================================================================================ Ἀποσπάσματα Fragments Στράττις ὁ κωμικός by Strattis the Comic Poet ================================================================================ [Aga tit] ΑΓΑΘΟΙ. [Anth tit] ΑΝΘΡΩΠΟΡΡΑΙΣΤΗΣ. [Anth 1] Καὶ τῶν μὲν ἄλλων οὐκ ἐμέλησέ μοι μελῶν, Εὐριπίδου δὲ δρᾶμα δεξιώτατον διέκναις’ Ὀρέστην, Ἡγέλοχον τὸν Κιννάρου [Anth 2] Τῶν δὲ διδύμων ἐκγόνων σεμιδάλιδος. [Ata tit] ΑΤΑΛΑΝΤΗ. [Ata 1] Καὶ τὴν Λαγίσκαν τὴν Ἰσοκράτους παλλακήν εὑρεῖν με συκάζουσαν, εἶθ’ ἥκειν ταχύ [Ata 2] Ὑπογάστριον θύννου τι κἀκροκώλιον [Zop tit] ΖΩΠΥΡΟΣ ΠΕΡΙΚΑΙΟΜΕΝΟΣ. [Iph tit] ΙΦΙΓΕΡΩΝ. [Kal tit] ΚΑΛΛΙΠΠΙΔΗΣ. [Kal 1] Αὐτίκα δ’ ἥρπασε τεμάχη [Kin tit] ΚΙΝΗΣΙΑΣ. [Kin 1] Τὰ δ’ ἄλφιθ’ ὑμῖν πῶς ἐπώλουν; Β. τεττάρων δραχμῶν μάλιστα τὸν κόφινον. Α. τί λέγεις; μέτρῳ ἐχρῶντο κοφίνῳ; [Kin 2] Ἁλμυρόν θ’ ὕδωρ, [Lem tit] ΛΗΜΝΟΜΕΔΑ. [Lem 1] Ἑρμῆς, ὃν ἔλκους’ οἱ μὲν ἐκ προχοιδίου, οἱ δ’ ἐκ καδίσκου ς’ ἴσον ἴσῳ κεκραμένον. [Lem 2] Πολλοὺς δὴ μεγάλους τε φάγρους ἐγκάψας. [Lem 3] Χῖος παραστὰς Κῷον οὐκ ἐᾷ λέγειν. [Lem 4] Ὑποδήματα σεαυτῷ πρίασθαι τῶν ἁπλῶν. [Mak tit] ΜΑΚΕΔΟΝΕΣ Η ΠΑΥΣΑΝΙΑΣ. [Mak 1] Τὸν πέπλον δὲ τοῦτον ἕλκους’ ὀνεύοντες τοπείοις ἄνδρες ἀναρίθμητοι [Mak 2] Ἡ σφύραινα δ’ ἐστὶ τίς; Β. κέστραν μὲν ὕμμες ὡττικοὶ κικλήσκετε. [Mak 3] Ὑπογάστριά θ’ ἡδέα θύννων. [Mak 5] Α. Εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες; Β. νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δέ Κορίνθιαι· Λαῒς μὲν ἡδὶ Μεγακλέους. [Mak 6] Πνικτόν τι τοίνυν * * ἔστω σοι συχνόν τοιοῦτον. [Mak 7] Πολλῶν φλυάρων καὶ ταὧν ἀντάξια, [Myr tit] ΜΥΡΜΙΔΟΝΕΣ. [Myr 1] Ἐν τοῖς βαλανείοις προκέλευθος ἡμέρα ἁπαξάπασα γῆς στρατιαὶ σιδαρέων. [Med tit] ΜΗΔΕΙΑ. [Med 1] Καὶ λέγ’ ὅτι μύρον αὐτῇ φέρεις τοιοῦτον, οἷον οὐ Μέγαλλος πώποτε ἥψησεν, οὐδὲ Δεινίας Αἰγύπτιος [Med 2] Οἶσθ’ ᾧ προσέοικεν, ὦ Κρέων, τὸ βρέγμα σου; ἐγᾦδα· δείνῳ περὶ κάτω τετραμμένῳ. [Pot tit] ΠΟΤΑΜΙΟΙ. [Pot 1] Ὑμεῖς τε πάντες ἔξιτ’ ἐπὶ τὸ Πύθιον ὅσοι πάρεστε, μὴ λαβόντες λαμπάδας [Pyt tit] ΠΥΤΙΣΟΣ. [Pyt 1] Ἐγῷδα τοὐπίνικος ὀργισθεὶς ἔφη, τῷ στόματι δράσω τοῦθ’ ὅπερ χοἰ Λέσβιοι. [Tro tit] ΤΡΩΙΛΟΣ. [Tro 1] Ἧι μήποτ’, ὦ παῖ Ζηνός, ἐς ταὐτὸν μόλῃς, [Tro 2] Ἐρινὸν οὖν τιν’ αὐτῆς πλησίον νενόηκας ὄντα; [Phi tit] ΦΙΛΟΚΤΗΤΗΣ. [Phi 1] Κᾆτ’ εἰς ἀγορὰν ἐλθόντες ἁδρούς ὀψωνοῦσιν μεγάλους τε φάγρους καὶ Κωπᾴδων ἁπαλῶν τεμάχη στρογγυλοπλεύρων. [Phi 2] Οὐδ’ ἐν κοπρίᾳ θησαυρὸν ἐκβεβλημένον. [Phoi tit] ΦΟΙΝΙΣΣΑΙ. [Phoi 1] Παραινέσαι δὲ σφῶν τι βούλομαι σοφόν· [Phoi 2] Εἶθ’ ἥλιος μὲν πείθεται τοῖς παιδίοις ὅταν λέγωσιν „ἔξεχ’ ὦ φίλ’ ἥλιε.“ [Phoi 3] Ξυνίετ’ οὐδὲν πᾶσα Θηβαίων πόλις. οὐδέν ποτ’ ἄλλ’· οἳ πρῶτα μὲν τὴν σηπίαν ὀπισθοτίλαν, ὡς λέγους’, ὀνομάζετε, τὸν ἀλεκτρυόνα δ’ ὀρτάλιχον, τὸν ἰατρὸν δὲ [5] σάκταν, βέφυραν τὴν γέφυραν, τῦκα δὲ τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας, τὴν ἔνθεσιν δ’ ἄκολον, τὸ γελᾶν δὲ κριδδέμεν, [Chr tit] ΧΡΥΣΙΠΠΟΣ. [Chr 1] Εἰ μηδὲ χέσαι γ’ αὐτῷ σχολὴ γενήσεται, μηδ’ εἰς ἀσωτεῖον τραπέσθαι, μηδ’ ἐάν αὐτῷ ξυναντᾷ τις, λαλῆσαι μηδενί. [Chr 2] Πρόσαγε τὸν πῶλον ἀτρέμα προσλαβὼν τὸν ἀγωγέα βραχύτερον· οὐχ ὁρᾷς ὅτι [Psy tit] ΨΥΧΑΣΤΑΙ. [Psy 1] Οἶνον γὰρ πιεῖν οὐδ’ ἂν εἷς δέξαιτο θερμόν, ἀλλὰ πολὺ τοὐναντίον ψυχόμενον ἐν τῷ φρέατι καὶ χιόνι μεμιγμένον. [Psy 2] Αἱ δ’ ἀλεκτρυόνες ἅπασαι καὶ τὰ χοιρίδια τέθνηκε [Psy 3] Ὁ δέ τις ψυκτῆρ’, ὁ δέ τις κύαθον χαλκοῦν κλέψας ἀπορῶν κεῖται, κοτύλη δ’ ἀνὰ χοίνικα μάττει. [Psy 4] Σαννυρίωνος σκυτίνην ἐπικουρίαν. [Psy 5] Πῶς ἂν κομίσειέ μοί τις [Eif tit] EX INCERTIS FABULIS. [Eif 1] Πρασοκουρίδες, αἳ καταφύλλους ἀνὰ κήπους πεντήκοντα ποδῶν ἴχνεσι βαίνετ’ ἐφαπτόμεναι ποδοῖν σατυριδίων μακροκέρκων [5] χοροὺς ἑλίσσουσαι παρ’ ὠκίμων πέταλα καὶ θριδακινίδων εὐόσμων τε σελίνων. [Eif 2] Ποῖ ποῖ, πρὸς θεῶν, ποῖ ποῖ γαλῆν; [Eif 3] Οἶνος κοκκύζει τοῖς ὁδοιπόροις πιεῖν μέλας Σκιάθιος ἴσον ἴσῳ κεκραμένος. [Eif 4] Τί ὅτι ὥσπερ οἱ σταδιοδρόμοι προανίστασαι; [Eif 5] Τὰ θυγάτρια