# Ἀπόσπασμα ἐκ Ὁμιλιῶν εἰς Πράξεις Ἀποστόλων *Fragment from Homilies on Acts of the Apostles* **Author:** Ὠριγένης ὁ Ἀλεξανδρεύς *Origen of Alexandria* **Source:** markdown --- | Reference | Text | |-----------|------| | |
**ΕΚ ΤΩΝ**
| | |
**ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΑΣ ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ.**
| | |
**Ἐκ τῆς εἰς τὰς Πράξεις ὁμιλίας δʹ.**
| | **38** | Ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ | | **14 . 832** | ἐν ᾧ ψαλμῷ τὰ περὶ τοῦ Ἰούδα γέγραπται. Εἴ‐ ποι τις ἂν, ὅτι οὐ τὸ Πνεῦμα τὸ ἅγιον λαλεῖ· σαφῶς γὰρ τοῦ Σωτῆρός εἰσιν οἱ λόγοι λέγοντος· Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσης· ὅτι στόμα | | **5** | ἁμαρτωλοῦ, καὶ στόμα δολίου, ἐπ’ ἐμὲ ἠνοίχθη· καὶ τὰ ἑξῆς ἕως· Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Πῶς οὖν, εἰ ὁ Σωτήρ ἐστιν ὁ ταῦτα λέγων, φησὶν ὁ Πέτρος· Ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος | | **10** | Δαυΐδ; Μήποτε οὖν ὃ διδασκόμεθα ἐνταῦθα, τοιοῦτόν ἐστι. Προσωποποιεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς προ‐ φήταις· καὶ ἐὰν προσωποποιήσῃ τὸν Θεὸν, οὐκ ἔστιν ὁ Θεὸς ὁ λαλῶν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ προσώ‐ που τοῦ Θεοῦ λαλεῖ· καὶ ἐὰν προσωποποιήσῃ τὸν | | **15** | Χριστὸν, οὐκ ἔστιν ὁ Χριστὸς ὁ λαλῶν, ἀλλὰ τὸ Πνεῦ‐ μα τὸ ἅγιον ἐκ προσώπου τοῦ Χριστοῦ λαλεῖ. Οὕτω, κἂν προσωποποιήσῃ τὸν προφήτην, ἢ τὸν λαὸν ἐκεῖ‐ νον, ἢ τὸν λαὸν τοῦτον, ἢ ὅ τι δήποτε προσωποποιεῖ, |