# Περὶ Διαφορᾶς Συγγενῶν Λέξεων *On the Difference of Related Words* **Author:** Φίλων ὁ Βύβλιος *Philon of Byblos* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **1** | ἆθλον ἐπάθλου διαφέρει. ἆθλον μὲν γὰρ καλεῖται αὐτὸς ὁ ἀγών, ἔπαθλον δὲ τὸ διδόμενον τῷ νικήσαντι δῶρον. Eren. Er. Egud. | | **2** | ἀμφὶ μὲν σημαίνει τὸ περί, τὸ δὲ ἀμφὶς ποτὲ μὲν σημαί‐ ν〈ε〉ι τὸ περί, ποτὲ δὲ τὸ χωρὶς ἀμφοτέρωθεν. Pt. Eren. Er. | | **3** | ἀμῦναι καὶ ἐπαμῦναι τινὲς ταὐτὸ ᾠήθησαν εἶναι, καὶ οὐ καλῶς· διαφέρει γάρ. ἀμῦναι οὖν ἐστι τὸ ἀνταμείψασθαι τὸν ἠδικηκότα, ἐπαμῦναι δὲ τὸ βοηθῆσαι. Ὅμηρος (Ε 685)· ‘ἀλλ’ ἐπάμυνον‘. Egud. | | **4** | ἀμφισβήτησις ἀγνοίας διαφέρει. ἄγνοια μὲν γάρ ἐστι παντελῶς ἀνεπιστημοσύνη τοῦ προκειμένου, ἀμφισβήτησις δὲ ἡ ἑτέρου πρὸς ἕτερον ἀμφιβολία περὶ τοῦ προκειμένου πράγ‐ ματος. Egud. | | **5** | ἀνάθημα ἀναθέματος διαφέρει. ἀνάθημα μὲν γάρ ἐστι, τὸ διὰ τοῦ η γραφόμενον, τὸ ἀνιερούμενόν τε καὶ ἀνατι‐ θέμενον 〈ἐν〉 ἱερῷ τινι τόπῳ· ἀνάθεμα δέ, διὰ τοῦ ε ἐκφερό‐ μενον, τὸ ὕβρεως ἐχόμενον καὶ ἀναθεματισμοῦ. Eren. | | **6** | ἀνὴρ ἀνθρώπου διαφέρει. ἀνὴρ μὲν γὰρ κυρίως λέγεται ὁ ἐπ’ ἀρετῇ τινι διαπρέπων, ἄνθρωπος δὲ ὁ ἐπὶ μηδενί τινι διαπρέπων. Eren. Er. Egud. | | **7** | ἀπαράσκευος ἀπαρασκευάστου διαφέρει. ὁ μὲν γὰρ δι’ ἑαυτοῦ τὴν χορηγίαν ἔχων ἀπαράσκευος ἂν λέγοιτο, ὁ δὲ δι’ ἑτέρου ἀπαρασκεύαστος. Pt. Eren. Er. Egud. ὁ μὲν γὰρ ἄρχων ὁ μονομάχους δοῦναι θέλων ἀπαράσκευος λέγεται | | **5** | Eren. Sym. Egud. οἱ δὲ μονομάχοι ἀπαρασκεύαστοι Eren. Sym. Egud. Pt. τὸ μὲν γὰρ διὰ τὸ παθητικὴν ἔχειν ἔμφασιν ὑφ’ ἕτερον πίπτει, τὸ δὲ αὐτεξούσιόν ἐστιν. ὁ οὖν ἐναλλάσσων ταῦτα ἀκυρολογεῖ. Eren. Sym. (Egud. valde mutil.) | | **8** | ἄποικοι μὲν οἱ ἐν ἐρήμῳ τόπῳ πεμπόμενοι οἰκῆσαι, ἔποικοι δὲ οἱ ἐν πόλει. Laur. | | **9** | ἀπολείπει καὶ ἐκβάλλει διαφέρει. ἀπολείπει μὲν ἡ γυνὴ τὸν ἄνδρα, ἐκβάλλει δὲ ὁ ἀνὴρ τὴν γυναῖκα. Eren. Er. | | **10** | ἀπόνοια ἀνοίας διαφέρει Eren. Er. Egud. ἀπόνοια μὲν γὰρ μανία τίς ἐστιν καὶ ὑπερηφανία μισουμένη· ἡ δὲ ἄνοια στέ‐ ρησις οὖσα φρονήσεως ἐλεεῖται μᾶλλον ἢ μισεῖται. Eren. Er. | | **11** | ἀστρολογία ἀστρονομίας διαφέρει. ἀστρονομία μὲν γάρ ἐστιν ἡ κατάληψις τῶν ἄστρων, ἀστρολογία δὲ ἡ τὰ ἐκ τῶν κινήσεων τῶν ἀστέρων ἀποτελέσματα δηλοῦσα ἐπιστήμη. | | **12** | βοῦς μόσχου διαφέρει. βοῦς μὲν γάρ ἐστι ὁ τέλειος· μόσχος δὲ ὁ νεογνός, ἀφ’ οὗ καὶ μοσχεία ἡ νέα φυτεία. Er. Egud. | | **13** | γαμήλια καὶ γαμηλία διαφέρει. γαμήλια τὰ τελού‐ μενα ἐν τῇ ἡμέρᾳ καθ’ ἣν ὁ γάμος ἐκτελεῖται, ἢ τὰ δῶρα τὰ διδόμενα ἐν γάμῳ. γαμηλία δὲ ἡ εἰς τοὺς φράτορας διδομένη ἐγγραφὴ καὶ εἰσαγωγὴ ἐπὶ γάμοις ἣν ὠνόμαζον καὶ κουρεῶ‐ | | **5** | τιν. οἱ δέ φασιν γαμηλίαν θυσίαν ἣν ἔθυον τοῖς δημόταις οἱ εἰς τοὺς ἐφήβους ἐγγραφόμενοι καὶ μέλλοντες γαμεῖν· ἐγίνετο δὲ ἡ θυσία Ἥρᾳ καὶ Ἀφροδίτῃ καὶ Χάρισι γαμηλίαις· ἢ θυσία τοῖς τῷ δήμῳ θεοῖς. Eren. | | **14** | ἕρκος καὶ ἑρκίον διαφέρει. ἕρκος ἐπὶ πόλεων, ἑρκίον ἐπὶ ἐπαύλεων. Eren. Er. | | **15** | ἡσυχάζειν καὶ σιγᾶν διαφέρει Eren. Egud. ἡσυχάζειν μὲν γὰρ τὸ ἠρεμεῖν καὶ ἀτρεμεῖν δι’ ὅλου τοῦ σώματος, σιγᾶν δὲ ἐπὶ γλώττης μόνον, τὸ μὴ λαλεῖν. Eren. Er. Egud. Pt. | | **16** | θόλος καὶ θολ{ι}ὸς διαφέρει. θόλος τὸ οἰκοδόμημα ὃ νῦν καμάραν καλοῦσι· θολ{ι}ὸς τὸ μέλαν τῆς ση†τηό†ς. Eren. | | **17** | τὸ ἱππῆς τοῦ ἱππέας διαφέρει. ἱππῆς μὲν γὰρ λέγου‐ σιν οἱ Ἀττικοὶ ἐπὶ ὀνομαστικῆς πτώσεως, ἱππέας δὲ ἐπὶ αἰτια‐ τικῆς ἐπιτεταμένως· ὁμοίως βασιλῆς καὶ βασιλέας καὶ τἆλλα προσηγορικά Pt. | | **18** | μηρία καὶ μηροὶ διαφέρει. μηρία μὲν γὰρ τὰ {ἐν}ἁγι‐ ζόμενα τοῖς θεοῖς, μηροὶ δὲ 〈καὶ〉 τὰ μὴ οὕτως ἔχοντα. Eren. Er. | | **19** | μνᾶται καὶ μνηστεύεται διαφέρει. μνᾶται μὲν ὁ ἀνὴρ γυναῖκα, μνηστεύεται δὲ ἡ γυνὴ ἄνδρα. Eren. Er. | | **20** | τὸ μὲν οὐδέποτε καὶ ἐπὶ τοῦ παρεληλυθότος καὶ ἐπὶ τοῦ μέλλοντος λέγεται, τὸ δὲ οὐδεπώποτε ἐπὶ μόνου παρε‐ ληλυθότος· ὥστε οἱ λέγοντες ‘οὐδεπώποτε γενήσεται‘ σολοι‐ κίζουσιν. Pt. | | **21** | πάγετος μὲν τὸ κρύος, παγετὸς δὲ ὁ χειμών. Eren. Er. | | **22** | τύραννοι καὶ βασιλεῖς διαφέρουσιν. τύραννοι μὲν γὰρ οἱ ἐξ ὠμότητος ἢ ἁρπαγῆς τὴν βασιλείαν δεξάμενοι, βασι‐ λεῖς δὲ οἱ πατροπαράδοτον τὴν βασιλείαν ἔχοντες. Er. | | **23** | φλαῦρον καὶ φαῦλον διαφέρει. φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν καὶ κοῦφον κακόν, φαῦλον δὲ τὸ μέγα Eren. Er., ὡς καὶ ἐν ἄλλοις παρεδηλώσαμεν. Er. | | **24** | χρῆνα〈ι〉 δεῖν. Ἴσαιος (fr. 27 c Thalh.) πρὸς Τληπόλεμον· ‘ἐπειδὴ γοῦν οὐκ ἐδόκει χρῆναι πλέον δαν〈ε〉ίζεσθαι‘. χρὴ δεῖ, ἐχρῆν ἔδει. Pt. | | **25** | χροῦς καὶ χρῶς διαφέρει. χροῦς μὲν γὰρ ἡ χροιὰ καὶ τὸ χρῶμα τῆς γαστρός· φαμὲν οὖν εὔχρουν καὶ ἄχρουν. χρῶς |