# Ἀποσπάσματα *Fragments* **Author:** Σάτυρος ὁ Ὀξυρυγχίτης *Satyrus of Oxyrhynchus* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **t1-19** | ΒΙΟΙ | | **t1-5** | [ΒΑΣΙΛΕΩΝ ΚΑΙ ΣΤΡΑΤΗΓΩΝ]. | | **t1** | [ΑΛΚΙΒΙΑΔΟΥ.] | | **1** | Athenaeus XII: Περὶ δὲ τοῦ καλοῦ Ἀλ‐ κιβιάδου Σάτυρος ἱστορῶν «Λέγεται (φησὶν), ὅτι ἐν Ἰωνίᾳ μὲν ὢν, Ἰώνων ἐφαίνετο τρυφερώτερος, ἐν Θή‐ βαις δὲ σωμασκῶν καὶ γυμναζόμενος, τῶν Θηβαίων | | **5** | αὐτῶν μᾶλλον Βοιώτιος, ἐν Θετταλίᾳ δὲ ἱπποτροφῶν καὶ ἡνιοχῶν, τῶν Ἀλευαδῶν ἱππικώτερος, ἐν Σπάρτῃ δὲ καρτερίαν καὶ ἀφέλειαν ἐπιτηδεύων, ἐνίκα τοὺς Λάκωνας, ὑπερῆρε δὲ καὶ τὴν τῶν Θρᾳκῶν ἀκρατο‐ ποσίαν. Τὴν δὲ αὑτοῦ γυναῖκα πειρῶν, ὡς ἕτερος, | | **10** | ἔπεμψεν αὐτῇ χιλίους Δαρεικούς. Κάλλιστος δὲ ὢν τὴν μορφὴν, κόμην τε ἔτρεφεν ἐπὶ πολὺ τῆς ἡλικίας, καὶ ὑποδήματα παρηλλαγμένα ἐφόρει, ἃ ἀπ’ αὐτοῦ Ἀλκι‐ βιάδες καλεῖται. Ὅτε δὲ χορηγοίη πομπεύων ἐν πορ‐ φυρίδι, εἰσιὼν εἰς τὸ θέατρον ἐθαυμάζετο οὐ μόνον ὑπὸ | | **15** | τῶν ἀνδρῶν, ἀλλὰ καὶ ὑπὸ τῶν γυναικῶν. Διὸ καὶ Ἀντισθένης ὁ Σωκρατικὸς, ὡς ἂν αὐτὸς αὐτόπτης γε‐ γονὼς τοῦ Ἀλκιβιάδου, ἰσχυρὸν αὐτὸν καὶ ἀνδρώδη καὶ ἀπαίδευτον καὶ τολμηρὸν καὶ ὡραῖον ἐφ’ ἡλικίας γενέσθαι φησίν. Εἰς δὲ τὰς ἀποδημίας ὁπότε στέλλοιτο, | | **20** | τέσσαρσι τῶν συμμαχίδων πόλεων ὥσπερ θεραπαίναις ἐχρῆτο. Σκηνὴν μὲν γὰρ αὐτῷ Περσικὴν ἔπησσον Ἐφέσιοι, τροφὴν δὲ τοῖς ἵπποις αὐτοῦ Χῖοι παρεῖχον, ἱερεῖα δὲ παρίστασαν εἰς τὰς θυσίας καὶ κρεανομίας Κυζικηνοὶ, Λέσβιοι δὲ οἶνον παρεῖχον καὶ τὰ ἄλλα τὰ | | **25** | πρὸς τὴν καθ’ ἡμέραν δίαιταν. Ἀφικόμενος δ’ Ἀθή‐ νησιν ἐξ Ὀλυμπίας, δύο πίνακας ἀνέθηκεν, Ἀγλαο‐ φῶντος γραφήν· ὧν ὁ μὲν εἶχεν Ὀλυμπιάδα καὶ Πυ‐ θιάδα στεφανούσας αὐτὸν, ἐν δὲ θατέρῳ Νεμέα ἦν καθημένη, καὶ ἐπὶ τῶν γονάτων αὐτῆς Ἀλκιβιάδης, | | **30** | καλλίων φαινόμενος τῶν γυναικείων προσώπων. Καὶ στρατηγῶν δὲ ἔτι καλὸς εἶναι ἤθελεν· ἀσπίδα γοῦν εἶχεν ἐκ χρυσίου καὶ ἐλέφαντος πεποιημένην, ἐφ’ ἧς ἦν ἐπίσημον ἔρως κεραυνὸν ἠγκυλημένος. Ἐπικωμάσας δέ ποτε ὡς Ἄνυτον, ἐραστὴν ὄντα καὶ πλούσιον, συν‐ | | **35** | επικωμάζοντος αὐτῷ τῶν ἑταίρων ἑνὸς Θρασύλλου (τῶν πενήτων δ’ οὗτος ἦν), προπιὼν τῷ Θρασύλλῳ τὰ ἡμίση τῶν ποτηρίων τῶν ἐπὶ τῷ κυλικείῳ προκειμέ‐ νων ἐκέλευσε τοὺς ἀκουλούθους ἀποφέρειν πρὸς τὸν Θράσυλλον· εἶθ’ οὕτω φιλοφρονησάμενος τὸν Ἄνυτον | | **40** | ἀπηλλάσσετο. Ὁ δὲ Ἄνυτος πάνυ ἐλευθερίως καὶ ἐρω‐ τικῶς, λεγόντων τινῶν, ὡς ἀγνώμονα εἴη πεποιηκὼς ὁ Ἀλκιβιάδης, Οὐ μὰ Δί’, ἔφη, ἀλλ’ εὐγνώμονα· ἔχων ἐξουσίαν ἅπαντα λαβεῖν, τὰ ἡμίση κατέλιπεν.» | | **t2** | ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΝΕΩΤΕΡΟΥ. | | **2** | Idem XII: Περὶ δὲ τῆς Διονυσίου τοῦ νεωτέρου Σικελίας τυράννου τρυφῆς Σάτυρος ὁ περι‐ πατητικὸς ἱστορῶν ἐν τοῖς Βίοις, πληροῦσθαί φησι παρ’ αὐτῷ τριακοντακλίνους οἴκους ὑπὸ τῶν εὐωχου‐ | | **5** | μένων. | | **t3-5** | ΦΙΛΙΠΠΟΥ. | | **3** | Athenaeus VI: Σάτυρος δ’ ἐν τῷ τοῦ Φι‐ λίππου βίῳ «Ὅτε (φησὶ) Φίλιππος τὸν ὀφθαλμὸν ἐξεκόπη, συμπροῆλθεν αὐτῷ καὶ ὁ Κλείσοφος, τελα‐ μωνισθεὶς τὸν αὐτὸν ὀφθαλμόν. Καὶ πάλιν, ὅτε τὸ | | **5** | σκέλος ἐπηρώθη, σκάζων συνεξώδευε τῷ βασιλεῖ. Καὶ εἴ ποτε δριμὺ προσφέροιτο τῶν ἐδεσμάτων ὁ Φίλιππος, αὐτὸς συνέστρεφε τὴν ὄψιν, ὡς συνδαινύμενος. Ἐν δὲ τῇ Ἀράβων χώρᾳ οὐχ ὡς ἐν κολακείᾳ τοῦτ’ ἐποίουν, ἀλλὰ κατά τι νόμιμον, βασιλέως παθόντος τι τῶν με‐ | | **10** | λῶν, συνυποκρίνεσθαι τὸ ὅμοιον πάθος, ἐπεὶ καὶ γελοῖον νομίζουσιν, ἀποθανόντι μὲν αὐτῷ σπουδάζειν συγκα‐ τορύττεσθαι, πηρωθέντι δὲ μὴ χαρίζεσθαι τὴν ἴσην δόξαν τοῦ πάθους.» | | **4** | Athenaeus: e Lynceo quaedam afferens de Clisophi, interponit haec: Ἀθηναῖος δ’ ἦν γένος, ὥς φησι Σάτυρος ὁ περιπατητικὸς ἐν τῷ Φιλίππου Βίῳ. | | **5** | Idem XII: «Ὁ δὲ Φίλιππος ἀεὶ κατὰ πόλεμον ἐγάμει. Ἐν ἔτεσι γοῦν εἴκοσι καὶ δυσὶν, οἷς ἐβασίλευσεν, ὥς φησι Σάτυρος ἐν τῷ Περὶ τοῦ βίου αὐτοῦ, Αὐδάταν Ἰλλυρίδα γήμας, ἔσχεν ἐξ αὐτῆς θυ‐ | | **5** | γατέρα Κύνναν· ἔγημε δὲ καὶ Φίλαν, ἀδελφὴν Δέρδα καὶ Μαχάτα. Οἰκειώσασθαι δὲ θέλων καὶ τὸ τῶν Θετ‐ ταλῶν ἔθνος, ἐπαιδοποιήσατο ἐκ δύο Θετταλίδων γυ‐ ναικῶν, ὧν ἡ μὲν ἦν Φεραία Νικησίπολις, ἥτις αὐτῷ ἐγέννησε Θετταλονίκην, ἡ δὲ Λαρισσαία Φίλιννα, ἐξ | | **10** | ἧς Ἀριδαῖον ἐτέκνωσε. Προσεκτήσατο δὲ καὶ τὴν Μο‐ λοττῶν βασιλείαν, γήμας Ὀλυμπιάδα, ἐξ ἧς ἔσχεν Ἀλέξανδρον καὶ Κλεοπάτραν. Καὶ τὴν Θρᾴκην δὲ ὅτε εἷλεν, ἧκε πρὸς αὐτὸν Κοθήλας ὁ τῶν Θρᾳκῶν βασι‐ λεὺς, ἄγων Μήδαν τὴν θυγατέρα καὶ δῶρα πολλά. Γή‐ | | **15** | μας δὲ καὶ ταύτην ἐπεισήγαγε τῇ Ὀλυμπιάδι. Ἐπὶ πάσαις δὲ ἔγημε Κλεοπάτραν ἐρασθεὶς, τὴν Ἱππο‐ στράτου μὲν ἀδελφὴν, Ἀττάλου δὲ ἀδελφιδῆν· καὶ ταύτην ἐπεισάγων τῇ Ὀλυμπιάδι, ἅπαντα τὸν βίον τὸν ἑαυτοῦ συνέχεεν. Εὐθέως γὰρ ἐν αὐτοῖς τοῖς γάμοις | | **20** | ὁ μὲν Ἄτταλος, Νῦν μέντοι γνήσιοι, ἔφη, καὶ οὐ νόθοι βασιλεῖς γεννηθήσονται. Καὶ ὁ Ἀλέξανδρος ἀκούσας ἔβαλεν ᾗ μετὰ χεῖρας εἶχε κύλικι τὸν Ἄτταλον, ἔπειτα κἀκεῖνος αὐτὸν τῷ ποτηρίῳ. Καὶ μετὰ ταῦτα Ὀλυμ‐ πιὰς μὲν εἰς Μολοττοὺς ἔφυγεν, Ἀλέξανδρος δ’ εἰς | | **25** | Ἰλλυριούς. Καὶ ἡ Κλεοπάτρα δὲ ἐγέννησε τῷ Φιλίππῳ θυγατέρα, τὴν κληθεῖσαν Εὐρώπην.» | | **t6a-c** | ΠΟΙΗΤΩΝ. ΣΟΦΟΚΛΕΟΥΣ. | | **6a** | Vita Sophocl.: Σάτυρος δέ φησιν ὅτι καὶ τὴν καμπύλην βακτηρίαν αὐτὸς ἐπε‐ νόησε. | | **6b** | Ibid.: Σάτυρος δέ φησιν αὐτὸν εἰπεῖν (sc. Sophoclem ab Iophonte tamquam ὑπὸ γήρως πα‐ ραφρονοῦντα accusatum), «Εἰ μὲν εἰμὶ Σοφοκλῆς, οὐ παραφρονῶ· εἰ δὲ παραφρονῶ, οὐκ εἰμὶ Σοφοκλῆς», | | **5** | καὶ τότε τὸν Οἰδίποδα παραναγνῶναι. | | **6c** | Ibid.: Σάτυρος δέ φησι τὴν Ἀντιγόνην ἀναγιγνώσκοντα, καὶ ἐμπεσόντα περὶ τὰ τέλη νοήματι μακρῷ καὶ μέσην ἢ ὑποστιγμὴν πρὸς ἀνάπαυσιν μὴ ἔχοντι, ἄγαν ἀποτείναντα τὴν φωνὴν σὺν τῇ φωνῇ καὶ | | **5** | τὴν ψυχὴν ἀφεῖναι. | | **t7-9** | ΡΗΤΟΡΩΝ. | | **t7** | ΔΗΜΟΣΘΕΝΟΥΣ. | | **7** | Plutarch. V. X Oratt., de Demosthene: Ἀποθανεῖν δ’ αὐτὸν Φιλόχορος μέν φησι φάρμακον πιόντα· Σάτυρος δὲ ὁ συγγραφεὺς, τὸν κά‐ λαμον πεφαρμάχθαι, ᾧ γράφειν ἤρξατο τὴν ἐπιστολὴν, | | **5** | οὗ γευσάμενον ἀποθανεῖν. | | **t8-9** | ΤΩΝ ΕΠΤΛ ΣΟΦΩΝ. | | **8** | Diog. L. I, 68: Καὶ πρῶτος (sc. Χείλων Λα‐ κεδαιμόνιος) εἰσηγήσατο ἐφόρους τοῖς βασιλεῦσι παρα‐ ζευγνύναι, Σάτυρος δὲ Λυκοῦργον. | | **9** | Diog. L. I, 82: Βίας Τευτάμου, Πριηνεὺς, προκεκριμένος τῶν ἑπτὰ ὑπὸ Σατύρου. Idem ib.: Ἐν ταῖς Ἀθήναις .. τοῦ τρίποδος εὑρεθέν‐ τος ὑπὸ τῶν ἁλιέων, τοῦ χαλκοῦ, ἐπιγραφὴν ἔχοντος, | | **5** | Τῷ σοφῷ, Σάτυρος μέν φησι παρελθεῖν τὰς κόρας (sc. Messenias, quas paullo ante captivas rede‐ merat et dote instructas parentibus reddiderat Bion) ... οἱ δὲ τὸν πατέρα αὐτῶν, ὡς καὶ Φανόδικος ... εἰς τὴν ἐκκλησίαν, καὶ εἰπεῖν τὸν Βίαντα σοφὸν, διηγη‐ | | **10** | σαμένας τὰ καθ’ ἑαυτάς. | | **t10-19** | ΦΙΛΟΣΟΦΩΝ. | | **10** | Diog. L. VIII, 40, de Pythagora: Ἡρακλείδης δέ φησιν ἐν τῇ τῶν Σατύρου Βίων ἐπιτομῇ, κτλ. | | **11** | Diog. L. VIII, 53, de Empedocle: Σάτυρος δὲ ἐν τοῖς Βίοις φησὶν ὅτι Ἐμπεδοκλῆς υἱὸς μὲν ἦν Ἐξαινέτου, κατέλιπε δὲ καὶ αὐτὸς υἱὸν Ἐξαίνετον. Ἐπὶ δὲ τῆς αὐτῆς Ὀλυμπιάδος | | **5** | τὸν μὲν ἵππῳ κέλητι νενικηκέναι, τὸν δὲ υἱὸν αὐτοῦ πάλῃ, ἢ (ὡς Ἡρακλείδης ἐν τῇ Ἐπιτομῇ) δρόμῳ. | | **12** | Idem VIII, 58, de eodem: Φησὶ δὲ Σάτυρος ἐν | | **5** | φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς ἐννέα πρὸς τοῖς ἑκα‐ τὸν ἔτη βιῶναι. Τοῦτόν φησιν ὁ Σάτυρος λέγειν ὡς αὐτὸς παρείη τῷ Ἐμπεδοκλεῖ γοητεύοντι. Ἀλλὰ καὶ αὐτὸν διὰ τῶν ποιημάτων ἐπαγγέλλεσθαι τοῦτό τε καὶ ἄλλα πλείω, δι’ ὧν φησι· | | **10** | Φάρμακα δ’ ὅσα γεγᾶσι κακῶν καὶ γήραος ἄλκαρ πεύσῃ, ἐπεὶ μούνῳ σοὶ ἐγὼ κρανέω τάδε πάντα. Παύσεις δ’ ἀκαμάτων ἀνέμων μένος, οἵ τ’ ἐπὶ γαῖαν ὀρνύμενοι πνοιαῖσι καταφθινύθουσιν ἄρουραν· καὶ πάλιν, ἢν ἐθέλῃσθα, παλίντιτα πνεύματ’ ἐπάξεις | | **15** | θήσεις δ’ ἐξ ὄμβροιο κελαινοῦ καίριον αὐχμὸν ἀνθρώποις, θήσεις δὲ καὶ ἐξ αὐχμοῖο θερείου ῥεύματα δενδρεόθρεπτα, τὰ δ’ ἐν θέρει ἀήσαντα· ἄξεις δ’ ἐξ Ἀΐδαο καταφθιμένου μένος ἀνδρός. Φησὶ δὲ καὶ Τίμαιος κτλ .... Ἡρακλείδης δ’ ἐν | | **20** | τῷ Περὶ νόσων φησὶ καὶ Παυσανίᾳ ὑφηγήσασθαι αὐτὸν τὰ περὶ τὴν ἄπνουν. Ἦν δ’ ὁ Παυσανίας, ὥς φησιν Ἀρί‐ στιππος καὶ Σάτυρος, ἐρώμενος αὐτοῦ, ᾧ δὴ καὶ τὰ Περὶ φύσεως προσπεφώνηκεν οὕτως, Παυσανίη, σὺ δὲ κλῦθι, δαΐφρονος Ἀγχίτου υἱέ. | | **25** | Ἀλλὰ καὶ ἐπίγραμμα εἰς αὐτὸν ἐποίησε· Παυσανίην ἰητρὸν ἐπώνυμον Ἀγχίτεω υἱὸν φῶτ’ Ἀσκληπιάδην πατρὶς ἔθρεψε Γέλα, ὃς πολλοὺς μογεροῖσι μαραινομένους καμάτοισι φῶτας ἀπέστρεψεν Φερσεφόνης ἀδύτων. | | **13** | Diog. L. IX, 26, de Zenone Eleata, vide Hera‐ clidem fr. 7 ἐν τῇ Σατύρου Ἐπιτομῇ. | | **14** | Idem II, 12, de Anaxagora: Περὶ δὲ τῆς δίκης αὐτοῦ διάφορα λέγεται. Σωτίων μὲν γάρ φησιν ἐν τῇ Διαδοχῇ τῶν φιλοσόφων ὑπὸ Κλέωνος αὐτὸν ἀσεβείας κριθῆναι, διότι τὸν ἥλιον μύδρον ἔλεγε διάπυρον· ἀπο‐ | | **5** | λογησαμένου δὲ ὑπὲρ αὐτοῦ Περικλέους τοῦ μαθητοῦ, πέντε ταλάντοις ζημιωθῆναι καὶ φυγαδευθῆναι. Σάτυ‐ ρος δ’ ἐν τοῖς Βίοις ὑπὸ Θουκυδίδου φησὶν εἰσαχθῆναι τὴν δίκην, ἀντιπολιτευομένου τῷ Περικλεῖ· καὶ οὐ μό‐ νον ἀσεβείας, ἀλλὰ καὶ μηδισμοῦ· καὶ ἀπόντα καταδι‐ | | **10** | κασθῆναι θανάτου. Ὅτε καὶ ἀμφοτέρων αὐτῷ προσαγ‐ γελθέντων, τῆς τε καταδίκης καὶ τῆς τῶν παίδων τελευ‐ τῆς, εἰπεῖν περὶ μὲν τῆς καταδίκης, ὅτι ἄρα «κἀκείνων κἀμοῦ πάλαι ἡ φύσις κατεψηφίσατο·» περὶ δὲ τῶν παίδων, ὅτι «ᾔδειν αὐτοὺς θνητοὺς γεννήσας.» | | **15** | Diog. L. II, 26, de Socratis uxoribus Xanthippe et Myrto: Ἔνιοι δὲ καὶ ἀμφοτέρας ἔχειν ὁμοῦ (φα‐ σίν)· ὧν ἐστι Σάτυρός τε καὶ Ἱερώνυμος ὁ Ῥόδιος. Φασὶ γὰρ βουλευθέντας Ἀθηναίους διὰ τὸ λειπανδρεῖν | | **5** | συναυξῆσαι τὸ πλῆθος, ψηφίσασθαι, γαμεῖν μὲν ἀστὴν μίαν, παιδοποιεῖσθαι δὲ καὶ ἐξ ἑτέρας· ὅθεν τοῦτο ποιῆ‐ σαι καὶ Σωκράτην. | | **16** | Diog. L. III, 9, de Platone: Λέγουσι δέ τινες (ὧν ἐστι καὶ Σάτυρος) ὅτι Δίωνι ἐπέστειλεν εἰς Σικελίαν, | | **5** | Διονυσίου λαβὼν ὑπὲρ τὰ ὀγδοήκοντα τάλαντα, ὡς καὶ Ὀνήτωρ φησὶν ἐν τῷ ἐπιγραφομένῳ· Εἰ χρηματιεῖται ὁ σοφός. | | |