# Περὶ κυριολεξίας
*On Proper Expression, Epitome under the Name of Herennius Philo*
**Author:** Φίλων ὁ Βύβλιος
*Philon of Byblos*
**Source:** markdown
---
| Reference | Text |
|-----------|------|
| |
**ΕΚ ΤΩΝ ΤΟΥ ΕΡΕΝΝΙΟΥ ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΚΥΡΙΟΛΕΞΙΑΣ** |
| **1** | μηκᾶσθαι ἐπὶ αἰγῶν, μυκᾶσθαι ἐπὶ βοῶν, βληχᾶσθαι |
| **2** | ὑπάγειν ὑπὸ ζυγόν, πορεύεσθαι ἐθελουσίως, ἕρπειν ἐπὶ ἀπόδων. |
| **3** | σκύλακες καὶ σκυλάδες ἐπὶ κυνῶν. |
| **4** | Σικελὸς ὁ ἐν Σικελίᾳ κατοικῶν βάρβαρος, Σικελιώτης |
| **5** | ἄρχειν μετὰ λόγου, κρατεῖν ἄνευ λόγου. |
| **6** | [β]ιοῦν τὸ ἁπλῶς ζῆν, βιοτεύειν τὸ καλῶς ἀναστρέ‐ φεσθαι. |
| **7** | ἀνακογχυλίσας οὐκ ἀναγαργαρίσας. |
| **8** | ἀνακρεμαννύναι οὐ κρεμᾶν. |
| **9** | σκηνῆσαι οὐ σκηνῶσαι. |
| **10** | ἁλίπαστον τὸ 〈ἁλσὶ〉 πεπασμένον κρέας, ἁλίσπαρτον τὴν ἁλσὶ κατεσπαρμένην χώραν λέγομεν. τῶν γὰρ ἀρχαίων τινὲς βαρβάρων, δυσμενῶς διακείμενοι πρὸς τοὺς Ἕλληνας, τὰς χώρας αὐτῶν ἁλσὶ κατέσπε〈ι〉ρον εἰς τὸ μὴ δύνασθαι φέρειν |
| **5** | καρπούς· ὅθεν καὶ [ὁ] βίος τοὺς ᾐκισμένους δεινῶς ἁλισπάρ‐ τους καλεῖ. |
| **11** | [ὀ]ρρωδεῖν τὸ εὐλαβεῖσθαι. |
| **12** | ἀρρωδεῖν τὸ καταφρονεῖν καὶ τεθαρρηκέναι. |
| **13** | ἁρπάγην ὡς Ἀνάφην, ἐν ᾗ ἐκ τῶν φρεάτων τοὺς κάδδους ἐξαιροῦσιν. |
| **14** | βλὰξ ὁ εὐήθης καὶ κοῦφος. |
| **15** | ἐν Κυρήνῃ τοὺς ἐφήβους τριακατίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους διὰ τὸ μὴ τῶν κοινῶν δρόμων μετέχειν. Ἀχαιοὶ κούρους, † δάκες † ἀγούρους. |
| **16** | διαβόητος ἐπ’ ἀρετῇ, ἐπιβόητος ὁ ἔχων φήμην μοχθη‐ ράν. τοῦτον ἔνιοι τῶν ποιητῶν ἐπίφατον καλοῦσιν. |
| **17** | 〈 〉 διπλουμένων 〈 〉. |
| **18** | ἔνδον ἐστίν· ἔσω εἰσέρχεται. |
| **19** | 〈 〉 εὕρασθαι 〈 〉. |
| **20** | ἐπιστρεφὴς καὶ εὐστρεφὴς διαφέρει. ἐπιστρεφὴς μὲν γὰρ ὁ ἐπιμελής, εὐστρεφὴς δὲ ὁ ἐπιδέξιος. |
| **21** | ἦσθα ἐπὶ παρῳχημένου, ᾖς ἐπὶ μέλλοντος. |
| **22** | Ἰταλὸς καὶ Ἰταλιώτης ὡς Σικελὸς καὶ Σικελιώτης. |
| **23** | λῆμα ἡ ἀνδρεία, λῆμμα τὸ κέρδος. |
| **24** | ὑποψία κακοῦ τινος ὑπόνοια, ὑφόρασις δὲ δόξα ἐπὶ τῶν χειρ〈όν〉ων. |
| **25** | νῦν καὶ νυνὶ διαφέρει. τὸ μὲν νῦν ἐπὶ παρεληλυθότος, ἐνεστῶτος καὶ μέλλοντος γράφεται, τὸ δὲ νυνὶ ἐπὶ ἐνεστῶτος |