# Ἀποσπάσματα *Fragment* **Author:** Φίλισκος ὁ Ἀθηναῖος *Philiscus of Athens* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **215 tit** | Διὸc Γοναί | | **215** | (ῬΕΑ) ‘τί οὖν ἐμοὶ τ̣ῶ̣ν̣ c̣[ῶν μέ]λει;‘ φαίη τιc ἂν ὑμῶν. ἐγὼ δ’ ἐρῶ [τ]ὸ Ϲοφοκλέουc ἔποc· | | **5** | ἐμοὶ δὲ τούτων προcδίδωcιν οὐδὲ ἕν, ἀλλ’ αὐτὸc ἔρδει χειρὶ καὶ Μεγαράδ’ ἄγων ὅ τι ἂν τέκω ’γὼ τοῦτο πωλῶν ἐcθίει. δέδοικε γὰρ τὸν χρηcμὸν ὥcπερ κυν[ ἔχρηcε γὰρ Κρόνωι ποθ’ Ἁπόλλων δραχ[μήν, | | **10** | κἆιτ’ οὐκ ἀπέλαβε. ταῦτα δὴ θυμὸν πνέ[ων ἑτέραν ἔχρηcε[ν οὐκέτι] δρα[χ]μῶ[ν ἀ]ξ[ίαν, οὐ cκευάρια, μὰ τὸν Δί’, οὐδὲ χρήματα, ἐκ τῆc βαcιλείαc δ’ ἐκπεcεῖν ὑπὸ π[αιδίου. τοῦ]τ’ οὖν δεδοικὼc πάντα καταπί[νει τέκνα. | | **14** | — — — — — — — — — — — — — — — |