================================================================================ Ἀποσπάσματα Fragments Τιμοκλῆς ὁ κωμῳδιοποιός by Timocles B Comic Poet ================================================================================ [tit 1] ΑΙΓΥΠΤΙΟΙ [1] πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων; ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεοὺς ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην, τίν’ αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν; [tit 2] ΒΑΛΑΝΕΙΟΝ [2] καὶ τὸ γλωττοκομεῖον βαλανεύεται. [tit,ante 3] ΓΕΩΡΓΟΣ [tit 3] ΔΑΚΤΥΛΙΟΣ [3] γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν [tit 4] ΔΗΛΟΣ [4] Α. Δημοσθένης τάλαντα πεντήκοντ’ ἔχει. Β. μακάριος, εἴπερ μεταδίδωσι μηδενί. Α. καὶ Μοιροκλῆς εἴληφε χρυσίον πολύ. Β. ἀνόητος ὁ διδούς, εὐτυχὴς δ’ ὁ λαμβάνων. [5] Α. εἴληφε καὶ Δήμων τι καὶ Καλλισθένης. Β. πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω. Α. ὅ τ’ ἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει. Β. τοὺς ἰχθυοπώλας οὗτος ἡμῖν πλουτιεῖ ὀψοφάγος ὥστε τοὺς λάρους εἶναι Σύρους. [tit 5] ΔΗΜΟΣΑΤΥΡΟΙ [5] οὐδ’ ὁ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται, [tit 6] ΔΙΟΝΥΣΙΑΖΟΥΣΑΙ [6] ὦ ’τάν, ἄκουσον ἤν τί σοι δοκῶ λέγειν. ἄνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει, καὶ πολλὰ λυπήρ’ ὁ βίος ἐν ἑαυτῷ φέρει. παραψυχὰς οὖν φροντίδων ἀνεύρετο [5] ταύτας· ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβὼν πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει, μεθ’ ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα. τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει, ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης [10] πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει. ὁ νοσῶν τι μανικὸν Ἀλκμέων’ ἐσκέψατο. ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί. τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικεν. [15] χωλός τίς ἐστι, τὸν Φιλοκτήτην ὁρᾷ. γέρων τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα. ἅπαντα γὰρ τὰ μείζον’ ἢ πέπονθέ τις ἀτυχήματ’ ἄλλοις γεγονότ’ ἐννοούμενος [tit 7] ΔΙΟΝΥΣΟΣ [7] ὁ δ’ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ; Β. οὗτος δ’ ἔοικε τοῖς νεωνήτοις Σύροις. Α. πῶς; ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι. Β. θάργηλον ἀγκάλῃ χύτραν φέρει. [tit 8] ΔΡΑΚΟΝΤΙΟΝ [8] ἔπειτ’ ἐγὼ παράσιτον ἐπιτρέψω τινὶ κακῶς λέγειν; ἥκιστά γ’· οὐδέν ἐστι γὰρ ἐν τοῖς τοιούτοις χρησιμώτερον γένος. εἰ δ’ ἔστι τὸ φιλέταιρον ἕν τι τῶν καλῶν, [5] ἀνὴρ παράσιτος τοῦτο ποιεῖ διὰ τέλους. ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίνεται, πράττεις τι, πράξει συμπαρὼν ὅ τι ἂν δέῃ, δίκαια ταὐτὰ τῷ τρέφοντι νενομικώς, ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων. [10] χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις· τίς δ’ οὐχὶ θνητῶν; ἢ τίς ἥρως ἢ θεὸς ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν; ἵνα μὴ δὲ πολλὰ μακρολογῶ δι’ ἡμέρας, τεκμήριόν τι παμμέγεθες οἶμαί γ’ ἐρεῖν, [15] ὁ τῶν παρασίτων ὡς τετίμηται βίος· γέρα γὰρ αὐτοῖς ταὐτὰ τοῖς τὠλύμπια νικῶσι δίδοται χρηστότητος εἵνεκα, σίτησις. οὗ γὰρ μὴ τίθενται συμβολαί, πρυτανεῖα ταῦτα πάντα προσαγορευτέα. [tit 9-10] ΕΠΙΣΤΟΛΑΙ [9] ὁ Δημοτίων δὲ παραμένειν αὑτῷ δοκῶν τἀργύριον οὐκ ἐφείδετ’, ἀλλὰ παρέτρεφεν τὸν βουλόμενον. ὁ Χαιρεφῶν μὲν παντελῶς οἴκαδε βαδίζειν ᾤετ’, ὢ ταλάντατος. [5] καὶ μὴν ἔτι τοῦτ’ ἔστιν ἄξιον μόνον, τὸν παραμασήτην λαμβάνειν δίκρουν ξύλον· [10] οἴμοι κακοδαίμων, ὡς ἐρῶ. μὰ τοὺς θεούς, Τιθύμαλλος οὐδεπώποτ’ ἠράσθη φαγεῖν οὕτω σφόδρ’, οὐδὲ Κόρμος ἱμάτιον λαβεῖν, οὐ Νεῖλος ἄλφιτ’, οὐ Κόρυδος ἀσύμβολος [5] κινεῖν ὀδόντας. [tit 11] ΕΠΙΧΑΙΡΕΚΑΚΟΣ [11] ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν ἥδιστον, ἂν δ’ ἀπορῇ τις ἀθλιώτατον. ὁ γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ, γενόμενος ὠψώνει παρ’ αὑτὸν οἴκαδε. [5] ἦν δὲ τὸ πάθος γελοῖον, οἴμοι, τέτταρας χαλκοῦς ἔχων ἅνθρωπος, ἐγχέλεις ὁρῶν, θύννεια, νάρκας, καράβους ᾑμωδία. καὶ ταῦτα πάντα μὲν περιελθὼν ἤρετο [tit 12-13] ΗΡΩΕΣ [12] οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ τὰ προσόντα φράζειν. Β. πάνυ γε. Α. δράσω τοῦτό σοι. καὶ πρῶτα μέν σοι παύσεται Δημοσθένης ὀργιζόμενος. Β. ὁ ποῖος; Α. ὁποῖος; ὁ Βριάρεως, [5] ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων, μισῶν λόγους ἄνθρωπος, οὐδὲ πώποτε ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ’ Ἄρη βλέπων. [13] ὡς δ’ ἦν ἠρμένη βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας, τράπεζα. Β. περιέργως γε νὴ τὸν οὐρανόν, [5] ἐξὸν φράσαι τράπεζα συντόμως. [tit 14-17] ΙΚΑΡΙΟΙ ΣΑΤΥΡΟΙ [14] ἡ Πυθιονίκη δ’ ἀσμένως σε δέξεται, καί σου κατέδεται τυχὸν ἴσως ἃ νῦν ἔχεις λαβὼν παρ’ ἡμῶν δῶρ’· ἄπληστός ἐστι γάρ. ὅμως δὲ δοῦναί σοι κέλευσον σαργάνας [5] αὐτήν· ταρίχους εὐπόρως γὰρ τυγχάνει ἔχουσα καὶ σύνεστι σαπέρδαις δυσίν, καὶ ταῦτ’ ἀνάλτοις καὶ πλατυρρύγχοις τισίν. [15] τόν τ’ ἰχθυόρρουν ποταμὸν Ὑπερείδην περᾷς, ὃς ἠπίαις φωναῖσιν ἔμφρονος λόγου κόμποις παφλάζων ἠπίοις πυκνώμασιν πρὸς πανδυσας ἔχει, [5] μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος. [16] ὥστ’ ἔχειν οὐδὲν παρ’ ἡμῖν· νυκτερεύσας δ’ ἀθλίως πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος βδέων παντελῶς ἔπηξεν ἡμᾶς, εἶθ’ ὁ λιμὸς ἥπτετο. ἐφέρετο πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ [5] οὐδ’ ἐκεῖνος οὐδὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν δραμὼν Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν ἁρπάσας τούτων ἐνέτραγον. ὁ δ’ ὄνος ἡμᾶς ὡς ὁρᾷ, [tit 18] ΚΑΥΝΙΟΙ [18] ἤδη προσενήνεκται; τί μέλλεις; σπεύδετε, ὦ ’τάν. ὁ γὰρ Τιθύμαλλος οὕτως ἀνεβίω κομιδῆ τεθνηκώς, τῶν ἀν’ ὀκτὼ τοὐβολοῦ θέρμους μαλάξας. οὐκ ἀπεκαρτέρησε γὰρ [5] ἐκεῖνος, ἀλλ’ ἐκαρτέρης’, ὦ φίλτατε, πεινῶν. [tit 19] ΚΕΝΤΑΥΡΟΣ Η ΔΕΞΑΜΕΝΟΣ [19] Τιθύμαλλον αὐτὸν καὶ παράσιτον ἀποκαλῶν [tit 20] ΚΟΝΙΣΑΛΟΣ [20] πατάξω τ’ ἴσον ἴσῳ ποτηρίοις μεγάλοις ἅπασαν τὴν ἀλήθειαν φράσαι. [tit 21] ΛΗΘΗ [21] μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανεν. καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ ἔπειτα ‘χρῆσόν μοι σύ, φησί, τὰς χύτρας ἐν αἷσιν ἧψες τοὺς κυάμους.‘ καὶ ταῦτά τε [5] εἴρητο καὶ παριόντα Φείδιππον πάνυ τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν ἐπόππυς’, εἶτ’ ἐκέλευσε πέμπειν σαργάνας. [tit 22] ΜΑΡΑΘΩΝΙΟΙ [22] ὅσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι, βαβαί. ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες, τὸ μὴ σφόδρ’ εἶναι πάνθ’ ἕτοιμα, δεῖν δέ τι [5] ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ πληγὰς λαβεῖν ἁπαλαῖσι χερσίν. Β. ἡδύ γε [tit 23-24] ΝΕΑΙΡΑ [23] ἀλλ’ ἔγωγ’ ὁ δυστυχὴς Φρύνης ἐρασθείς, ἡνίκ’ ἔτι τὴν κάππαριν συνέλεγεν οὔπω τ’ εἶχεν ὅσαπερ νῦν ἔχει, πάμπολλ’ ἀναλίσκων ἐφ’ ἑκάστῳ τῆς θύρας [5] ἀπεκλῃόμην. [24] ἔπειτα διά τε ταῦτ’ ἀναρίστητος ὤν [tit 25-26] ΟΡΕΣΤΑΥΤΟΚΛΕΙΔΗΣ [25] περὶ δὲ τὸν πανάθλιον εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα, Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη, [tit 27] ΠΟΛΥΠΡΑΓΜΩΝ [27] εἶθ’ ὁ Καλλιμέδων ἄφνω ὁ Κάραβος προσῆλθεν, ἐμβλέπων δ’ ἐμοί, ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν τινα ἐλάλει, συνιεὶς δ’ οὐδὲν εἰκότως ἐγὼ [5] ὧν ἔλεγεν ἐπένευον διακενῆς. Β. τῷ δ’ ἄρα βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι. [tit 28] ΠΟΝΤΙΚΟΣ [28] πολλοὺς γὰρ ἐνίοθ’ ἡ πενία βιάζεται ἀνάξι’ αὑτῶν ἔργα παρὰ φύσιν ποιεῖν. [tit,ante 29] ΠΟΡΦΥΡΑ [tit 29] ΠΥΚΤΗΣ [29] εὑρήσεις δὲ τῶν ἐπισιτίων τούτων τιν’, οἳ δειπνοῦσιν ἐσφυδωμένοι τἀλλότρι’, ἑαυτοὺς ἀντὶ κωρύκων λέπειν παρέχοντες ἀθληταῖσι. [tit 30] ΣΑΠΦΩ [30] ὁ Μισγόλας οὐ προσιέναι σοι φαίνεται, ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος. [tit,ante 31] ΣΑΤΥΡΟΙ [tit 31] ΣΥΝΕΡΓΟΙ [31] τοῖς μὲν τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός, [tit 32] ΦΙΛΟΔΙΚΑΣΤΗΣ [32] ἀνοίγετ’ ἤδη τὰς θύρας, ἵνα πρὸς τὸ φῶς ὦμεν καταφανεῖς μᾶλλον, ἐφοδεύων ἐὰν βούληθ’ ὁ γυναικονόμος τὸν ἀριθμὸν λαμβάνειν, κατὰ τὸν νόμον τὸν καινὸν ὅπερ εἴωθε δρᾶν, [5] τῶν ἑστιωμένων. ἔδει δὲ τοὔμπαλιν τὰς τῶν ἀδείπνων ἐξετάζειν οἰκίας. [tit 33] ΨΕΥΔΟΛΗΙΣΤΑΙ [33] καταμαθὼν δὲ κειμένην θερμὴν σκάφην θερμῶν ἰπνιτῶν ἤσθιον. [tit 34-39] ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ [34] ὅστις φοβεῖται τὸν πατέρα κᾀσχύνεται, οὕτως πολίτης ἀγαθὸς ἔσται κατὰ λόγον, [35] τἀργύριόν ἐστιν αἷμα καὶ ψυχὴ βροτοῖς. ὅστις δὲ μὴ ἔχει τοῦτο μηδ’ ἐκτήσατο, οὗτος μετὰ ζώντων τεθνηκὼς περιπατεῖ. [36] σῦκ’, ἔλαιον, ἰσχάδας, μέλι. Β. σὺ μὲν εἰρεσιώνην, οὐ γεωργίαν λέγεις. [37] Χῖοι πολὺ ἄριστ’ ἀνευρήκασιν ὀψαρτυτικήν. [38] μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα.