# Ἀποσπάσματα *Fragments* **Author:** Ποσείδιππος ὁ Κασσανδρεύς *Posidippus of Cassandreia the Comic Poet* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **Ana tit** | ΑΝΑΒΛΕΠΩΝ. | | **Ana 1** | Ἐγὼ μάγειρον λαμβάνων ἀκήκοα τὰ τῶν μαγείρων πάντα καθ’ ἕκαστον κακά. ἀντεργολαβοῦντες ἔλεγον ὁ μὲν ὡς οὐκ ἔχει ῥῖνα κριτικὴν πρὸς τοὔψον, ὁ δ’ ὁτιὴ στόμα | | **5** | πονηρόν, ὁ δὲ τὴν γλῶτταν εἰς ἀσχήμονας ἐπιθυμίας ἔνιά τε τῶν ἡδυσμάτων, κάθαλος, κάτοξος, χναυστικός, προσκαυστικός, καπνὸν οὐ φέρων, πῦρ οὐ φέρων. ἐκ τοῦ πυρός εἰς τὰς μαχαίρας ἦλθον· ὧν εἷς οὑτοσί | | **10** | διὰ τῶν μαχαιρῶν τοῦ πυρός τ’ ἐλήλυθεν. | | **Apo tit** | ΑΠΟΚΛΕΙΟΜΕΝΗ. | | **Apo 1** | Ταυτὶ μὲν οὖν τοιαῦτα· συμβαίνει δέ τι νῦν μοι διακονοῦντι παρὰ τῷ δεσπότῃ | | **Gal tit** | ΓΑΛΑΤΗΣ. | | **Dem tit** | ΔΗΜΟΤΑΙ. | | **Herm tit** | ΕΡΜΑΦΡΟΔΙΤΟΣ. | | **Herm 1** | Υἱὸν τρέφει πᾶς κἂν πένης τις ὢν τύχῃ, θυγατέρα δ’ ἐκτίθησι κἂν ᾖ πλούσιος. | | **Epi tit** | ΕΠΙΣΤΑΘΜΟΣ. | | **Epi 1** | Σκηνάς, ὄχους, | | **Eph tit** | ΕΦΕΣΙΑ. | | **Eph 1** | Φρύνη πρὸ ἡμῶν γέγονεν ἐπιφανεστάτη πολὺ τῶν ἑταιρῶν· καὶ γὰρ εἰ νεωτέρα τῶν τότε χρόνων εἶ, τόν γ’ ἀγῶν’ ἀκήκοας. βλάπτειν δοκοῦσα τοὺς βίους μείζους βλάβας | | **5** | εἰς Ἡλιαίαν ἦλθε περὶ τοῦ σώματος, καὶ τῶν δικαστῶν καθ’ ἕνα δεξιουμένη μετὰ δακρύων διέσωσε τὴν ψυχὴν μόλις. | | **Kod tit** | ΚΩΔΩΝ. | | **Kod 1** | Τὸν παῖδ’ ἄνω σπεύδοντα πρὸς τὸ τελώνιον. | | **Lok tit** | ΛΟΚΡΙΔΕΣ. | | **Lok 1** | Ὥρα περαίνειν ἐγχέλεια, καράβους, κόγχας, ἐχίνους προσφάτους, μηκώνια, | | **Met tit** | ΜΕΤΑΦΕΡΟΜΕΝΟΙ. | | **Met 1** | Ὥστ’ ἐν ἡμέραις δέκα | | **Myr tit** | ΜΥΡΜΗΞ. | | **Myr 1** | Ὧν τοῖς θεοῖς ἄνθρωπος εὔχεται τυχεῖν τῆς εὐθανασίας κρεῖττον οὐδὲν εὔχεται. | | **Myr 2** | Οὕτω τι πολύπουν ἐστὶν ἡ λύπη κακόν. | | **Hom tit** | ΟΜΟΙΟΙ. | | **Hom 1** | Ἔργον γε λύπην ἐκφυγεῖν, ἡ δ’ ἡμέρα ἀεί τι καινὸν εἰς τὸ φροντίζειν φέρει. | | **Pai tit** | ΠΑΙΔΙΟΝ. | | **Por tit** | ΠΟΡΝΟΒΟΣΚΟΣ. | | **Por 1** | Ὁ μὴ πεπλευκὼς οὐδὲν ἑόρακεν κακόν· τῶν μονομαχούντων ἐσμὲν ἀθλιώτεροι. | | **Syn tit** | ΣΥΝΤΡΟΦΟΙ. | | **Syn 1** | Ἐβάδιζες ἔξω τῶν πυλῶν μάγειρος ὤν; Β. ἐντὸς πυλῶν γὰρ ἂν μένων ἄδειπνος ἦν. Α. πότερ’ οὖν ἀφεῖσαι; Β. κατ’ ἀγορὰν ἐργάζομαι· ἐπρίατο γάρ τις ὁμότεχνός με γνώριμος. | | **Syn 2** | Ἔνδοθι προνομεύειν ὅρμενα. | | **Phi tit** | ΦΙΛΟΠΑΤΩΡ. | | **Cho tit** | ΧΟΡΕΥΟΥΣΑΙ. | | **Cho 1** | Μαθητὰ Λεύκων οἵ τε συνδιάκονοι ὑμεῖς· ἅπας γάρ ἐστιν οἰκεῖος τόπος ὑπὲρ τέχνης λαλεῖν τι. τῶν ἡδυσμάτων πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ | | **5** | ἀλαζονεία· τὸ καθ’ ὅλου δὲ τῶν τεχνῶν ὄψει σχεδόν τι πάντα τοῦθ’ ἡγούμενον. ξεναγὸς οὗτος, ὅστις ἂν θώρακ’ ἔχῃ φολιδωτὸν ἢ δράκοντα σεσιδηρωμένον, ἐφάνη Βριάρεως, ἂν τύχῃ δ’ ἐστὶν λαγώς. | | **10** | ὁ μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ, κυμινοπρίστας πάντας ἢ λιμοὺς καλῶν, ἔπτηξ’ ἕκαστος εὐθύς. ἂν δ’ ἀληθινόν σαυτὸν παραβάλλῃς, καὶ προσεκδαρεὶς ἄπει. | | **15** | ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου. καὶ τὰ στόμια γίγνωσκε τῶν κεκλημένων· ὥσπερ γὰρ εἰς τἀμπόρια τῆς τέχνης πέρας τοῦτ’ ἔστιν, ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα. διακονοῦμεν νῦν γάμους. τὸ θῦμα βοῦς, | | **20** | ὁ διδοὺς ἐπιφανής, ἐπιφανὴς ὁ λαμβάνων. τούτων γυναῖκες ἱέρειαι τῇ θεᾷ θεοί, κορύβαντες, αὐλοί, παννυχίδες, ἀναστροφή. ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς. | | **FIF tit** | FABULARUM INCERTARUM FRAGMENTA. | | **FIF 1** | Ἰδιώτης μέγας αὐτοῖς ὁ Σεύθης. οἶσθα δ’ ὦ βέλτισθ’ ὅτι ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐδὲν δοκεῖ. οἱ πολέμιοι πάρεισιν· ὁ βαθὺς τῇ φύσει | | **5** | στρατηγὸς ἕστηκεν, τὸ πρᾶγμ’ ἐδέξατο. πολέμιός ἐστι πᾶς ὁ συμπίνων ὄχλος. κινεῖ γὰρ ἀθρόος οὗτος· εἰσελήλυθεν ἐκ πέντε καὶ δέχ’ ἡμερῶν προηλπικώς τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκλελεγμένος, | | **10** | τηρῶν πότ’ ἐπὶ τὰς χεῖρας οἴσει τις. νόει | | **FIF 2** | Ἑλλὰς μέν ἐστι μία, πόλεις δὲ πλείονες· σὺ μὲν ἀττικίζεις, ἡνίκ’ ἂν φωνὴν λέγῃς αὑτοῦ τίν’, οἱ δ’ Ἕλληνες ἑλληνίζομεν. τί προσδιατρίβων συλλαβαῖς καὶ γράμμασιν | | **5** | τὴν εὐτραπελίαν εἰς ἀηδίαν ἄγεις; | | **FIF 3** | Ναοὶ δύ’ εἰσὶ καὶ στοά, καὶ τοὔνομα, καὶ τὸ βαλανεῖον, καὶ τὸ Σαράβου κλέος, τὸ πολὺ μὲν ἀκτή, τοῖς δ’ Ἐλευθερίοις πόλις. | | **FIF 4** | Οὐδεὶς ἀλύπως τὸν βίον διήγαγεν ἄνθρωπος ὤν, οὐδὲ μέχρι τοῦ τέλους πάλιν | | **FIF 5** | Τὴν χλανίδα πάντες, ὡς ἔοικεν, οὐκ ἐμέ προσηγόρευον· οὐδὲ εἷς νῦν μοι λαλεῖ. | | **FIF 6** | Διὰ τὴν τέχνην μὲν γνωρίμους ἐκτησάμην πολλούς, διὰ τὸν τρόπον δὲ τοὺς πλείστους φίλους. | | **FIF 7** | Οὐκ ἔργον ἐστὶν εὖ λέγειν, ἀλλ’ εὖ ποιεῖν· πολλοὶ γὰρ εὖ λέγοντες οὐκ ἔχουσι νοῦν. | | **FIF 8** | Διψηρός, ἄτοπος ὁ μυρίνης ὁ τίμιος. | | **FIF 15** | Τὸ τῆς ἐλάας δένδρον. |