================================================================================ Ἐπιγράμματα Epigrams Φαίδιμος ὁ Βισανθηνός by Phaedimus of Bisanthe ================================================================================ [6 . 271 (p1)] ΦΑΙΔΙΜΟΥ [1] Ἄρτεμι, σοὶ τὰ πέδιλα Κιχησίου εἵσατο υἱὸς καὶ πέπλων ὀλίγον πτύγμα Θεμιστοδίκη, οὕνεκά οἱ πρηεῖα λεχοῖ δισσὰς ὑπερέσχες χεῖρας ἄτερ τόξου, πότνια, νισσομένη. [5] Ἄρτεμι, νηπίαχον δὲ καὶ εἰσέτι παῖδα Λέοντος νεῦσον ἰδεῖν κοῦρον γυῖ’ ἐπαεξόμενον. [7 . 739 (p1)] ΦΑΙΔΙΜΟΥ [1] Αἰάζω Πολύανθον, ὃν εὐνέτις, ὦ παραμείβων, νυμφίον ἐν τύμβῳ θῆκεν Ἀρισταγόρη δεξαμένη σποδιήν τε καὶ ὀστέα—τὸν δὲ δυσαὲς ὤλεσεν Αἰγαίου κῦμα περὶ Σκίαθον—, [5] δύσμορον ὀρθρινοί μιν ἐπεὶ νέκυν ἰχθυβολῆες, ξεῖνε, Τορωναίων εἵλκυσαν ἐς λιμένα. [13 . 2 (p1)] ΦΑΙΔΙΜΟΥ [1] Καλλίστρατός σοι, Ζηνὸς ὦ διάκτορε, ἔθηκε μορφῆς ξυνὸν ἥλικος τύπον· Κηφισιεὺς ὁ κοῦρος· ᾧ χαρείς, ἄναξ, Ἀπολλοδώρου παῖδα καὶ πάτραν σάω. [13 . 22 (p1)] ΦΑΙΔΙΜΟΥ [1] Τόξον μέν, ᾧ Γίγαντος ὤλεσας σθένος, ἴσχε βίης, ἑκάεργ’ ἀνάσσων· οὔ σοι φαρέτρη λύεται λυκοκτόνος· τοῖσδε δ’ ἐπ’ ἠιθέοις ὀιστὸν [5] στρέφειν Ἔρωτος, τόφρ’ ἀλέξωνται πάτρῃ θαρσαλέοι φιλότατι κούρων· πυρὸς γὰρ ἀλκή, καὶ θεῶν ὑπέρτατος αἰὲν ὅδε προμάχους ἀέξειν. Μελιστίωνος δ’, ὦ πατρώιον σέβας [10] Σχοινιέων, ἐπίηρα δέχθαι.