================================================================================ Ἀποσπάσματα Fragments Σιμύλος ὁ Ἐλεγειακός by Simylus the Elegiac Poet ================================================================================ [xiii (18)] Οὔτε φύσις ἱκανὴ γίνεται τέχνης ἄτερ πρὸς οὐδὲν ἐπιτήδευμα παράπαν οὐδενί, [20] οὔτε πάλι τέχνη μὴ φύσιν κεκτημένη. τούτων ὁμοίως τοῖν δυοῖν συνηγμένων εἰς ταὐτὸν ἔτι δεῖ προσλαβεῖν χορηγίαν, ἔρωτα, μελέτην, καιρὸν εὐφυῆ, χρόνον, κριτὴν τὸ ῥηθὲν δυνάμενον συναρπάσαι. [25] ἐν ᾧ γὰρ ἂν τούτων τις ἀπολειφθεὶς τύχῃ, οὐκ ἔρχετ’ ἐπὶ τὸ τέρμα τοῦ προκειμένου. φύσις θέλησις ἐπιμέλει’ εὐταξία σοφοὺς τίθησι κἀγαθούς, ἐτῶν δέ τοι [xiv (8)] Πέντ’ εἰσὶν ἃς ἄνθρωπος αἰσθήσεις ἔχει, ἁφὴν ὅρασιν ἀκοὴν γεῦσιν ὄσφρησιν· μία [10] τούτων ἁπασῶν ἐστι κυριωτάτη ἀκοή· φαγὼν γὰρ οὐδὲ εἷς ἐστιν σοφός, οὐδ’ ἁψάμενος οὐδ’ εἰσιδὼν τὸ λυσιτελές· ἐκ τοῦ δ’ ἀκούειν μανθάνειν τε τἀγαθά πολλοὶ φρόνιμοι γεγόνασι· ταύτην γὰρ μίαν [15] ὁ νοῦς ἑαυτῷ κατέλιπεν διδάσκαλον, [xv] Κοινῶς ποιητὰς πάντας ἔθος ἐστὶν καλεῖν καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς κακούς· ἔδει δὲ κρίνειν. [16] Ἡ δ’ ἀγχοῦ Ταρπηία παραὶ Καπετώλιον αἶπος ναίουσα Ῥώμης ἔπλετο τειχολέτις, Κελτῶν ἣ στέρξασα γαμήλια λέκτρα γενέσθαι σκηπτούχῳ, πατέρων οὐκ ἐφύλαξε δόμους. [21] τὴν δ’ οὐτἂρ Βόϊοί τε καὶ ἔθνεα μυρία Κελτῶν κειράμενοι ῥείθρων ἐκτὸς ἔθεντο Πάδου, ὅπλα δ’ ἐπιπροβαλόντες ἀρειμανέων ἀπὸ χειρῶν