================================================================================ Ἐπιγράμματα Epigrams Σκύθινος ὁ Τήϊος by Scythinus of Teos ================================================================================ [12 . 22 (p1)] ΣΚΥΘΙΝΟΥ [1] Ἦλθέν μοι μέγα πῆμα, μέγας πόλεμος, μέγα μοι πῦρ, Ἰλισὸς πλήρης τῶν ἐς ἔρωτ’ ἐτέων, αὐτὰ τὰ καίρι’ ἔχων ἑκκαίδεκα καὶ μετὰ τούτων πάσας καὶ μικρὰς καὶ μεγάλας χάριτας [5] καὶ πρὸς ἀναγνῶναι φωνὴν μέλι καὶ τὸ φιλῆσαι χείλεα καὶ τὸ λαβεῖν ἔνδον ἀμεμπτότατον. καὶ τί πάθω; φασὶν γὰρ ὁρᾶν μόνον· ἦ ῥ’ ἀγρυπνήσω πολλάκι τῇ κενεῇ Κύπριδι χειρομαχῶν. [12 . 232 (p1)] ΣΚΥΘΙΝΟΥ [1] Ὀρθὸν νῦν ἕστηκας, ἀνώνυμον, οὐδὲ μαραίνῃ, ἐντέτασαι δ’ ὡς ἂν μήποτε παυσόμενον· ἀλλ’ ὅτε μοι Νεμεσηνὸς ὅλον παρέκλινεν ἑαυτὸν πάντα διδούς, ἃ θέλω, νεκρὸν ἀπεκρέμασο. [5] τείνεο καὶ ῥήσσου καὶ δάκρυε· πάντα ματαίως·