================================================================================ Παιὰν πρὸς Διόνυσον Paean to Dionysus Φιλόδαμος ὁ Σκαρφεύς by Philodamus of Scarpheia the Lyric Poet ================================================================================ [Δεῦρ’ ἄνα Δ]ιθύραμβε Βάκχ’ ε[ὔιε, ταῦρε, κισσο]χαῖ‐ [5] Εὐοῖ ὦ Ἰό[βακχ’ ὦ ἰὲ Παιά]ν· [ὃ]ν Θήβαις ποτ’ ἐν εὐίαις Ζη[νὶ γείνατο] καλλίπαις Θυώνα· πάντες δ’ [ἀθά]νατοι [χ]όρευ‐ σαν, πάντες δὲ βροτοὶ χ[άρεν] [10] [σαῖσι], Βάκχιε, γένναις. Ἰὲ Παιάν, ἴθι σωτήρ, [εὔφρων τάνδε] πόλιν φύλασς’ εὐαίωνι σὺν [ὄλβῳ.] Ἤν, τότε βακχίαζε μὲν [15] χθὼ[ν μεγαλώνυμός] τε Κά‐ δμου Μινυᾶν τε κόλπ[ος Εὔ‐] [βο]ιά τε καλλίκαρπος· Εὐοῖ ὦ Ἰόβ[ακχ’ ὦ ἰὲ] Παιάν· πᾶσα δ’ ὑμνοβρύης χόρευ‐ [20] ε[ν Δελφῶ]ν ἱερὰ μάκαιρα χώρα· αὐτὸς δ’ ἀστε[ρόεν δ]έμας φαίνων Δελφίσι σὺν κόραις [Παρν]ασσοῦ πτύχας ἔστας. Ἰὲ Παιάν, ἴθι σωτήρ, [25] εὔφρων τάνδε πόλιν φύλασς’ εὐαίωνι σὺν ὄλβῳ. [ ]λὲς δὲ χειρὶ πάλ‐ λων δ[έρ]ας ἐνθέοις [σὺν οἴσ‐] τροις ἔμολες μυχοὺς [Ἐλε]υ‐ [30] σῖνος ἀν’ [ἀνθεμώ]δεις· Εὐοῖ ὦ Ἰόβακχ’ ὦ ἰ[ὲ Παι]άν· [ἔθνος ἔνθ’] ἅπαν Ἑλλάδος γᾶς ἀ[μφ(ὶ) ἐ]ννατέταις [φίλιον] ἐπ[όπ]τ̣αις ὀργίων ὁσ[ίων Ἴ]ακ‐ [35] χον [κλείει σ]ε̣· βροτοῖς πόνων ᾦξ[ας δ’ ὅρ]μ̣ον [ Ἰὲ Παιάν, ἴθι σωτήρ, [40] Παννυχίσιν] δὲ καὶ χοροῖς Γ.......ΛΙΣ xii litt. ΕΚΓ xvi litt. Σ []Ν [45] . . . . . . . . [49] ...ΥΘ..ΥΡ[ [(50)] .Λ.ΤΟ...Ν.......Π̣ΑΟ.[ εὔφρω[ν τάνδε] π̣ό̣[λιν] φύλασ[ς’] [ε]ὐ[αίωνι σὺν ὄλβῳ. [Ἔ]ν[θεν ἐ]π’ ὀλβίας χθονὸς Θεσ̣[σαλίας] ἔκελσας ἄ‐ [55] στη, τέμενός τ’ Ὀλύμπι[ον], [Πιερ]ίαν τε κλειτάν· Εὐοῖ ὦ Ἰόβακχ’ [ὦ ἰὲ Παι]άν· Μοῦσαι [δ’] αὐτίκα παρθένοι κ[ισσῷ] στε[ψ]άμεναι κύκλῳ σε πᾶσαι [60] μ[έλψαν] ἀθάνα[τον] ἐς ἀεὶ Παιᾶν’ εὐκλέα τ’ ὀ[πὶ κλέο]υ‐ σαι· [κα]τᾶρξε δ’ Ἀπόλλων. Ἰὲ Παιάν, ἴθι σωτήρ, εὔφρων τάνδε πόλιν φύλασς’ [65] εὐαίωνι σὺν ὄλβῳ. ....σευ.θ.ετ̣ας τ.τιμ.......ισορι ....κανεξ̣ε̣σι πυθοχρη̣[στ....] ἰαχὰν ...νεαι⁚ εὐοῖ ὦ Ἰόβακχ’ [ὦ ἰὲ Παιὰ]ν [70] ...εμι....λε..δαιδ........πις [ [ x litt. ]νφο[ [ [75] παλ ρων φιλ [85] νομοθετ[ παλλ.κ̣[ ως [ [ [ [90] [ ναπεμπε̣[ οἳ σέβου[σι ως̣ δυσαντ̣[ σ̣ιν εχρθθπο̣[ [(100)] ε χώραν ελ̣ε [xx lit.] πατρωι [...] Ἰ[ὲ̣ Παιάν, ἴθι] σωτήρ, [εὔφρων τάνδε πόλιν φύλ[ασ]ς’ εὐαίωνι σ[ὺ]ν ὄλβ[ῳ.] [105] Ἐκτελέσαι δὲ πρᾶξιν Ἀμ‐ φικτύονας θ[εὸς] κελεύ‐ ει τάχος, ὡ[ς ἐπ]άβολος μὴν ἱκέτ̣α̣[ς] κατάσχῃ. Εὐοῖ ὦ [Ἰόβ]ακχ’ ὦ ἰὲ Παιάν· [110] δε[ῖξαι] δ’ ἐγ ξενίοις ἐτεί‐ οις θεῶν ἱερῷ γένει συναίμῳ τόνδ’ ὕμνον, θυσίαν δὲ φαί‐ νει[ν] σὺν Ἑλλάδος ὀλβίας πα[νδ]ήμοις ἱκετείαις. [115] Ἰὲ Παιάν, ἴθι σωτήρ, εὔφρων τάνδε πόλιν φύλασς’ εὐαίωνι σὺν ὄλβῳ. Ὦ μάκαρ ὀλβία τε κεί‐ νων γεν̣[εὰ] βροτῶν, ἀγή‐ [120] ρων ἀμίαντον ἃ κτίσῃ ναὸ[ν ἄ]ν̣ακ̣[τι] Φοίβῳ. Εὐοῖ ὦ Ἰόβακχ’ ὦ ἰὲ Π[αιάν]. [ν]ε[ο]χρύσεον χρυσέοις τύποις πα[ circ. xi litt. ]ν̣θ̣εαιγ κύκλου [circ. vii litt.] [125] κ̣ω̣[ circ. iv litt. ]δογ, κόμαν δ’ ἀργαίνοντ’ ἐλέφαντι, κ[ρα‐ τὸς] δ’ αὐτόχθονι κόσμῳ. Ἰὲ Παιάν, ἴθι σωτήρ, εὔφρων τάνδε πόλιν φύλασς’ [130] εὐαίωνι σὺν ὄλβῳ. Πυθιάσιν δὲ πενθετή‐ ροισ[ι τ]ροπαῖς ἔταξε Βάκ‐ χου θυσίαν χορῶν τε πο[λ‐] [λῶν] κυκλίαν ἅμιλλαν [135] (Εὐοῖ ὦ Ἰ[ό]βακχ’ [ὦ ἰὲ Παι]ὰν) τεύχειν· ἁλιοφεγ̣γ[έ]σ[ι]ν δ’ ἀρχο[ύσαις] ἴσον ἁβρὸν ἄγαλμα Βάκχο[υ] ἐν [vi litt.] χρυσέων λεόν‐ των στῆσα[ι], ζαθέῳ τε τ[εῦ‐] [140] ξαι θεῷ πρέπον ἄντρον. Ἰὲ Παιάν, ἴθι σωτήρ, εὔφρων τάνδε πόλιν φύλασς’ εὐαίωνι σὺν ὄλβῳ. Ἀλλὰ δέχεσθε Βακχ[ιά‐] [145] [σ̣τα]ν Δι[ό]νυσ[ον, ἐν δ’ ἀγυι‐] α̣ῖς ἅμα σὺγ [χοροῖσ]ι κ[ι‐] [κλῄσκετε] κισσ[οχ]αίταις (Ε[ὐοῖ ὦ Ἰ]όβακχ’ ὦ ἰὲ [Παιὰν]) πᾶσαν [Ἑλ]λάδ’ ἀν’ ὀ[λβίαν [(150)] .αν....ιτε πολ..υ..σ̣τεα..ν̣ας..ρεπι[Partial Letter][ λ̣ω̣ [......]ν...ιο.ε...κυκλι[ [151] [153] [ἄ]να[ξ] ὑγιείας. Ἰὲ Παιάν, [ἴ]θι σω[τήρ· [155] εὔφρων] τάνδε πόλιν φύλασς’