================================================================================ Ἐπιγράμματα Epigrams Θεόκριτος ὁ Συρακούσιος by Theocritus of Syracuse ================================================================================ [6 . 336 (p1)] ΘΕΟΚΡΙΤΟΥ [1] Τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσιν, ταὶ δὲ μελάμφυλλοι δάφναι τίν, Πύθιε Παιάν, Δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε· [5] βωμὸν δ’ αἱμάξει κεραὸς τράγος, οὗτος ὁ μᾶλος, τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα. [6 . 337 (p1)] ΤΟΥ ΑΥΤΟΥ [1] Ἦλθε καὶ ἐς Μίλατον ὁ τῶ Παιήονος υἱὸς ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος Νικίᾳ, ὅς μιν ἐπ’ ἆμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται καὶ τόδ’ ἀπ’ εὐώδους γλύψατ’ ἄγαλμα κέδρου, [5] Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς μισθόν· ὁ δ’ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχναν. [6 . 338 (p1)] ΤΟΥ ΑΥΤΟΥ [1] Ὑμῖν τοῦτο, θεαί, κεχαρισμένον ἄνθετο πάσαις τὤγαλμα Ξενοκλῆς, τοῦτο τὸ μαρμάρινον, μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ. σοφίᾳ δ’ ἐπὶ τᾷδε αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται. [6 . 339 (p1)] [ΤΟΥ ΑΥΤΟΥ] [1] Δαμομένης ὁ χοραγός, ὁ τὸν τρίποδ’, ὦ Διόνυσε, καὶ σὲ τὸν ἅδιστον θεῶν μακάρων ἀναθείς, μέτριος ἦν ἐν πᾶσι· χορῷ δ’ ἐκτάσατο νίκαν [6 . 340 (p1)] ΤΟΥ ΑΥΤΟΥ [1] Ἁ Κύπρις οὐ πάνδαμος· ἱλάσκεο τὰν θεὸν εἰπὼν Οὐρανίαν, ἁγνᾶς ἄνθεμα Χρυσογόνας οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον ἔσχε ξυνόν· ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν [5] ἐκ σέθεν ἀρχομένοις, ὦ πότνια· κηδόμενοι γὰρ ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί. [7 . 262 (p1)] [ΘΕΟΚΡΙΤΟΥ ΒΟΥΚΟΛΙΚΟΥ] [1] Αὐδήσει τὸ γράμμα, τί σᾶμά τε καὶ τίς ὑπ’ αὐτῷ· „Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης.“ [7 . 658 (p1)] ΘΕΟΚΡΙΤΟΥ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ [1] Γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον ἢ καὶ ὁ δειλὸς ἐκ σέθεν ὡσαύτως ἶσον, ὁδοιπόρ’, ἔχει. „Χαιρέτω οὗτος ὁ τύμβοσ“, ἐρεῖς, „ἐπεὶ Εὐρυμέδοντος κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.“ [9 . 338 (p1)] ΘΕΟΚΡΙΤΟΥ ΣΥΡΑΚΟΥΣΙΟΥ [1] Εὕδεις φυλλοστρῶτι πέδῳ, Δάφνι, σῶμα κεκμακὸς ἀμπαύων· στάλικες δ’ ἀρτιπαγεῖς ἀν’ ὄρη. ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος κισσὸν ἐφ’ ἱμερτῷ κρατὶ καθαπτόμενος [5] ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε, φεῦγε, μεθεὶς ὕπνου κῶμα καταγρόμενον. [9 . 432 (p1)] ΘΕΟΚΡΙΤΟΥ [1] Ἆ δείλαιε τὺ Θύρσι, τί τοι πλέον, εἰ καταταξεῖς δάκρυσι διγλήνως ὦπας ὀδυρόμενος; οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετ’ ἐς Ἅιδαν· τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος, [5] αἱ δὲ κύνες κλαγγεῦντι. τί τοι πλέον, ἁνίκα τήνας [9 . 433 (p1)] ΤΟΥ ΑΥΤΟΥ ΘΕΟΚΡΙΤΟΥ [1] Λῇς, ποτὶ τᾶν Νυμφᾶν, διδύμοις αὐλοῖσιν ἀεῖσαι ἁδύ τί μοι; κἠγὼ πακτίδ’ ἀειράμενος ἀρξεῦμαί τι κρέκειν· ὁ δὲ βουκόλος ἄμμιγα θέλξει Δάφνις κηροδέτῳ πνεύματι μελπόμενος· [5] ἐγγὺς δὲ στάντες λασιαύχενος ἄντρου ὄπισθεν Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου. [9 . 434 (p1)] [ΤΟΥ ΑΥΤΟΥ] [1] Ἄλλος ὁ Χῖος· ἐγὼ δὲ Θεόκριτος, ὃς τάδ’ ἔγραψα, εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων, υἱὸς Πραξαγόραο περικλειτῆς τε Φιλίννης· Μοῦσαν δ’ ὀθνείαν οὔ τιν’ ἐφελκυσάμαν. [9 . 435 (p1)] ΤΟΥ ΑΥΤΟΥ [1] Ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἅδε τράπεζα· θεὶς ἀνελεῦ ψήφου πρὸς λόγον ἐρχομένης. ἄλλος τις πρόφασιν λεγέτω, τὰ δ’ ὀθνεῖα Κάικος [9 . 437 (p1)] ΤΟΥ ΑΥΤΟΥ [1] Τήναν τὰν λαύραν, τόθι ταὶ δρύες, αἰπόλε, κάμψας σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον, τρισκελές, αὐτόφλοιον, ἀνούατον, ἀλλὰ φάλητι παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν. [5] ἕρκος δ’ εὐίερον περιδέδρομεν· ἀέναον δὲ ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ, ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι ἄμπελος· εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς [10] κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη· ξουθαὶ δ’ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα. ἕζεο δὴ τηνεὶ καὶ τῷ χαρίεντι Πριάπῳ εὔχου ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους, [15] κεὐθὺς ἀπορρέξειν χίμαρον καλόν· ἢν δ’ ἀνανεύσῃ, τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι· ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω [9 . 598 (p1)] ΘΕΟΚΡΙΤΟΥ [1] Τὸν τῶ Ζανὸς ὅδ’ ὗμιν υἱὸν ὡνήρ, τὸν λειοντομάχαν, τὸν ὀξύχειρα, πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν Πείσανδρος συνέγραψεν οὑκ Καμίρου, [5] χὤσσους ἐξεπόνασεν, εἶπ’ ἀέθλους· τοῦτον δ’ αὐτὸν ὁ δᾶμος, ὡς σάφ’ εἰδῇς, ἔστας’ ἐνθάδε χάλκεον ποήσας πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς. [9 . 599 (p1)] ΤΟΥ ΑΥΤΟΥ [1] Θᾶσαι τὸν ἀνδριάντα τοῦτον, ὦ ξένε, σπουδᾷ καὶ λέγ’, ἐπὰν ἐς οἶκον ἔνθῃς· „Ἀνακρέοντος εἰκόν’ εἶδον ἐν Τέῳ, τῶν πρόσθ’ εἴ τι περισσὸν ᾠδοποιοῦ.“ [5] προσθεὶς δὲ χὤτι τοῖς νέοισιν ἅδετο, ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα. [9 . 600 (p1)] ΤΟΥ ΑΥΤΟΥ [1] Ἅ τε φωνὰ Δώριος χὠνὴρ ὁ τὰν κωμῳδίαν εὑρών, Ἐπίχαρμος. ὦ Βάκχε, χάλκεόν νιν ἀντ’ ἀλαθινοῦ τὶν ὧδ’ ἀνέθηκαν, [5] τοὶ Συρακούσσαις ἐνίδρυνται, πελωρίστᾳ πόλει, οἷ, ἀνδρὶ πολίτᾳ, —σωρὸν γὰρ εἶχε ῥημάτων—μεμναμένοι τελεῖν ἐπίχειρα· πολλὰ γὰρ ποττὰν ζόαν τοῖς πᾶσιν εἶπε χρήσιμα· [10] μεγάλα χάρις αὐτῷ. [13 . 3 (p1)] ΘΕΟΚΡΙΤΟΥ [1] Ὁ μουσοποιὸς ἐνθάδ’ Ἱππῶναξ κεῖται. εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ· εἰ δ’ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν, θαρσέων καθίζευ, κἢν θέλῃς, ἀπόβριξον. [15 . 21 (p1)] ΣΥΡΙΓΞ ΘΕΟΚΡΙΤΟΥ [1] Οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ, μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα, οὐχὶ Κεράσταν, ὅν ποτε θρέψατο ταυροπάτωρ, ἀλλ’ οὗ πειλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους [5] οὔνομ’ Ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθον κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος, ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγου, ὃς σβέσεν ἀνορέαν ἰσαυδέα [10] παπποφόνου Τυρίας τ’ 〈ἐξήλασεν〉, ᾧ τόδε τυφλοφόρων ἐρατὸν πᾶμα Πάρις θέτο Σιμιχίδας. ψυχὰν ᾇ, βροτοβάμων, στήτας οἶστρε Σαέττας, [15] κλωποπάτωρ, ἀπάτωρ, λαρνακόγυιε, χαρεὶς ἁδὺ μελίσδοις ἔλλοπι κούρᾳ Καλλιόπᾳ [20] νηλεύστῳ.