================================================================================ Ἀποσπάσματα Fragments Φιλιππίδης ὁ κωμικός by Philippides the Comic Poet ================================================================================ [Ado tit] ΑΔΩΝΙΑΖΟΥΣΑΙ. [Amph tit] ΑΜΦΙΑΡΑΟΣ. [Amph 1] Ὄστρει’, ἀκαλήφας καὶ λεπάδας παρέθηκέ μοι. [Ana tit] ΑΝΑΝΕΩΣΙΣ. [Ana 1] Ἔπειτ’ ἐπὶ τούτοις πᾶσιν ἧκ’ ὄρχεις φέρων πολλούς. τὰ μὲν οὖν γύναια τἄλλ’ ἠκκίζετο, ἡ δ’ ἀνδροφόνος Γνάθαινα γελάσασα * * καλοί γε, φησίν, οἱ νεφροί, νὴ τὴν φίλην [5] Δήμητρα. καὶ δύ’ ἁρπάσασα κατέπιεν, ὥσθ’ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν. [Ana 2] Ἔλεγον ἐγώ σοι μὴ γαμεῖν, ζῆν δ’ ἡδέως. τὸ Πλάτωνος ἀγαθὸν δ’ ἐστὶ τοῦτο, Φειδύλε, μὴ λαμβάνειν γυναῖκα, μηδὲ τῇ τύχῃ [Ana 3] Ὅταν δ’ ἁμαρτάνῃς τι, χαῖρ’ ἡττώμενος· μάλιστα γὰρ οὕτω σώζεται τὸ συμφέρον. [Ana 4] Ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί. [Arg tit] ΑΡΓΥΡΙΟΥ ΑΦΑΝΙΣΜΟΣ. [Arg 1] Ἀλλ’ ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων, ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω ἐλευθέρους, μαστιγίας δ’ ἐπ’ ἀργυροῦ πίνακος ἄγοντος μνᾶν τάριχον ἐνίοτε [5] δυοῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου, καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ· πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν ἐργῶδες. Β. ἀμέλει τοῦτο μὲν καὶ νῦν ἔτι· [10] ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν. [Aul tit] ΑΥΛΟΙ. [Aul 1] Τοὺς δὲ πυριέφθας καὶ τὰ λάχανα ταῦτ’ ἔχων. [Bas tit] ΒΑΣΑΝΙΖΟΜΕΝΗ. [Lak tit] ΛΑΚΙΑΔΑΙ. [Lak 1] Κράτιστόν ἐστι τοῦτον ἐκτεμεῖν, γύναι, τὸν δίφρον· ἄχρηστα παντελῶς τὰ σπαρτία· [Lak 2] Ὀρθῶς γε τὴν ῥύμην ὁδοιπεπορήκαμεν. [Mas tit] ΜΑΣΤΡΟΠΟΣ. [Oly tit] ΟΛΥΝΘΙΑ. [Oly 1] Οὐ χαλεπόν ἐστι τῷ κακῶς διακειμένῳ εἰπεῖν τιν’ ἐσθίοντα „μὴ κακῶς ἔχε“, πύκτῃ τ’ ἐπιτιμᾶν οὐδὲν ἔργον μαχομένῳ. αὐτὸν μάχεσθαι δ’ οὐκ ἔτ’ ἐστὶ ῥᾴδιον. [5] ἕτερόν τι τὸ λέγειν ἐστὶ τοῦ πεπονθέναι. [Sym tit] ΣΥΜΠΛΕΟΥΣΑΙ. [Sym 1] Ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν. Β. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω; [Philad tit] ΦΙΛΑΔΕΛΦΟΙ. [Philad 1] Ὅταν ἀτυχεῖν σοι συμπέσῃ τι, δέσποτα, Εὐριπίδου μνήσθητι, καὶ ῥᾴων ἔσει. „οὐκ ἔστιν ὅστις πάντ’ ἀνὴρ εὐδαιμονεῖ.“ [Philath tit] ΦΙΛΑΘΗΝΑΙΟΣ. [Philath 1] Τοῖς συκαμίνοις δ’ ἀντὶ τοῦ φύκους ὅλον τὸ πρόσωπον. [Philarg tit] ΦΙΛΑΡΓΥΡΟΣ. [Philarg 1] Πλακοῦντες, ἐπιδορπίσματ’, ᾠά, σήσαμα· ὅλην λέγοντ’ ἄν μ’ ἐπιλίποι τὴν ἡμέραν. [Philarch tit] ΦΙΛΑΡΧΟΣ. [Phileu tit] ΦΙΛΕΥΡΙΠΙΔΗΣ. [Phileu 1] Πόστην ὑφοδώσεις παιδάριον ῥύμην; Β. τρίτην. [Phileu 2] Οὗτος οἴεται περισπάσειν κερμάτιον αὐτοῦ. [Eif tit] EX INCERTIS FABULIS. [Eif 1] Ὁ τὸν ἐνιαυτὸν συντεμὼν εἰς μῆν’ ἕνα, ὁ τὴν ἀκρόπολιν πανδοκεῖον ὑπολαβών [Eif 2] Δι’ ὃν ἀπέκαυσεν ἡ πάχνη τὰς ἀμπέλους, δι’ ὃν ἀσεβοῦντα δ’ ὁ πέπλος ἐρράγη μέσος, τὰς τῶν θεῶν τιμὰς ποιοῦντ’ ἀνθρωπίνας. ταῦτα καταλύει δῆμον, οὐ κωμῳδία. [Eif 3] Ἀποστρεφομένης τὴν κορυφὴν φιλεῖς μόλις. [Eif 4] Οὐκ ἔστιν „ἐμεθύσθην πάτερ“ λέγοντα [Eif 5] Τὰ ποτήρι’ ἂν ἴδῃς τὰ παρεσκευασμένα, ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν οὐρανόν, ὑπερήφανα. ἐγὼ μὲν γὰρ ἐξέστην ἰδών. κρατῆρες ἀργυροῖ, κάδοι μείζους ἐμοῦ. [Eif 6] Αἰσχρὰν γυναῖκ’ ἔγημας, ἀλλὰ πλουσίαν. κάθευδ’ ἀηδῶς ἡδέως μασώμενος. [Eif 7] Ὁ τραχύτατος δὲ συκοφάντης μνᾶς δύο [Eif 8] Ὁ κοινὸς ἰατρός σε θεραπεύσει χρόνος. [Eif 9] Ἁλύσιον εἶχε τετταράκοντ’ ἄγον δραχμάς. [Eif 18] τυρούς τε καὶ ταρίχους.