# Ἀποσπάσματα *Fragments* **Author:** Σωτάδης ὁ Μαρωνείτης ὁ Πρεσβύτερος *Sotades of Maroneia Elder* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **tit 1-2** | ΕΓΚΛΗΙΟΜΕΝΑΙ | | **1** | καρῖδας ἔλαβον πρῶτον, ἀπεταγήνισα | | **5** | γλαύκου φέρω κεφάλαια παμμεγέθη δύο, ἐν λοπάδι μεγάλῃ ταῦτα, λιτῶς προσαγαγὼν χλόην, κύμινον, ἅλας, ὕδωρ, ἐλάδιον. λάβρακα μετὰ ταῦτ’ ἐπριάμην καλὸν σφόδρα, ἔσται δι’ ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ, | | **10** | ἀποδοὺς ὅς’ ἐστὶν ἀπ’ ὀβελίσκων ὀπτανά. τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς, ἔρριψα ταύτας ἐπὶ τὸν ἄνθραχ’ ὡς ἔχει, ἅλμῃ τε λιπαρᾷ παρατίθημ’ ὀρίγανον. ταύταις προσέλαβον σηπίας καὶ τευθίδας· | | **15** | ἀστεῖον ἑφθὴ τευθὶς ὠνθυλευμένη καὶ πτερύγι’ ἁπαλῶς σηπίας ὠπτημένα. τριμμάτιον ᾠκείωσα τούτοις ἀνθινὸν παντοδαπόν. ἑψητὸν δὲ μετὰ ταύτας τινά, ὀξυλίπαρον τούτοις ἔδωκα χυμίον. | | **20** | γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα, κατέπνιξ’ ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ. κωβίδι’ ἄττα καὶ πετραῖα δή τινα ἰχθύδια, τούτων ἀποκνίσας τὰ κρανία ἐμόλυν’ ἀλεύρῳ . . τοιούτῳ τινί, | | **25** | πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν. ἀμίαν τε χήραν, θηρίον καλὸν σφόδρα, θρίοισι ταύτην ἅλις ἐλαδίῳ διεὶς ἐσπαργάνωσα περιπάσας ὀρίγανον, ἐνέκρυψά θ’ ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν. | | **30** | ἀφύαν θ’ ἅμ’ αὐτῇ παρέλαβον Φαληρικήν, εἷς κύαθος ἐνταῦθ’ ὕδατος ἐπιχυθεὶς πολύ· τεμὼν δὲ λεπτὴν τῆς χλόης καὶ πλείονα, κἂν ᾖ δικότυλος λήκυθος, καταστρέφω. τί λοιπόν; οὐδέν· ἀλλὰ τοῦτ’ ἔσθ’ ἡ τέχνη, | | **35** | οὐκ ἐξ ἀπογραφῆς οὐδὲ δι’ ὑπομνημάτων. | | **2** | κλέπτρια | | **tit 3** | ΠΑΡΑΛΥΤΡΟΥΜΕΝΟΣ | | **3** | παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ· |