================================================================================ Ἀποσπάσματα Fragments Πράξιλλα ἡ Σικυωνία by Praxilla of Sicyon ================================================================================ [1] κάλλιστον μὲν ἐγὼ λείπω φάος ἠελίοιο, δεύτερον ἄστρα φαεινὰ σεληναίης τε πρόσωπον ἠδὲ καὶ ὡραίους σικύους καὶ μῆλα καὶ ὄγχνας· [2] ἀλλὰ τεὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον. [3] Ἀδμήτου λόγον ὦ ἑταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει, τῶν δειλῶν δ’ ἀπέχου γνοὺς ὅτι δειλῶν ὀλίγα χάρις. [4] ὑπὸ παντὶ λίθωι σκορπίον ὦ ἑταῖρε φυλάσσεο. [8] ὦ διὰ τῶν θυρίδων καλὸν ἐμβλέποισα