================================================================================ Ἀποσπάσματα Fragments Θεόπομπος ὁ Κωμικός by Theopompus the Comic Poet ================================================================================ [tit 1] ΑΔΜΗΤΟΣ [tit 2-3] ΑΛΘΑΙΑ [2] τὴν οἰκίαν γὰρ εὗρον εἰσελθὼν ὅλην [3] λαβοῦσα πλήρη χρυσέαν μεσόμφαλον φιάλην· Τελέστης δ’ ἄκατον ὠνόμαζέ νιν. [tit 4-6] ΑΦΡΟΔΙΣΙΑ [4-5] ὄνος μὲν ὀγκᾶθ’ ὁ Μελιτεὺς Φιλωνίδης. ὄνῳ μιγείσης μητρὸς ἔβλαστεν πόλει. [6] ἀλλ’ ἔντραγε τὴν σηπίαν τηνδὶ λαβοῦσα καὶ τοδὶ [tit,ante 7] ΒΑΤΥΛΗ [tit 7-12] ΕΙΡΗΝΗ [7] ἡμᾶς δ’ ἀπαλλαχθέντας ἐπ’ ἀγαθαῖς τύχαις ὀβελισκολυχνίου καὶ ξιφομαχαίρας πικρᾶς. [8] ὁ μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσὸν ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίγνεται. [9] ἄχθομαι δ’ ἀπολωλεκὼς ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα. [10] χλαῖναν δέ σοι [11] μᾶζαι, πλακοῦντες, ἰσχάδες Τιθράσιαι [12] μητρυιόν [tit 13-16] ΗΔΥΧΑΡΗΣ [13] καὶ στῆτ’ ἐφεξῆς κεστρέων νῆστις χορὸς λαχάνοισιν ὥσπερ χῆνες ἐξενισμένοι. [14] φέρε σὺ τὰ καταχύσματα ταχέως κατάχει τοῦ νυμφίου καὶ τῆς κόρης. [15] ἓν γάρ ἐστιν οὐδὲ ἕν, τὰ δὲ δύο μόλις ἕν ἐστιν, ὥς φησιν Πλάτων. [tit 17-20] ΘΗΣΕΥΣ [17] ἵξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων [19] φαυλίων μήλων [20] αὐτόκακος [tit 21-23] ΚΑΛΛΑΙΣΧΡΟΣ [21] οὔ φησιν εἶναι τῶν ἑταιρῶν τὰς μέσας στατηριαίας. [22] ἠρίσταμεν· δεῖ γὰρ συνάπτειν τὸν λόγον. [23] ἰχθύων δὲ δὴ [tit 24-28] ΚΑΠΗΛΙΔΕΣ [24] Λεωτροφίδης ὁ τρίμετρος ὡς λεοντῖνος εὔχρως τε φάνει καὶ χαρίεις ὥσπερ νεκρός. [25] ἐλεφαντοκώπους ξιφομαχαίρας καὶ δόρη [26] ἢ μετάδος ἢ μέτρησον ἢ τιμὴν λαβέ. [27] κολάσομαί ς’ ἐγὼ καὶ τὸν σὸν Ἄττιν. [tit 29-31] ΜΗΔΟΣ [29] παρ’ ἐμοὶ τὰ λίαν μειράκια χαρίζεται τοῖς ἡλικιώταις. [30] ὥς ποτ’ ἐκήλησεν Καλλίστρατος υἷας Ἀχαιῶν, [tit 32] ΝΕΜΕΑ [32] χώρει σὺ δεῦρο, Θηρικλέους πιστὸν τέκνον· γενναῖον εἶδος, ὄνομά σοι τί θώμεθα; ἆρ’ εἶ κάτοπτρον φύσεος ἢν πλῆρες δοθῇς· οὐδέν ποτ’ ἄλλο. δεῦρο δή, γεμίσω ς’ ἐγώ. [5] γραῦ Θεολύτη, γραῦ. Β. τί με καλεῖς; Α. σέ, φιλτάτη, ἵν’ ἀσπάσωμαι· δεῦρο παρ’ ἐμὲ Θεολύτη, παρὰ τὸν νέον ξύνδουλον· οὑτωσὶ καλῶς. Β. Σπινθὴρ τάλας, πειρᾷς με. Α. ναί, τοιοῦτό τι· φιλοτησίαν δὲ τήνδε σοι προπίομαι· [10] δέξαι, πιοῦσα δ’ ὁπόσον ἄν σοι θυμὸς ᾖ, [tit 33-36] ΟΔΥΣΣΕΥΣ [33] χιτῶνά μοι φέρων δέδωκας δαιδάλεον, ὃν ᾔκασεν [34] Εὐριπίδου τἄρ’ ἐστὶν οὐ κακῶς ἔχον, τἀλλότρια δειπνεῖν τὸν καλῶς εὐδαίμονα. [35] ἵνα μὴ τὸ παλαιὸν τοῦτο καὶ θρυλούμενον δι’ ἡμετέρων στομάτων εἴπω σόφισμ’, ὅ φασι παῖδας Λεσβίων εὑρεῖν. [36] λάσιον ἐπιβεβλημένος [tit 37-39] ΠΑΙΔΕΣ [37] τηνδὶ περιζωσάμενος ᾤαν λουτρίδα [38] πάντ’ ἀγαθὰ δὴ γέγονεν ἀνδράσιν ἐμῆς ἀπὸ συνουσίας. [tit 40-44] ΠΑΜΦΙΛΗ [40] σπόγγος, λεκάνη, πτερόν, λεπαστὴ πάνυ πυκνή, ἣν ἐκπιοῦς’ ἄκρατον ἀγαθοῦ δαίμονος τέττιξ κελαδεῖ. [41] λεπαστὴ μάλα συχνή, ἣν ἐκπιοῦς’ ἄκρατον ἀγαθοῦ δαίμονος [42] αὐτὴ δ’ ἐκείνη πρότερον ἐξηπίστατο παρὰ τῆς ἐπιτηθῆς. [43] τούτων ἁπάντων ὁ ῥαχιστὴς Δημοφῶν [44] σανδάλια [tit 45-46] ΠΑΝΤΑΛΕΩΝ [46] σπηλάδιον [tit 47-49] ΠΗΝΕΛΟΠΗ [47] καί σε τῇ νουμηνίᾳ ἀγαλματίοις ἀγαλοῦμεν ἀεὶ καὶ δάφνῃ. [48] καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δέλφακα. [tit 50-53] ΣΕΙΡΗΝΕΣ [50] αὐλεῖ γὰρ σαπρὰ [51] θύννων τε λευκῶν Σικελικῶν ὑπήτρια [52] ὑποδοῦ λαβὼν τὰς περιβαρίδας. [53] φρυγεύς, θυΐα, λήκυθος [tit 54-58] ΣΤΡΑΤΙΩΤΙΔΕΣ [54] ἐγὼ γὰρ ἂν κώθωνος ἐκ στρεψαύχενος [55] καίτοι τίς οὐκ ἂν οἶκος εὖ πράττοι τετρωβολίζων, εἰ νῦν γε διώβολον φέρων ἀνὴρ τρέφει γυναῖκα; [56] ἡ Θρασυμάχου δ’ ὑμῶν γυνὴ καλῶς ἐπιστατήσει. [58] σκληφρός [tit 59-61] ΤΕΙΣΑΜΕΝΟΣ [59] ἀλλ’ ἡ μὲν Εἰλείθυια συγγνώμην ἔχει ὑπὸ τῶν γυναικῶν οὖσα καταπλὴξ τὴν τέχνην. [60] τὸν δὲ Μύσιον Ἀκέστορ’ ἀναπέπεικεν ἀκολουθεῖν ἅμα. [61] ὀλόλους [tit 62] ΦΙΝΕΥΣ [62] παῦσαι κυβεύων, μειράκιον, καὶ τοῖς βλίτοις διαχρῶ τὸ λοιπόν. κοιλίαν σκληρὰν ἔχεις, τὰ πετραῖα τῶν ἰχθυδίων ἀπέσθιε. ἡ τρὺξ ἄριστόν ἐστιν εἰς εὐβουλίαν. [5] ταῦτ’ ἢν ποιῇς, ῥᾴων ἔσει τὴν οὐσίαν. [tit 63-98] ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ [63] ὥς μοι δοκεῖν εἶναι τὸ πρόθυρον τοῦτο βασανιστήριον, τὴν δ’ οἰκίαν ζητρεῖον ἢ κακὸν μέγα. [64] ἐπίνομεν μετὰ ταῦτα . . . . κατακείμενοι μαλακώτατ’ ἐπὶ τρικλινίῳ [66] ἄφωνος ἐγένετο, ἔπειτα μέντοι πάλιν ἀνηνέχθη. [67] τρώγουσι μύρτα καὶ πέπονα μιμαίκυλα. [68] κἄπειτ’ ἰδὼν ἀσφάραγον ἐν θάμνῳ τινί [69] δὶς παῖδες οἱ γέροντες ὀρθῷ τῷ λόγῳ. [70] εἴσω δραμὼν αἴτησον. Β. ἀλλ’ οὐκ ἐκφορά. [71] ἄπνους, ἄνευρος, ἀσθενής, ἀνέντατος [72] μαλθακωτέρα πέπονος σικυοῦ μοι γέγονε. [73] αἱμασιολογεῖν ἄριστ’ ἠπίστατο. [74] ἀλλ’ εἰ δοκεῖ, χρὴ ταῦτα δρᾶν· εὐοδεῖν πορεύομαι. [75] δεσπότου πενέστου ῥυσὰ βουλευτήρια [76] ἀγαθοῦ δαίμονος ἐπιρροφεῖν [77] τοὺς βυβλιοπώλας λεύσομαι. [79] γυναῖκας ναυτίδας [80] ὀρνιθίων λεκάνην [81] ἄλυπος [82] ἄνεχε [83] ἀνθήλιος [84] ἀπωνηθήσεται [85] ἀρύβαλλος [86] αὐτόχειρα [87] δουλοπρέπεια [88] κατᾶραι [89] κένταυρον [90] κυνάριον [91] λάβδα [92] λοπάδα [93] μεθύστρια [94] πρωτόπειρον [95] τανθαρυστοὶ [96] ὑπολογεῖν [97] Χάρη [98] τὸ νῦν εἶναι [tit 99] ΑΜΦΙΣΒΗΤΗΣΙΜΟΝ [99] κατωνάκη