================================================================================ Ἀποσπάσματα Σίλλοι καὶ Περὶ φύσεως Fragments Silli and On Nature Ξενοφάνης ὁ Κολοφώνιος by Xenophanes of Colophon ================================================================================ [t9-18] ΣΙΛΛΩΝ ΒΙΒΛΙΑ Ε [9] ἐξ ἀρχῆς καθ’ Ὅμηρον, ἐπεὶ μεμαθήκασι πάντες ... [10] πάντα θεοῖς’ ἀνέθηκαν Ὅμηρός θ’ Ἡσίοδός τε, ὅσσα παρ’ ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν, κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν. [11] ὡς πλεῖστ’ ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα, κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν. [13] ἀλλ’ εἰ χεῖρας ἔχον βόες 〈ἵπποι τ’〉 ἠὲ λέοντες ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θ’ ἵπποισι, βόες δέ τε βουσὶν ὁμοίας καί 〈κε〉 θεῶν ἰδέας ἔγραφον καὶ σώματ’ ἐποίουν [5] τοιαῦθ’, οἷόν περ καὐτοὶ δέμας εἶχον 〈ἕκαστοι〉. [14] Αἰθίοπές τε 〈θεοὺς σφετέρουσ〉 σιμοὺς μέλανάς τε Θρῆικές τε γλαυκοὺς καὶ πυρρούς 〈φασι πέλεσθαι〉. [15] ἑστᾶσιν δ’ ἐλάτη〈ς βάκχοι〉 πυκινὸν περὶ δῶμα. [16] οὔ τοι ἀπ’ ἀρχῆς πάντα θεοὶ θνητοῖς’ ὑπέδειξαν, ἀλλὰ χρόνωι ζητοῦντες ἐφευρίσκουσιν ἄμεινον. [17] καί 〈κ’〉 ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο. [18] πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρηι [5] πηλίκος ἦσθ’, ὅθ’ ὁ Μῆδος ἀφίκετο;‘ [t19-34] ΕΠΗ ΠΕΡΙ ΦΥΣΙΟΣ [19] εἷς θεὸς ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος, οὔ τι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα. [20] οὖλος ὁρᾶι, οὖλος δὲ νοεῖ, οὖλος δέ τ’ ἀκούει. [21] ἀλλ’ ἀπάνευθε πόνοιο νόου φρενὶ πάντα κραδαίνει. [22] αἰεὶ δ’ ἐν ταὐτῶι μίμνει κινεύμενος οὐδέν, [23] ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾶι. [24] γαίης μὲν τόδε πεῖρας ἄνω παρὰ ποσσὶν ὁρᾶται ἠέρι προσπλάζον, τὸ κάτω δ’ ἐς ἄπειρον ἱκνεῖται. [25] γῆ καὶ ὕδωρ πάντ’ ἔσθ’ ὅσα γίνοντ(αι) ἠδὲ φύονται. [26] πηγὴ δ’ ἐστὶ θάλασς’ ὕδατος, πηγὴ δ’ ἀνέμοιο· [5] ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων τε καὶ ποταμῶν. [27] ἠέλιός θ’ ὑπεριέμενος γαῖάν τ’ ἐπιθάλπων. [28] ἥν τ’ Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε, πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι. [29] πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα. [30] καὶ τὸ μὲν οὖν σαφὲς οὔ τις ἀνὴρ ἴδεν οὐδέ τις ἔσται [31] ταῦτα δεδοξάσθω μὲν ἐοικότα τοῖς ἐτύμοισι. [32] ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι, [33] καὶ μὲν ἐνὶ σπεάτεσσί τεοις καταλείβεται ὕδωρ. [34] εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκον