# Ἐκλογὴ περὶ τῶν ἀδυνάτων *Selection on Impossibilities* **Author:** Πλούταρχος ὁ Χαιρωνεύς *Plutarch of Chaeronea* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **t1** | ΠΛΟΥΤΑΡΧΟΥ ΕΚΛΟΓΗ | | **t2** | ΠΕΡΙ ΤΩΝ ΑΔΥΝΑΤΩΝ. | | **1** | Κατὰ πετρῶν σπείρεις. Πλίνθον πλύνεις. Δικτύῳ ἄνεμον θηρᾷς. | | **5** | Εἰς ὕδωρ γράφεις. Εἰς οὐρανὸν τοξεύεις. Αἰθίοπα σμήχεις. Κοσκίνῳ ὕδωρ ἀντλεῖς. Νεκρὸν μαστίζεις. | | **10** | Εἰς ψάμμον οἰκοδομεῖς. Εἰς ὕδωρ σπείρεις. | | **15** | Δελφῖνα νήχεσθαι διδάσκεις. Ἡλίῳ φῶς δανείζεις. Κύματα μετρεῖς. Ὑπὲρ τὰ ἐσκαμμένα πηδᾷς. Λύκου πτερὸν ζητεῖς. | | **20** | Τράγον ἀμέλγεις. Ἄμμον θαλάσσης κοφίνῳ ζητεῖς μετρεῖν. Ἐλαίῳ πῦρ σβεννύεις. Αἰγιαλῷ λαλεῖς. Λίθῳ διαλέγου. | | **25** | Ἄνευ πτερῶν ζητεῖς ἵπτασθαι. Φαλακρῷ κτένας δανείζεις. Τυφλῷ κάτοπτρον χαρίζῃ. Ἠπειρώτῃ δίκτυα δίδως. Πρὸς κωφοῖς ἀποπέρδεις. | | **30** | Ἄνεμον διώκεις. Παρὰ δικτύοις ὕδωρ κομίζεις. | | **31** | | | **t32-37** | ΕΠΙ ΤΩΝ ΡΕΠΟΝΤΩΝ ΕΥΚΟΛΩΣ ΕΙΣ ΤΙ ΚΑΙ ΑΚΡΙΒΩΣ | | **t32-37** | ΕΙΔΟΤΩΝ ΤΟΥΤΟ. | | **32** | Ἵππος εἰς λεῖον πεδίον. Ἀετὸς εἰς θήραν. Ξυρὸς εἰς ἀκόνην. | | **35** | Σφαῖρα κατὰ πρανοῦς. Πῦρ εἰς ἀκάνθας. | | **t38-52** | ΕΠΙ ΔΕ ΑΔΥΝΑΤΩΝ ΠΡΑΓΜΑΤΩΝ ΤΑΥΤΑ ΟΦΕΙΛΕΙ | | **t38-52** | ΛΕΓΕΣΘΑΙ. | | **38** | Ὄρνιθος γάλα ζητεῖς. Φακοῦ γωνίαν κάμπτεις. | | **40** | Ὠὸν τίλλεις. Θάλασσαν σπείρεις. Πλίνθον πλύνεις. Κωφῷ ὁμιλεῖς. Τυφλῷ διανεύεις. | | **45** | Ἀνδριάντα γαργαλίζεις. Εἰς τετρημένον πίθον ἀντλεῖς. Ἄστρα τοξεύεις. Πῦρ ἀλείφεις. | | **(50)** | Κοσκίνῳ φέρεις ὕδωρ. Νεφέλας ξαίνεις. |