# Ἐπιστολή *Letter, Barocc. gr. 131* **Author:** Προκόπιος ὁ Γαζαῖος *Procopius of Gaza the Christian Rhetorician* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **1** | Εὖ γέ σοι τῆς θαυμασίας ἐπιστολῆς· ὡς ἔαρος ἡμῖν προσέβαλε λογικοῦ, καὶ μουσικόν τι λίαν ἀντὶ τῶν χελιδόνων ἠχεῖ. ὡς ἔνθους εἰμί τις ὑφ’ ἡδονῆς, πάντα θαυμάζων, τὴν λέξιν, τὸν νοῦν, τὴν ἁρμονίαν, τὸν γράψαντα. καί μοι δοκῶ Λυδὸς ἐξαίφνης εἶναι, τὰ Λυδῶν μιμησάμενος, οἳ τῷ Διονύσῳ προσκείμενοι μόνον ἔαρ | | **5** | ἦγον ἡνίκα δὴ καὶ τύχοι παρ’ αὐτοῖς ὁ Διόνυσος. ἀλλὰ μὲν ἴσως ταῦτα γελάσεις, ὡς αὐτόχρημα τὸ σοφιστικὸν ἐπανθεῖ αὐτοῖς, καί με τυχὸν ὡς ἐν ὀνείδει καλέσειας σοφιστήν· ἐγὼ δὲ τὰ καλὰ μὴ θαυμάζειν οὐκ ἔχω, κἂν σιωπήσῃς, ὦ λῷστε, τἀναντία φθεγγόμεθα· ἀλλὰ μή μοι διδόναι πρᾶγμα |