# Ἀποσπάσματα καὶ Τίτλοι
*Fragments and Titles*
**Author:** Νουμήνιος ὁ Ἡρακλεώτης
*Numenius of Heraclea*
**Source:** markdown
---
| Reference | Text |
|-----------|------|
| |
**Ἁλιευτικόν** |
| **569** | ἢ λευκὴν συνόδοντα βόηκάς τε τριγκούς τε |
| **570** | ἠβαιῇ καρῖδι καὶ εἴ ποτε βεμβράδι, κείνῃ ζωῇ ἔπ’ ἀγρώσσοις· τάδε 〈δὴ〉 σκέψαιο δέλετρα |
| **571** | ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ’ ὀρφὸν ἢ γλαῦκον περόωντα κατὰ μνία σιγαλόεντα |
| **572** | ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην χάννους τ’ ἐγχέλυάς τε καὶ ἐννυχίην πίτυνον |
| **573** | γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρων κόσσυφον ἢ κίχλας ἁλιειδέας, ἄλλοτε δ’ ἄλλῃ σάργον ἐπικέλσοντα, λινοπληγέστατον ἰχθύν. |
| **574** | τοῖσί κεν ἄρμενα πάντα παροπλίσσαιο δέλετρα κουρύλον ἢ πειρῆνα ἢ εἰναλίην ἕρπηλαν |
| **575** | ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα |
| **576** | ῥηϊδίως ἕλκοιτο καὶ αἰολίην κορακῖνον |
| **577** | ἄλλοτε δ’ αὖ πέρκας, ὁτὲ δὲ στροφάδας παρὰ πέτρην φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν |
| **578** | τοῖσί κε θηρήσαιο λαβεῖν λελιημένος ἰχθὺν ἠὲ μέγαν συνόδοντ’ ἢ ἀρνευτὴν ἵππουρον ἠὲ φάγρον λοφίην, ὁτὲ δ’ ἀγρόμενον σκιαδῆα. |
| **579** | †ἀκονίας κιγκάλους τε καὶ ἀλλοπίην τράχουρον† |
| **580** | κανθαρίδα προφανεῖσαν ὕαινάν τε τρίγλην τε |
| **581** | ἢ σπάρον ἢ ὕκας ἀγεληΐδας ἢ ἐπὶ φάγρον |
| **582** | φύλλων δ’ ὅσς’ ἄσπαρτα τά τ’ ἐρρίζωται ἀρούραις χείματος ἠδ’ ὁπόταν πολυάνθεμον εἶαρ ἵκηται, αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον, †ῥάφιν τ’ ἔμπεδον† καὶ καυ〈κα〉λίδ’ ἀγροιῶτιν. |
| **583** | κεῖνο δὲ δὴ σκέπτοιο, τό κεν καὶ ἰουλίδα μάργον πολλὸν ἀποτροπ〈ό〉ῳτο καὶ ἰοβόλον σκολόπενδραν |
| **584** | καὶ δὲ σύ γε μνήσαιο δελείατος, ὅττι παρ’ ἄκρα δήεις αἰγιαλοῖο γεώλοφα· οἱ μὲν ἴουλοι κέκληνται, μέλανες, γαιηφάγοι, ἔντερα γαίης. ἠὲ καὶ ἑρπήλας δολιχήποδας, ὁππότε πέτραι |
| **5** | ἀμμώδεις κλύζωνται ἐπ’ ἄκρῃ κύματος ἀγῇ, ἔνθεν ὀρύξασθαι θέμεναί τ’ εἰς ἄγγος ἀολλεῖς. |
| **585** | ἄλλοτ’ ἐρυθρὸν |
| **586** | ἢ ψόρον ἢ σάλπας ἢ αἰγιαλῆα δράκοντα |
| **587** | τοῖσί κεν εὐμαρέως θαλάμης ἄπο μακρὸν ἀείροις σκορπίον ἢ ὀρφὸν περιτρηχέα· τῶν γὰρ ἐπ’ ἄκρης... |
| **588** | σὺ δ’ ἂν καὶ χαλκίδ’ ἐκείνην αὕτως ἀμπείραις ὀλίγην καὶ μαινίδα 〈 〉 |
| | **Θηριακόν** |
| **590** | []ὑπόχλωρόν 〈γε〉 μὲν ἕλκος |
| **591** | ῥέθεσίν γε μὲν εἴδετ’ ἔπ’ ἰχὼρ ἠερόεις, τότε δ’ αὖ μολίβῳ ἐναλίγκιον εἶδος ἀμφί ἑ κυμαίνει χάλκῃ ἴσον |
| **592** | κιρράς |