================================================================================ Γνῶμαι Sentences Φωκυλίδης ὁ Μιλήσιος by Phocylides of Miletus ================================================================================ ================================================================================ ΕΛΕΓΕΙΑ ================================================================================ [1] Καὶ τόδε Φωκυλίδου· Λέριοι κακοί· οὐχ ὃ μέν, ὃς δ’ οὔ· πάντες, πλὴν Προκλέους· καὶ Προκλέης Λέριος. [t2-17] ΓΝΩΜΑΙ [2] Καὶ τόδε Φωκυλίδεω· τετόρων ἀπὸ τῶν〈δε〉 γένοντο φῦλα γυναικείων· ἣ μὲν κυνός, ἣ δὲ μελίσσης, ἣ δὲ συὸς βλοσυρῆς, ἣ δ’ ἵππου χαιτηέσσης. εὔφορος ἥδε, ταχεῖα, περίδρομος, εἶδος ἀρίστη· [5] ἡ δὲ συὸς βλοσυρῆς οὔτ’ ἂρ κακὴ οὐδὲ μὲν ἐσθλή· ἡ δὲ κυνὸς χαλεπή τε καὶ ἄγριος· ἡ δὲ μελίσσης οἰκονόμος τ’ ἀγαθὴ καὶ ἐπίσταται ἐργάζεσθαι· [3] Καὶ τόδε Φωκυλίδου· τί πλέον, γένος εὐγενὲς εἶναι, οἷς’ οὔτ’ ἐν μύθοις’ ἕπεται χάρις οὔτ’ ἐνὶ βουλῆι; [4] Καὶ τόδε Φωκυλίδου· πόλις ἐν σκοπέλωι κατὰ κόσμον οἰκεῦσα σμικρὴ κρέσσων Νίνου ἀφραινούσης. [5] Καὶ τόδε Φωκυλίδεω· χρή τοι τὸν ἑταῖρον ἑταίρωι φροντίζειν, ἅσς’ ἂν περιγογγύζωσι πολῖται. [6] 〈Καὶ τόδε Φωκυλίδεω·〉 χρήστης κακοῦ ἔμμεναι ἀνδρός φεύγειν, μή σέ γ’ ἀνιήσηι παρὰ καιρὸν ἀπαιτέων. [7] Χρηίζων πλούτου μελέτην ἔχε πίονος ἀγροῦ· [8] Νυκτὸς βουλεύειν, νυκτὸς δέ τοι ὀξυτέρη φρήν ἀνδράσιν· ἡσυχίη δ’ ἀρετὴ〈ν〉 διζημένωι ἐσθλή. [9] Δίζησθαι βιοτήν, ἀρετὴν δ’, ὅταν ἦι βίος ἤδη. [10] ἐν δὲ δικαιοσύνηι συλλήβδην πᾶς’ ἀρετή ’στιν. [11] Πολλοί τοι δοκέουσι σαόφρονες ἔμμεναι ἄνδρες σὺν κόσμωι στείχοντες, ἐλαφρόν〈ο〉οί περ ἐόντες. [12] Πολλὰ μέσοισιν ἄριστα· μέσος θέλω ἐν πόλει εἶναι. [13] Πόλλ’ ἀέκοντα παθεῖν διζήμενον ἔμμεναι ἐσθλόν. [14] χρὴ δ’ ἐν συμποσίωι κυλίκων περινισομενάων ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν. [15] χρὴ παῖδ’ ἔτ’ ἐόντα καλὰ διδάσκειν ἔργα. [16] ἀλλ’ ἄρα δαίμονές εἰσιν ἐπ’ ἀνδράσιν ἄλλοτε ἄλλοι· οἳ μὲν ἐπερχομένου κακοῦ ἀνέρας ἐκλύσασθαι, [17] Γνήσιός εἰμι φίλος καὶ τὸν φίλον ὡς φίλον οἶδα, τοὺς δὲ κακοὺς διόλου πάντας ἀποστρέφομαι. οὐδένα θωπεύω πρὸς ὑπόκρισιν· οὓς δ’ ἄρα τιμῶ,