================================================================================ Ἀποσπάσματα Fragments Θεόφιλος ὁ κωμικός by Theophilus the Comic Poet ================================================================================ [Apo tit] ΑΠΟΔΗΜΟΙ. [Apo 1] Καί τοι τί φημι καὶ τί δρᾶν βουλεύομαι; προδοὺς ἀπιέναι τὸν ἀγαπητὸν δεσπότην, τὸν τροφέα, τὸν σωτῆρα, δι’ ὃν εἶδον νόμους [Boi tit] ΒΟΙΩΤΙΑ. [Boi 1] Τετρακότυλον δὲ κύλικα κεραμέαν τινὰ τῶν θηρικλείων πῶς δοκεῖς κεραννύει καλῶς, ἀφρῷ ζέουσαν· οὐδ’ ἂν Αὐτοκλῆς οὕτως μὰ τὴν γῆν εὐρύθμως τῇ δεξιᾷ [5] ἄρας ἐνώμα. [Epi tit] ΕΠΙΔΑΥΡΙΟΣ. [Epi 1] Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν, ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν. [Iat tit] ΙΑΤΡΟΣ. [Iat 1] Πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων . . . . . . ἐγχέλειον παρατέθεικε τῷ πατρί. τευθὶς ἦν χρηστή, πατρίδιον, πῶς ἔχεις πρὸς κάραβον; [Kith tit] ΚΙΘΑΡΩιΔΟΣ. [Kith 1] Μέγας θησαυρός ἐστι καὶ βέβαιος μουσικὴ ἅπασι τοῖς μαθοῦσι παιδευθεῖσί τε. [Neo tit] ΝΕΟΠΤΟΛΕΜΟΣ. [Neo 1] Οὐ συμφέρον νέα ’στὶ πρεσβύτῃ γυνή· ὥσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται ἑνὶ πηδαλίῳ, τὸ πεῖσμ’ ἀπορρήξασα δὲ [Neo 2] Πονηρὸν υἱὸν καὶ πατέρα καὶ μητέρα ἔστι μαγαδίζειν ἐπὶ τροχοῦ καθημένους· οὐδεὶς γὰρ ἡμῶν ταὐτὸν ᾄσεται μέλος. [Pag tit] ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ. [Pag 1] Ἑφθῶν μὲν σχεδὸν τρεῖς μνᾶς. Β. λέγ’ ἄλλο. Α. ῥυγχίον, κωλῆν, πόδας τέτταρας ὑείους. Β. Ἡράκλεις. Α. βοὸς δὲ τρεῖς, ὄρνιθ’. Β. Ἄπολλον. λέγ’ ἕτερον. Α. σύκων δύο [5] μνᾶς. Β. ἐπέπιες δὲ πόσον; Α. ἀκράτου δώδεκα [Pag 2] Εἴτ’ ἐν χάρακι μὲν ταῦτα καὶ παρεμβολῇ. [Proi tit] ΠΡΟΙΤΙΔΕΣ. [Proi 1] Καὶ κύλικα * * θηρίκλειον εἰσφέρει πλέον ἢ κοτύλας χωροῦσαν ἕπτ’ ἀγαθῆς τύχης. [Phi tit] ΦΙΛΑΥΛΟΣ. [Phi 1] Τίς φησι τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν; ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος· εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς, [5] ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν, παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν; κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς· ἥν ἐστ’ ἰδεῖν ἥδιον, ἢ τὸ θεωρικὸν ἔχουσιν ὑμῖν διανέμειν ἑκάστοτε. [Phi 2] Τοῦ μή ποτ’ αὐτὸν ἐμπεσεῖν εἰς Λαΐδα φερόμενον ἢ Μηκωνίδ’ ἢ Σισύμβριον ἢ Βάραθρον ἢ Θάλλουσαν, ἢ τούτων τινὰ ὧν ἐμπλέκουσι τοῖς λίνοις αἱ μαστροποί, [5] ἢ Ναννάριον ἢ Μαλθάκην.