# Ἀποσπάσματα *Fragments* **Author:** Σιμωνίδης ὁ Κεῖος *Simonides of Ceos* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **1a,8,F 1** | ET. M. p. 479, 47 (TZETZ. Lyk. 355): Ἰτωνὶς καὶ Ἰτωνία ἡ Ἀθηνᾶ εἴρηται παρὰ τοῖς Θεσσαλοῖς, ἀπό τινος πόλεως Ἴτωνος. φησὶ δὲ ὁ γενεαλόγος Σιμωνίδης Ἰτώνου θυγατέρας γενέσθαι δύο, Ἀθηνᾶν καὶ Ἰοδάμαν, ἃς ἐζηλωκυίας τὴν ὁπλομαχικὴν εἰς ἔριν τὴν εἰς ἀλλήλας χωρῆ‐ | | **5** | σαι, ἀναιρεθῆναί τε τὴν Ἰοδάμαν ὑπὸ τῆς Ἀθηνᾶς. | | **1a,8,F 2** | SCHOL. APOLL. RHOD. II 866: Ἀγκαίωι ... ὃν Ἰμβρασίοισι παρ’ ὕδασιν Ἀστυπάλαια τίκτε Ποσειδάωνι] ὅτι Ποσειδῶνος καὶ Ἀστυ‐ παλαίας τῆς Φοίνικος ὁ Σάμιος Ἀγκαῖος ἦν παῖς, ὃς ἐκυβέρνα τὴν ναῦν μετὰ τὴν Τίφυος τελευτήν, καὶ Σιμωνίδης ὁ γενεαλόγος ὁμοίως τῶι Ἀπολ‐ | | **5** | λωνίωι γενεαλογεῖ. | | **1a,8,F 3** | SCHOL. APOLL. RHOD. I 763: Φρίξος Μινυήιος] Μινυήιος ὁ Ἰώλκιος· τὴν γὰρ Ἰωλκὸν Μινύαι ὤικουν, ὥς φησι Σιμωνίδης ἐν Συμμίκτοις. δύναται δὲ καὶ ἀντὶ τοῦ Ὀρχομένιος· πολλοὶ γάρ φασιν ἐν Ὀρχομενῶι οἰκῆσαι τὸν Ἀθάμαντα. | | **1a,8,F 5** | PLUTARCH. Lykurg. I, 8 (Schol. PLAT. Resp. 599 D): ** ἐπεὶ καὶ Σιμωνίδης ὁ ποιητὴς (F 217 Bgk) οὐκ Εὐνόμου λέγει τὸν Λυκοῦργον πατρός, ἀλλὰ Πρυτάνιδος καὶ τὸν Λυκοῦργον καὶ τὸν Εὔνομον, οἱ πλεῖστοι σχεδὸν οὐχ οὕτω γενεαλο‐ | | **1a,8,F 6** | GNOMOL. VAT. GR. 1144 (= Hesiod. T 18d Jac): Σιμωνίδης τὸν Ἡσίοδον κηπουρὸν ἔλεγε, τὸν δὲ Ὅμηρον στεφανηπλόκον, τὸν μὲν ὡς φυτεύσαντα τὰς περὶ θεῶν καὶ ἡρώων μυθολογίας, τὸν δὲ ὡς ἐξ αὐτῶν συμπλέξαντα τὸν Ἰλιάδος καὶ |