# Ἀπόσπασμα *Fragment* **Author:** Πειραζομένη *Peirazomene [Identity Unknown]* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **** | ... | | **1** | μὴ δε]ί̣ρατε σώματα, μαινόμεναι, καὶ μὴ καθυβρ̣ί̣ζ̣ετε τρόπον ἐμόν. τί περὶ σφυρά μου δέματ̣’ ἐβάλετε; ἐμέ, σύγγονε βάρβαρε, παρακαλεῖς; | | **5** | ἱκέτις, τροφέ, ναί, πέπτωκας ἐμοῦ; φιλάδελφε, πρόνοια· λόγων ἀνέχῃ. πειραζομένη βασανίζομαι. | | **10** | νῦν ἔμαθον ἀληθῶς, ὅτ[ι πλ]εῖον οὐ ποθεῖς μετελθοῦσά τι λέξαι· ἔδει σέ με λι[τα]νεῦσαι καὶ οὗ παρῆν ἐμοὶ ποεῖν | | **15** | πάντα κελεῦσαι. θρῆνον ὑπερθεμένη λέγε, παρθένε, μή̣ τινα ποθεῖς; εἰπέ, κόρη, φανερῶς ἀλγηδόνα, μηδ’ ἐ[μὲ] φοβοῦ. εἰ θεός ἐστιν ὁ σὰς κατέχων φρένας, [οὐ]δ̣ὲ̣ν ἀδικεῖς. καὶ οὐκ ἔχ̣ο̣μεν γενέτην ἀγριώτατον· ἥμερα φρονεῖ. | | **20** | καὶ καλός ἐστιν ἔφηβος ὁ σὸς τάχα, καὶ σὺ δὲ καλή. ἐπικωμάζει καὶ μεθύει, κοινῆς δὲ φέρων πόθον Ἀφροδίτης, ο̣ὗ̣τ̣ο̣ς̣ τ̣’ [ἀπ’ ἐ]φήβων ἀγρυπνῶν ὑπὸ κάλαμον ἄν̣ο̣μ̣α λ̣α̣λ̣ε̣ῖ̣. | | **25** | ν]αί, τοῦτον ἐῶ· βραχύτατον ἦν (?) ζ̣ή̣λ̣ω̣μα, πάτερ, γινώσκω (?) ἕτερον φ̣ι̣λ̣[ερασ]τήν, πρότερον παρὰ παννυχίσι̣ν̣ [ το κατελθὼν ἐ̣π̣ι̣[ | | **30** | ... |