# Περὶ τῶν ἀρετῶν τῶν βοτάνων
*On the Virtues of Herbs*
**Author:** Θεσσαλός ὁ Κῷος
*Thessalus of Cos*
**Source:** markdown
---
| Reference | Text |
|-----------|------|
| |
**† Ἁρποκρατίων Καίσαρι Αὐγούστῳ χαίρειν.** |
| **1** | Πολλῶν ἐπιχειρησάντων ἐν τῷ βίῳ, Σεβαστὲ Καῖσαρ, παρα‐ δοῦναι πολλὰ παράδοξα, μηδενὸς πρὸς τέλος ἀγαγεῖν τὰς ἐπ‐ αγγελίας δυνηθέντος διὰ τὸν 〈ἀπὸ〉 τῆς εἱμαρμένης ταῖς δια‐ νοίαις αὐτῶν ἐπικείμενον ζόφον, μόνος δοκῶ τῶν ἀπ’ αἰῶνος |
| **5** | ἀνθρώπων πεποιηκέναι τι παράδοξον 〈καὶ ὀλίγοις γνωστόν〉. |
| **1 prol 2** | ἐπιχειρήσας γὰρ πράγμασιν, ἅπερ θνητῆς μέτρα φύσεως ὑπερβαίνει, τούτοις γε μετὰ πολλῶν βασάνων καὶ κινδύνων τὸ καθῆκον τέλος ἐπέθηκα. |
| **1 prol 3** | ἀσκήσας 〈γὰρ〉 γραμματικὴν ἐπι‐ στήμην ἐν τοῖς τῆς Ἀσίας κλίμασι καὶ πάντων τῶν ἐκεῖ βελ‐ τίων γενόμενος διέγνων ἕως τινὸς τῆς ἐπιστήμης ἀπολαύειν. |
| **1 prol 4** | καὶ πλεύσας ἐπὶ τὴν περισπούδαστον Ἀλεξάνδρειαν μετὰ συχνοῦ ἀργυρίου τοῖς ἐντελεστάτοις τῶν φιλολόγων † παρώ‐ |
| **1 prol 5** | ἐφοίτων δὲ συνεχῶς καὶ εἰς τὰς τῶν διαλεκτι‐ κῶν ἰατρῶν διατριβάς· ἤρων γὰρ περισσῶς ταύτης τῆς ἐπιστή‐ μης. |
| **1 prol 6** | ἐπεὶ δὲ καιρὸς ἦν εἰς οἶκον ἀπιέναι, κατὰ τρόπον ἤδη μοι καὶ τῆς ἰατρικῆς προιούσης, περιῄειν τὰς βιβλιοθή‐ κας ἐκζητῶν 〈τὴν ἀναγκαίαν ὕλην〉· εὑρὼν δὲ βίβλον τινὰ 〈τοῦ〉 Νεχεψὼ κδʹ θεραπείας ὅλου τοῦ σώματος καὶ παντὸς πά‐ |
| **5** | θους κατὰ ζῳδι〈ακ〉ὸν περιέχουσαν διὰ λίθων τε καὶ βοτανῶν τὰ τῆς ἐπαγγελίας παράδοξα ἐξεπληττόμην. ἦν δέ, ὡς ἔοικε, βασιλικῆς μωρίας κενὸς τῦφος· |
| **1 prol 7** | σκευάσας γὰρ τὸν ὑπ’ αὐ‐ τοῦ θαυμαζόμενον τροχίσκον ἡλιακὸν καὶ τὰς λοιπὰς δυνάμεις ἐν πάσαις τῶν παθῶν θεραπείαις ἠστόχησα. |
| **1 prol 8** | θανάτου δὲ τραχυτέραν ὑπολαβὼν εἶναι τὴν πλάνην ὑπὸ τῆς λύπης ἐδαπα‐ νώμην· καὶ γὰρ προπετέστερον τῇ γραφῇ πεπιστευκὼς ἔγραψα περὶ τῆς ἐνεργείας αὐτῶν καὶ τοῖς γονεῦσιν ὡς ἤδη πειράσας |
| **5** | καὶ ὑποστρέφειν ἐπηγγελλόμην. |
| **1 prol 9** | ἐν μὲν οὖν τῇ Ἀλεξαν‐ |
| **1 prol 10** | εἰς οἶκον δὲ ἀπιέναι πάλιν προθυμίαν οὐκ εἶχον μικρότερος τῶν ἐπαγγελιῶν εὑρη‐ μένος, περιῄειν δὲ τὴν Αἴγυπτον οἴστρῳ τῆς ψυχῆς ἐλαστρού‐ μενος καὶ ζητῶν τι 〈τῆσ〉 προπετοῦς ἐπαγγελίας ἐργάσασθαι ἢ |
| **5** | τούτου μὴ τυχὼν θανάτῳ λοιπὸν ἀφιέναι τὸν βίον. |
| **1 prol 11** | ἀεὶ δέ μου τῆς ψυχῆς † προμαντευομένης θεοῖς ὁμιλῆσαι, συνεχῶς εἰς οὐρανὸν τὰς χεῖρας ἐκτείνων τοὺς θεοὺς ἐλιτάνευον δι’ ὀνείρου φαντασίας ἢ διὰ πνεύματος θείου χαρίσασθαί μοί τι |
| **5** | τοιοῦτο, δι’ οὗ γαυριάσας ἱλαρὸς εἰς τὴν Ἀλεξάνδρειαν καὶ τὴν πατρίδα κατελθεῖν δυνηθῶ. |
| **1 prol 12** | Γενόμενος οὖν ἐν Διὸς πόλει—ἀρχαιοτάτην 〈λέγω〉 τῆς Αἰγύπτου πόλιν καὶ πολλὰ ἱερὰ ἔχουσαν—διέτριβον αὐ‐ τόθι· ἦσαν γὰρ 〈ἐκεῖ〉 καὶ ἀρχιιερεῖς φιλόλογοι καὶ 〈γέρον‐ τεσ〉 ποικίλοις κεκοσμημένοι μαθήμασιν. |
| **1 prol 13** | προβαίνοντος δὲ τοῦ χρόνου καὶ τῆς πρὸς αὐτούς μοι φιλίας μᾶλλον αὐξα‐ νομένης, ἐπυνθανόμην, εἴ τι τῆς μαγικῆς ἐνεργείας σῴζεται. καὶ τῶν μὲν πλειόνων ἐπαγγελίας ὁμοίας τῇ προπετείᾳ μου |
| **5** | 〈ἐπι〉φερόντων κατέγνων· |
| **1 prol 14** | ἑνὸς δέ τινος διὰ τὸ 〈οὐ〉 σο‐ |
| **1 prol 15** | παρεκάλεσα οὖν αὐτὸν ἐν τοῖς ἐρημοτάτοις τόποις τῆς πόλεως σὺν ἐμοὶ περι‐ πατῆσαι μηδὲν ὧν ἔχρῃζον ἐκφήνας. |
| **1 prol 16** | ἀπελθόντων οὖν ἡμῶν εἴς τι ἄλσος ἡσυχίᾳ βαθυτάτῃ περιεχόμενον, αἰφνίδιος περι‐ πεσὼν ἐπὶ στόμα καὶ κλαίων τῶν ποδῶν εἰχόμην τοῦ ἀρχιερέ‐ ως. |
| **1 prol 17** | ἐκπλαγέντος δὲ αὐτοῦ διὰ τὸ ἀπροσδόκητον τῆς θέας καὶ πυνθανομένου, τίνος ἕνεκε τοῦτο ποιήσαιμι, ἔφασκον ἐν αὐτῷ τὴν ἐξουσίαν εἶναι τῆς ἐμῆς ψυχῆς· ἔχειν γάρ με ἀνάγ‐ κην θεῷ ὁμιλῆσαι· ἧς ἐπιθυμίας ἂν ἁμάρτω, μέλλω ἀποτάσ‐ |
| **5** | σεσθαι τῷ βίῳ. |
| **1 prol 18** | ἀναστήσας δέ με ἀπὸ τῆς γῆς καὶ παρη‐ γορήσας προσηνεστάτοις λόγοις, ἀσμένως ταῦτα ποιεῖν ἐπηγ‐ γέλλετο καὶ ἐκέλευσέν 〈με〉 ἁγνεύειν ἡμέραις τρισίν. |
| **1 prol 19** | διαχυθείσης δέ μου τῆς ψυχῆς ἐπὶ ταῖς ἐπαγγελίαις τοῦ ἀρχιερέως, ἠσπασάμην αὐτοῦ τὴν δεξιὰν καὶ ηὐχαρίστουν κρουνηδόν μοι τῶν δακρύων φερομένων· φυσικῶς γὰρ ἀπροσδό‐ κητος χαρὰ πλείονα λύπης ἐκκαλεῖται δάκρυα. |
| **1 prol 20** | ἐπανελ‐ θόντες δὲ ἐκ τοῦ ἄλσους ἐπὶ τὴν ἁγνείαν ἐγιγνόμεθα ἐμοὶ τῶν ἡμερῶν διὰ τὴν προσδοκίαν 〈ὡσ〉 ἐνιαυτῶν ἀπαριθμουμέ‐ νων. |
| **1 prol 21** | ἐπιστάσης δὲ τῆς τρίτης ἡμέρας ὑπὸ τὸν ὄρθρον πορευθεὶς ἠσπασάμην τὸν ἀρχιερέα 〈ταπεινῶσ〉. Εὐτρέπιστο δὲ αὐτῷ οἶκος καθαρὸς καὶ τὰ λοιπὰ τὰ πρὸς τὴν ἐπίσκεψιν· ἐγὼ δὲ κατὰ προμήθειαν τῆς ψυχῆς εἶχον, |
| **5** | ἀγνοοῦντος τοῦ ἀρχιερέως, χάρτην καὶ μέλαν ἐπὶ 〈τῷ〉 ση‐ μειώσασθαι τῶν λεγομένων, 〈ἃ〉 ἐὰν δεήσῃ. |
| **1 prol 22** | ἀνακρίνον‐ τος δέ με τοῦ ἀρχιερέως, πότερον ψυχῇ νεκροῦ τινος ἢ θεῷ ὁμιλῆσαι βουλοίμην, ἔφην Ἀσκληπιῷ· εἶναι δὲ τὸ τέλειον τῆς χάριτος, εἰ μόνῳ μοι πρὸς μόνον ὁμιλεῖν ἐπιτρέψειεν. |
| **1 prol 23** | ὅμως οὐχ ἡδέως μέν (τοῦτο γὰρ ἐνέφαινον οἱ τῆς ὄψε‐ ως χαρακτῆρες), πλὴν ἐπηγγείλατο. καὶ ἐγκλείσας με εἰς τὸν οἶκον καὶ καθῖσαι κελεύσας ἄντικρυς τοῦ θρόνου, εἰς ὃν ἔμελλεν ὁ θεὸς καθέζεσθαι, προαγαγὼν διὰ τῶν ἀπορρή‐ |
| **5** | των ὀνομάτων τὸν θεὸν καὶ ἐξελθὼν ἔκλεισε τὴν θύραν. |
| **1 prol 24** | καθεζομένου δέ μου καὶ ἐκλυομένου τοῦ σώματος καὶ τῆς ψυχῆς διὰ τὸ παράδοξον τῆς θέας (οὔτε γὰρ τοὺς τῆς ὄψεως χαρακτῆρας οὔτε τὴν τοῦ περικειμένου κόσμου καλλονὴν ἀν‐ θρώπου λόγος διασαφῆσαι δύναιτ’ 〈ἄν〉)· ἀνατείνας οὖν τὴν |
| **5** | δεξιὰν ἤρξατο λέγειν· |
| **1 prol 25** | ὦ μακάριε παρὰ θεῷ τυχὼν τιμῆς Θεσσαλέ, προϊόντος δὲ τοῦ χρόνου καὶ γνωσθέντων τῶν σῶν ἐπιτευγμάτων ὡς θεὸν ἄν‐ θρωποί σε θρησκεύ〈σ〉ουσιν. ἐπερώτα οὖν 〈ἀδεῶσ〉 περὶ ὧν θέ‐ λεις ἀσμένως ἐμοῦ πάντα παρέξοντος. |
| **1 prol 26** | ἐγὼ δὲ μόλις μὲν ⸤ἤκουσα⸥· —κατεπεπλήγμην ⸤γὰρ⸥ καὶ ἐπεπληρώμην τὸν νοῦν εἰς τὴν τοῦ θεοῦ βλέπων μορφήν· —ὅμως 〈δ’〉 οὖν ἐπυνθανό‐ μην, δι’ ἣν αἰτίαν ἐπὶ ταῖς τοῦ Νεχεψὼ δυνάμεσιν ἠστόχησα. |
| **5** | πρὸς ὃ ὁ θεὸς εἶπεν· |
| **1 prol 27** | ὁ βασιλεὺς Νεχεψώ, ἀνὴρ φρενη‐ ρέστατος καὶ πάσαις κεκοσμημένος ἀρεταῖς παρὰ μὲν θείας φωνῆς οὐδὲν ὧν σὺ μαθεῖν ἐπιζητεῖς εὐτύχησε· φύσει δὲ χρη‐ σάμενος ἀγαθῇ συμπαθείας λίθων καὶ βοτανῶν ἐπενόησε, τοὺς |
| **5** | δὲ καιροὺς καὶ τοὺς τόπους ἐν οἷς δεῖ τὰς βοτάνας λαμβά‐ νειν οὐκ ἔγνω. |
| **1 prol 28** | ὥρια γὰρ πάντα τῇ τῶν ἄστρων ἀπορροίᾳ αὔξεται καὶ μειοῦται· τό τε θεῖον ἐκεῖνο πνεῦμα λεπτομε‐ ρέστατον ὑπάρχον διὰ πάσης οὐσίας διήκει καὶ μάλιστα κατ’ ἐκείνους τοὺς τόπους, καθ’ οὓς αἱ τῶν ἄστρων ἀπόρροιαι γί‐ |
| **5** | νονται {τῆς} ἐπὶ τῆς κοσμικῆς καταβολῆς. ἐξ ἑνὸς δὲ 〈τοῦ〉‐ το πρὸς πίστιν τῶν λοιπῶν παραστήσω. |
| **1 prol 29** | Βοτάνη γὰρ ἔστιν ἡ λεγομένη κώνειον· αὕτη ἐκ τῆς τοῦ Ἄρεος ἀπορροίας δοκεῖ γεγενῆσθαι· ἔτυχε δὲ ἐπὶ τῆς κοσμικῆς καταβολῆς ἐν Σκορπίῳ βάλλων τὰς ἀκτῖνας· 〈ἔβαλε γοῦν τὸ κώνειον ἐν τοῖς τῆς Ἰταλίας μέρεσιν·〉 σκορπιανὸν |
| **5** | γὰρ {καὶ} ἐκεῖνο τὸ τῆς Ἰταλίας κλίμα. |
| **1 prol 30** | αὕτη οὖν ἡ βοτάνη πλέον τῆς θείας ἀπορροίας ἑλκύσασα, εἴτε ἀπὸ τετρα‐ πόδου ἢ ἀνθρώπου βρωθῇ, παραχρῆμα θανατοῖ. |
| **1 prol 31** | τινὲς δὲ καὶ κατὰ ἄγνοιαν τῆς βοτάνης ἐν ταῖς ἐρημίαις κατακλιθέν‐ τες παρ’ αὐτὴν καὶ κοιμηθέντες ἐν τῷ ῥινουλκεῖν ἐν ταῖς ἀναπνοαῖς αὐτῆς τὴν ἐνέργειαν ἐτελεύτησαν. |
| **1 prol 32** | ὁμοίως καὶ ἡ Κρήτη 〈......〉 τὴν ἀκτινοβολίαν. |
| **1 prol 33** | τὴν αὐτὴν οὖν βο‐ τάνην εἰς Κρήτην τὸ κώνειον ἐσθίουσιν ἄνθρωποι{ς} οὖσαν τῶν πάντων λαχάνων ἡδίονα. |
| **1 prol 34** | τοσοῦτον αἱ τῶν θεῶν ἀπόρ‐ ροιαι παρὰ τοὺς τόπους καὶ καιροὺς δύνανται. |
| **1 prol 35** | Πρόδηλον ⸤οὖν⸥ ὅτι πάντων τῶν ἀστέρων βασιλεύς ἐστιν ὁ Ἥλιος· οὗτος δὲ ἐν Κριῷ γενόμενος ὑψοῦται καί τι‐ να μεγίστην δύναμιν ἐν τούτῳ λαμβάνει τῷ ζῳδίῳ. |
| **1 prol 36** | αἱ |
| **1 prol 37** | Ἡλίου μὲν γάρ ἐστιν, καθὼς προεῖπον, ὕψω‐ μα, Κρόνου δὲ ταπείνωμα, Ἄρεος δὲ οἶκος, Διὸς ⸤δὲ⸥ τρίγω‐ νον. τοσαύτας ἔχει τὸ προειρημένον ζῴδιον δυνάμεις. |
| **1 prol 38** | ἐν τούτῳ οὖν ὄντος τοῦ Ἡλίου τὰς ῥηθησομένας βοτάνας λαμβάνων χύλιζε μὴ ἑψῶν· ὑπὸ γὰρ τοῦ πυρὸς ἡ ποιότης ἀλ‐ λοιοῦται. καὶ ταχέως τὸν χυλὸν ἔκθλιβε καὶ εἰς λεκάνην ἢ ξέστην τὸν χυλὸν βαλὼν καὶ μετὰ μέλιτος μίγε. |
| **1 prol 39** | τοῦτο δὲ ποιήσας βάλλε εἰς ἀγγεῖα ὑέλινα καὶ τίθει ἐπὶ ἡμέρας [...]..{εἰ δὲ ὠμοὺς θέλεις χυλούς, ἔκζεσον}. μετὰ δὲ ταῦ‐ |
| | **Κριοῦ βοτάνη ἐλελίσφακοσ Κριός, ζῴδιον πρῶτον· περὶ ἐλελισφάκου.** |
| **1 . 1 . 1** | Ἀπὸ Φαμενὼθ δευτέρας καὶ εἰκάδος ἤγουν Δύστρου ιηʹ, κατὰ δὲ Ῥωμαίους ἀπὸ ⸤τῆς πρὸ⸥ ιεʹ καλανδῶν Ἀπριλλίου πρώτη βοτάνη ἐλελίσφακος. |
| **1 . 1 . 2** | αὕτη ἔχει δυνάμεις πλείστας πρός τε αἵματος ἀναγωγὰς καὶ πρὸς φθισικοὺς καὶ συντηκτι‐ κοὺς καὶ σπληνικοὺς καὶ πρὸς τὰς ὑστερικὰς διαθέσεις. |
| **1 . 1 . 3** | πρὸς μὲν οὖν αἵματος ἀναγωγὴν εἰς τρεῖς κυάθους χυλοῦ βάλλεται μέλιτος Ἀττικοῦ οὐγγία αʹ καὶ νήστῃ δίδοται πι‐ εῖν καὶ εὐθέως ἰᾶται ἡ ἀναφορὰ τοῦ αἵματος. |
| **1 . 1 . 4** | τοῖς δὲ φθισικοῖς σκευάζεται καταπότια οὕτως· κρόκου κωρυκίου δρ. εʹ, ζιγγιβέρεως δρ. δʹ, στάχυος δρ. θʹ, τοῦ σπέρματος τοῦ |
| **5** | δρ. βʹ. ἀναλάμβανε τῷ χυλῷ καὶ ποίει καταπότια ἡμιδραγμι‐ αῖα καὶ δίδου νήστῃ πρωὶ καὶ εἰς κοίτην· καταπιὼν δὲ ἐπιρροφείτω ὕδατος καθαροῦ κυάθους βʹ. |
| **1 . 1 . 5** | τοῖς δὲ σπληνι‐ κοῖς γίνεται καὶ αὐτοῖς καταπότια οὕτως· καππάρεως τῆς ῥί‐ ζης κεκομμένης καὶ σεσησμένης δρ. ιβʹ, κισσοῦ μέλανος τοῦ καρποῦ δρ. θʹ, μύρτων λευκῶν δρ. δʹ, ζιγγιβέρεως δρ. ϛʹ. |
| **5** | λεῖα ποιήσας ἀναλάμβανε τῷ χυλῷ καὶ ποίει καταπότια ἀνὰ δρ. αʹ καὶ δίδου πρωὶ ἓν καὶ εἰς κοίτην αʹ. |
| **1 . 1 . 6** | πρὸς δὲ τὰς ὑστερικὰς ⸤διαθέσεισ⸥, οἷον σκληρίας καὶ ῥευματισμοὺς καὶ ἐπιμόνους ἀλγηδόνας ἄκοπον σκευάζεται ⸤οὕτωσ⸥· κηροῦ |
| **5** | κεκομμένων δρ. δʹ, τοῦ χυλοῦ τῆς βοτάνης κυάθους δʹ. τὰ τηκτὰ βάλλε εἰς τὰ ξηρὰ καὶ τὸν χυλὸν {καὶ} ἕψε, ἕως ἂν τὸ τέταρτον μέρος καθεψηθῇ, καὶ τότε ἀπόθου εἰς ἄγγος κασσι‐ τέρινον· χρῶ δὲ συγχρίων τὴν ὑστέραν. ἐὰν δὲ χαλεπὴ λίαν ἡ διάθεσις ᾖ, ἕψε τὴν βοτάνην σὺν ταῖς ῥίζαις καὶ ἐγκαθισ‐ |
| **10** | μῷ χρῶ. |
| **1 . 1 . 7** | γίνεται δὲ καὶ ἐκ τῆς ῥίζης ἐνεργέστατον μά‐ λαγμα νεφριτικοῖς καὶ ἰσχιαδικοῖς οὕτως· κηροῦ δρ. ηʹ, Ἀμμωνιακοῦ δρ. ιϛʹ, χαλβάνης δρ. θʹ, κεδρίας δρ. ιηʹ, στέατος ταυρείου δρ. ιδʹ, τῆς ῥίζης κεκομμένης καὶ σεσησ‐ |
| **5** | μένης δρ. λβʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. ὠφελεῖ δὲ καὶ τὸ προγεγραμμένον ἄκοπον πρὸς τὰς τοιαύτας διαθέ‐ |
| | **Ταύρου βοτάνη περιστερεὼν ὀρθόσ** |
| **1 . 2 . 1** | Ταῦρος, ζῴδιον β· περὶ περιστερεῶνος. ἀπὸ Φαρμοῦθι εἰκάδος τρίτης ἤγουν Ξανθικοῦ ιηʹ, κατὰ δὲ Ῥωμαίους ἀπὸ τῆς πρὸ ιδʹ Καλανδῶν Μαίων δευτέρα βοτάνη, περιστερεών. |
| **1 . 2 . 2** | καὶ ταύτης αἱ ἐνέργειαί εἰσιν μηδὲ πιστεύεσθαι δυ‐ νάμεναι. τὰς γὰρ ἀπηλπισμένας ὀφθαλμικὰς διαθέσεις ἐν τρι‐ σὶν ἡμέραις ἀπαλλάσσει παρὰ τῆς ποιότητος τῆς σκευασίας. |
| **1 . 2 . 3** | πρὸς μὲν οὖν ὀφθαλμίας καὶ οἰδήματα καὶ ἐμφυσήματα καὶ πᾶσαν ἐπιφορὰν τοιούτῳ χρῶ κολλουρίῳ· κρόκου δρ. ιδʹ, ἀμύ‐ λου δρ. ιβʹ, γλαυκίου δρ. ϛʹ, ᾠῶν τριῶν τὰ λευκά, τραγα‐ κάνθης δρ. βʹ. λεῖα ποιῶν ἀναλάμβανε τῷ χυλῷ καὶ ποιῶν |
| **5** | κολλούρια χρῶ. |
| **1 . 2 . 4** | πρὸς δὲ ῥεῦμα πᾶν ἄφεψε τὴν βοτάνην σὺν ταῖς ῥίζαις ⸤καὶ χρῶ⸥ προσκλύσματι· παραχρῆμα γὰρ ἵστησι. |
| **1 . 2 . 5** | πρὸς δὲ τὰς γλαυκώσεις καὶ ὑποχύσεις καὶ τὰς ἀπεγνωσ‐ μένας διαθέσεις ὑγρὰ σκευάζεται τοιαύτη τις· ὀποπάνακος δρ. βʹ, λίθου αἱματίτου δρ. δʹ, κρόκου δρ. δʹ, λυκίου ἀμύ‐ λου ἀνὰ δρ. βʹ, γλαυκίου δρ. ϛʹ, τραγακάνθης δρ. βʹ, μέλι‐ |
| **5** | τος Ἀττικοῦ δρ. δʹ, πεπέρεως λευκοῦ δρ. βʹ, ὀποβαλσάμου δρ. βʹ, τῆς ῥίζης τοῦ περιστερεῶνος κεκομμένης καὶ σεσησ‐ μένης δρ. ϛʹ, χολῆς αἰγείας δρ. γʹ, τοῦ χυλοῦ κυάθους βʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων ⸤χρῶ⸥. αὕτη ἡ δύναμις τὰς προγεγραμμένας διαθέσεις ἐν τρισὶν ἡμέραις ἀπαλλάσσει, τὰ |
| **10** | δὲ πτερύγια καὶ συκώσεις καὶ χαλάζια καὶ τὰ τούτοις ὅμοια ἐν μιᾷ ἡμέρᾳ. |
| **1 . 2 . 6** | οὐκ ἔστι δὲ θείας δυνάμεως ἔπαινον λέ‐ γειν, ἀλλ’ ἑκάστης δυνάμεως· δείξει γὰρ ἡ πεῖρα τὴν ἐνέρ‐ |
| | **Διδύμων βοτάνη περιστερεὼν ὕπτιοσ** |
| **1 . 3 . 1** | Δίδυμοι, ζῴδιον γʹ. ἀπὸ Παχῶνος εἰκοστῆς πέμπτης, ἥτις ἐστὶν Ἀρτεμισίου κʹ, κατὰ δὲ Ῥωμαίους ἀπὸ τῆς πρὸ ιγʹ καλανδῶν Ἰουνίων· τρίτη βοτάνη περιστερεὼν ὕπτιος. |
| **1 . 3 . 2** | Ταύτης ὁ χυλὸς ὁμοίως ἀναλαμβάνεται· εἶτα σκευάζε‐ ται φάρμακον ἐνεργέστατον πρὸς καρκινώματα καὶ κονδυλώματα καὶ τὰς λεγομένας συκᾶς· σκευάζεται δὲ οὕτως· κρόκου δρ. ιβʹ, ῥόδων ξηρῶν δρ. ηʹ, μελιλώτου ποντικοῦ δρ. ιδʹ, στυπτη‐ |
| **5** | ρίας σχιστῆς δρ. ηʹ. λειάνας μίγε ἴσα, παραχέων τῆς βοτάνης τοῦ χυλοῦ ξέστας δʹ, καὶ ἕψε ἐν χύτρᾳ καινῇ, ἕως ἂν γένοιτο |
| | **Καρκίνου βοτάνη σύμφυτον** |
| **1 . 4 . 2** | 〈Ἀ〉πὸ Παυνὶ εἰκοστῆς πέμπτης, ἥτις ἐστὶν Δαισίου ιθʹ, κατὰ δὲ Ῥωμαίους ἀπὸ τῆς πρὸ ιγʹ καλανδῶν Ἰουλίων τετάρτη βοτάνη σύμφυτον. |
| **1 . 4 . 3** | Ταύτης ὁ χυλὸς καὶ ἡ ῥίζα πολλὰς ἐνεργείας ἔχουσιν. ἐκ μὲν οὖν τῆς ῥίζης ἔμπλαστρον σκευάζεται, ὅπερ τραύματα καὶ διακοπὰς νεύρων κολλᾷ· κηροῦ δρ. ξʹ, μυελοῦ ἐλαφείου δρ. ιβʹ, μάννης Λιβάνου δρ. κβʹ, ⸤τῆς ῥίζης κεκομμένης καὶ |
| **5** | σεσημένης δρ. λβʹ,⸥ μέλιτος Ἀττικοῦ δρ. κϛʹ, ἐλαίου ῥοδί‐ νου δρ. κδʹ· τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. |
| **1 . 4 . 4** | πρὸς |